Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 4.10, ed. Kühn, 1823, vol. 6, p. 294-300. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:4.10

13. Περὶ μὲν οὖν τοῦ τε πρώτου γένους τῶν
14. κόπων, ἐφ’ ὧν νυγματώδης ἐστὶ κατὰ πάντα τοῦ ζώου αἴσθησις,
15. ὅσαι τ’ ἄλλαι μοχθηρῶν χυμῶν ἐν τῷ σώματι γίγνονται
16. πλεονεξίαι, καθ’ ἑαυτάς τε καὶ σὺν κόποις, σχεδὸν
17. ἤδη λέλεκται πάντα· περὶ δὲ τοῦ τονώδους ὑφ’ ἡμῶν κληθέντος
1. θέντος κόπου λέγω ἐφεξῆς. ὅτι μὲν οὖν ὁ τοιοῦτος κόπος,
2. ὅταν ἄνευ γυμνασίων συνίστηται, πλῆθος ἐνδείκνυται διατεῖνον
3. τὰ στερεὰ μόρια τοῦ ζώου, καὶ ἄλλοις μέν τισι τῶν
4. εὐδοκίμων ἰατρῶν ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τοῖς περὶ τὸν
5. Ἐρασίστρατον. ὅτι δ’, ὅταν αἵματος ᾖ πλῆθος, ἄριστον
6. ἤτοι φλέβα τέμνειν, ἢ ἀποσχάζειν τὰ σφυρὰ, λέλεκται μέν
7. που καὶ πρόσθεν, ἀναληπτέον δ’ ἔτι καὶ νῦν τὸν λόγον
8. Ἐρασιστράτου χάριν, ὃς οὔτ’ ἐπ’ ἄλλης ὅλως οὐδεμιᾶς, οὐδὲ
9. ἐπὶ τῆσδε τῆς διαθέσεως ἐχρήσατο φλεβοτομίᾳ. ὅτι μὲν οὖν
10. ἐπὶ τῆς ὑγιεινοτάτης φύσεως, ὑπὲρ ἧς ὁ λόγος ἐνέστηκεν,
11. ἐγχωρεῖ καὶ κατ’ ἄλλον τρόπον ἐκκενοῦν τὸ τοιοῦτον πλῆθος,
12. ἔμπροσθεν εἴρηται. κατὰ μὲν γὰρ τὰς μοχθηρὰς, ἐφ’ ὧν
13. τὸ περιττὸν κατὰ τὸν ἐγκέφαλον ἢ τὰ τῆς ἀναπνοῆς ὄργανα
14. φέρεται, πηλίκον ἐστὶ κακὸν ἑτέρῳ τρόπῳ κενώσεως
15. χρῆσθαι, παραλείποντας φλεβοτομίαν, εἰρήσεται μέν που καὶ
16. διὰ τῶν ἑξῆς ὑπομνημάτων, ὅταν ὑπὲρ τῶν μοχθηρῶν κατασκευῶν
17.λόγος περαίνηται, λέλεκται δ’ ἤδη κᾀν
1. τῷ περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον. ὅθεν οὐδὲ ἔστι
2. μηκύνειν ἐν τῷδε περὶ αὐτῶν, ἀλλ’ ἐπὶ τὸν λοιπὸν καὶ
3. τρίτον τῶν κόπων, ὅταν αὐτομάτως συνίστηται, τὸν λόγον
4. ἄγειν, ὃν ἐν τῷ πρόσθεν ἐκαλέσαμεν φλεγμονώδη διά τε
5. τὸ τῆς ὀδύνης μέγεθος, καὶ ὅτι μετὰ θερμότητος ἐπιφανοῦς
6. συνίσταται, συνεξαίρων εἰς ὄγκον τοὺς μῦς. οὗτος ὁ κόπος
7. οὐδ’ ὡρῶν ὀλίγων, μή τοί γε δυοῖν ἢ τριῶν ἔχεται ἡμερῶν
8. ἴσον ὄγκον τῆς Ἐρασιστράτου βραδύτητος, ἀλλ’ αὐτίκα
9. πυρετὸν ἐπιφέρει σφοδρότατον, ἢν μή τις φθάσας ἀποχέῃ τοῦ
10. αἵματος. καὶ γὰρ οὖν καὶ θερμότατόν ἐστι τὸ τῶν τοιούτων
11. κόπων αἷμα, καὶ πλείστης αὐτοῦ δέονται τῆς κενώσεως
12. ἅπαντες σχεδὸν οἱ καταληφθέντες τῷ κόπῳ. καὶ οἱ πολλοὶ
13. δ’ αὐτῶν πυρέττουσι, κᾂν ἀποχέῃς τοῦ αἵματος. ὅθεν οὔτε
14. βλακεύειν, οὔτε ὀλίγον ἀφελεῖν προσήκει, ἀλλὰ διὰ ταχέων
15. ἐκκενοῦν, καὶ μέχρι λειποθυμίας ἄγειν, εἰ μηδὲν ἕτερον κωλύοι.
16. κάλλιον δὲ, εἰ ἐγχωρεῖ, δὶς ἀφελεῖν ἐν ἡμέρᾳ μιᾷ, τὸ
17. μὲν οὖν πρότερον οὕτω κενοῦντας, ὡς μὴ λειποθυμῆσαι τὸν
1. ἄνθρωπον, τὸ δὲ δεύτερον οὐδὲ τὴν λειποψυχίαν φοβεῖσθαι
2. προσήκει. τῇ μὲν γὰρ προτέρᾳ κενώσει καταλυθεὶς, οὐκ ἂν
3. ὑπομείναι τὴν δευτέραν· ἐν ταύτῃ δ’ εἴτι πάθοι τοιοῦτον,
4. εὐανακόμιστος γίνεται. μὴ φλεβοτομηθέντες δὲ οἱ οὕτως
5. διακείμενοι τύχης ἀγαθῆς εἰς τὸ σωθῆναι δέονται, καὶ οὐδὲ
6. σώζονται, εἰ μὴ καθ’ ἕτερόν τινα τρόπον, ἢ αἱμοῤῥαγήσαντες
7. ἐκ ῥινῶν, ἢ λάβρων ἱδρώτων αὐτοῖς ἐκχυθέντων. ἐπισκοπεῖσθαι
8. δὲ χρὴ μάλιστα μέλλοντας τέμνειν φλέβα, πότερον
9. κατὰ θώρακα, καὶ νῶτα, καὶ ὀσφῦν ἐρείδουσιν αἱ τάσεις τε
10. καὶ αἱ νυγματώδεις ὀδύναι, ἢ κατὰ κεφαλὴν καὶ τράχηλον
11. μᾶλλον. οὕτως μὲν γὰρ τὴν ὠμιαίαν διαιρήσεις, καὶ μᾶλλον
12. εἰ πλήρους αἰσθάνοιντο καὶ θερμῆς τῆς κεφαλῆς, ἐκείνοις
13. δὲ τὴν ἔνδον· εἰ δ’ ὅλως ὁμαλῶς ὑπὸ τοῦ κόπου τὸ σῶμα
14. κατέχοιτο, τὴν μέσην ἀμφοῖν. εἰ μὲν οὖν ἐπὶ τῇ φλεβοτομίᾳ
15. πυρέσσειν ἄρξαιντο, τῆς θεραπευτικῆς ἔργον ἤδη μεθόδου
16. προνοήσασθαι τούτων· εἰ δ’ ἀπύρετοι διαμένοιεν, ἐν
17. μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ἐπὶ τῇ φλεβοτομίᾳ πτισάνης
18. χυλὸν ἢ ἐκ χόνδρου ῥοφήματα διδόναι μόνον, ἐν δὲ
1. τῇ δευτέρᾳ καὶ λούειν ἂν ἤδη δύναιο σὺν ἐλαίῳ δαψιλεῖ,
2. διαιτᾷν δὲ, κᾂν λούσῃς, μετριώτατα θριδακίνης, εἰ βούλοιτο,
3. διδόναι τι, εἴτε κολοκύνθης, εἰ παρείη, καὶ πτισάνης. ἀγαθὸς
4. δὲ καὶ ὁ χόνδρος, εἴθ’ ὡς πτισάνην τις αὐτὸν ἡδύνας
5. ὄξει σκευάζοι, εἴτε χωρὶς ὄξους. εἰ δὲ μὴ παρείη κολοκύνθη,
6. μαλάχῃ καὶ τεύτλῳ καὶ λαπάθῳ καὶ ἀνδραφάξυϊ χρῆσθαι.
7. εἰ δὲ σαρκὸς βούλοιτο γεύσασθαι, τὴν τῶν πετραίων ἰχθύων
8. ἢ ὀνίσκων ἐν λευκῷ ζωμῷ καλῶς ἑψήσαντα διδόναι. προσαγορεύω
9. δὲ λευκὸν ζωμὸν, ὅταν ἄνευ γάρου τε καὶ πολὺ δὴ
10. μᾶλλον τῆς ἄλλης καρυκείας σκευασθῇ, ἀνήθου τε καὶ ἁλῶν
11. ἐμβληθέντων εἰς ὕδωρ σὺν ἐλαίῳ καὶ πράσῳ βραχεῖ. κάλλιον
12. δὲ, εἰ καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν οἴνου φείσαιτο. τῇ
13. τρίτῃ δὲ, εἰ μὲν εὐπέπτως φέροι τὴν ὑδροποσίαν, εἴργειν οἴνου
14. καὶ τότε· μὴ φέροντος δὲ, μάλιστα μὲν ἀπόμελι διδόναι,
15. καὶ γὰρ ἐμψύχει γέ πως ἠρέμα τοῦτο τὸ ποτὸν, οὗ καὶ
16. αὐτοῦ χρῄζουσιν οἱ φλεγμονώδεις κόποι· μὴ παρόντος δὲ
17. τούτου, λεπτὸν καὶ λευκὸν οἶνον διδόναι, καὶ τἄλλα κατὰ 
1. λόγον ἀνακομίζειν, εὐχύμῳ τε καὶ μηδαμῶς θερμαινούσῃ
2. διαίτῃ χρώμενον. εὐλαβεῖσθαι δὲ μάλιστα πάντων ἀθρόως
3. ἀνατρέφειν. ὅσοι γὰρ ἐπὶ τοιαύταις κενώσεσιν εἰς τὴν ἐξ
4. ἀρχῆς δίαιταν εὐθέως ἐπανῆλθον, ἐμπίπλαται τούτοις
5. ἡ ἕξις ἀπέπτων χυμῶν, οὓς ἀναρπάζει, πρὶν πεφθῆναι καλῶς
6. ἔν τε γαστρὶ καὶ κατὰ τὰς φλέβας, ὁ τοῦ σώματος ὄγκος.
7. αὕτη μὲν ἡ ἀρίστη πρόνοια τοῦ φλεγμονώδους κόπου. διὰ
8. τί δὲ ἐπαφαιρεῖν τε κελεύομεν αἵματος ἐπ’ αὐτῶν καὶ μή
9. πληροῦν ἀθρόως, ἀρκεῖ μὲν δήπου καὶ τὴν ἐμπειρικὴν αἰτίαν
10. εἰπεῖν, ὅτι καὶ μᾶλλον ὀνίνανται κενωθέντες οὕτω, καὶ
11. ὑγιαίνουσιν εἰς μακρὸν, ὡς εἴρηται, διαγόμενοι· προσθεῖναι
12. δ’ οὐκ ἂν χεῖρον εἴη καὶ τὴν ἀπὸ τῆς φύσεως τῶν πραγμάτων
13. ἔνδειξιν. ἐπεὶ τοίνυν ἐν τῷ φλεγμονώδει κόπῳ πλῆθος
14. αἵματος ἠθροισμένον θερμοῦ κατὰ τὸν ὄγκον ἐστὶν, ἡ φλεβοτομία
15. δὲ τοὺς ἐν τοῖς ἀγγείοις ἐκκενοῖ χυμοὺς, ἄμεινον
16. ἐπὶ τῇ προτέρᾳ κενώσει τοσοῦτον χρόνον διαλιπεῖν, ὡς μεταληφθῆναί
1. τι καὶ εἰς τὰς φλέβας ἐκ τῶν κατὰ τὸ σῶμα.
2. τοῦτο δ’ οὐκ ἐπιτρεπτέον ἐν αὐταῖς ἀπομένειν, ἡμιμόχθηρον
3. ὑπάρχον, ἀλλ’ ἐκκενωτέον αὐτοῦ τὸ πλεῖστον. ταῦτά τοι καὶ
4. κατὰ τὴν δευτέραν ἡμέραν ἐπαφαιροῦμεν αἵματος, ἐνίοτε δὲ
5. καὶ κατὰ τὴν τρίτην, ἐπειδὰν ἀντισπᾷν τε καὶ μετάγειν
6. ἐξ ἑτέρων εἰς ἕτερα συμφέρειν δόξῃ. λέγεται δὲ καὶ
7. περὶ τῶν τοιούτων ἁπάντων διορισμῶν ἀκριβέστερον ἐν τοῖς
8. περὶ φλεβοτομίας, ὧν οὐκ ἐγχωρεῖ μεμνῆσθαι τανῦν διὰ
9. τὸ τῆς θεραπευτικῆς πραγματείας ἰδιωτέρους ὑπάρχειν αὐτοὺς,
10. καὶ μέλλειν που καὶ αὖθις ἴσως ἡμᾶς ἐν τῇδε τῇ
11. πραγματείᾳ περὶ φλεβοτομίας ἐντελέστερον διέρχεσθαι.

Cliquer un n° de page pour en afficher l’image