12. Λοιπὸν οὖν, ὅτι ταχέως οὐ χρὴ πληροῦν
13. ἐπὶ φλεβοτομίαις, εἰπόντες ἐνταῦθα καταπαύσομεν τὸν λόγον.
14. ἕξει δὲ καὶ οὗτος εἰς πίστιν ὑπόθεσίν τινα τῶν ἤδη προαποδεδειγμένων
15. ἐν τῇ περὶ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ.
16. δέδεικται γὰρ ἐν ἐκείνῳ τῷ λόγῳ πᾶσι τοῖς ὑπὸ φύσεως διοικουμένοις
17. ὑπάρχουσα δύναμις ἔμφυτος ἡ ἑλκτικὴ τῶν ὁμοίων
1. χυμῶν, ὑφ’ ὧν τρέφεσθαι μέλλει. δέδεικται δὲ καὶ ὡς, ἐπειδὰν
2. ἀπορῇ μὲν οἰκείας τε ἅμα καὶ χρηστῆς τροφῆς, ἐπείγεται
3. καὶ τῶν οὐ χρηστῶν τι συναρπάσαι. τοιοῦτον δ’ ἐστί
4. που τὸ μήπω πεφθὲν ἐν κοιλίᾳ τε καὶ φλεψίν. ἀναγκαῖον
5. οὖν, ἐπειδὰν πλείω λαμβάνῃ τὰ σιτία κατὰ τὸν καιρὸν τοῦτον
6. ὁ ἄνθρωπος, ἀναρπάζεσθαι πλεῖστον ὠμὸν χυμὸν εἰς τὸν
7. ὄγκον τοῦ ζώου διὰ πολλὰς αἰτίας· ὅτι τε φαυλότερον ἐν
8. τῇ γαστρὶ καὶ ταῖς φλεψὶ πέττεται τὸ πλέον, ὅτι τε πλέον
9. εἰς τὸν ὄγκον ἀνέρχεται διὰ τὸ πλέον ὑπάρχειν, ὅτι τε
10. πρωϊαίτερον, ἢ χρὴ, διὰ τὸ συγχωρεῖν μὲν τὴν γαστέρα ταῖς
11. φλεψὶ, τὰς φλέβας δὲ ἅπασι τοῖς ἄλλοις τοῦ ζώου μορίοις
12. ἐπισπᾶσθαι τὸ μήπω κατειργασμένον, ὅπερ οὐκ ἂν συνεχώρησαν
13. ὁμοίως, εἴπερ ὀλίγον ἦν. ἐπιδέδεικται γὰρ, ὡς
14. αὐτὰ πρότερον ἀπολαύει τὰ μόρια τῆς οἰκείας τροφῆς, εἶθ’
15. οὕτως ἑτέροις ἐπιπέμπει. τὸ δὲ δὴ τελευταῖον καὶ μέγιστον
16. αἴτιον τῆς βλάβης τοῖς οὕτω διακειμένοις ἐστὶ τὸ πολλὴν
17. τὴν ἡμίπεπτον ἐπισπασάμενα τροφὴν τὰ καθ’ ὅλον τὸν
1. ὄγκον τοῦ ζώου μόρια πλῆθος οὐκ ὀλίγον ἐξ αὐτῆς ἀπογεννᾷν
2. περιττωμάτων. οὐδὲ γὰρ πέττειν αὐτὴν ἅπασαν ὁμοίως
3. τῇ χρηστῇ δυνατὸν αὐτοῖς, οὔτε προσφύειν, οὔθ’ ὁμοιοῦν,
4. ἀλλ’ ἀτυχεῖν ἐν ἑκάστῳ τῶν οἰκείων ἔργων ἐπὶ τῇ μοχθηρᾷ
5. τε ἅμα καὶ πολλῇ τροφῇ. ὅμοιον γάρ τι συμβαίνειν αὐτοῖς
6. ἀναγκαῖον, οἷόν τι καὶ αὐτῇ τῇ γαστρὶ προσενεγκαμένῃ
7. σιτία πολλὰ κακῶς παρεσκευασμένα. λέγω δὲ παρεσκευάσθαι
8. κακῶς, ὅσα δεόμενά τινος ἑψήσεως ἢ ὀπτήσεως
9. οὐκ ἀπέλαυσε τελέως αὐτῆς. ἄρτον οὖν ἐλλιπῶς ὠπτημένον
10. ἢ κρέας ἢ ὄσπριον ἀτελῶς ἑψημένον ἀδύνατόν ἐστι πεφθῆναι
11. χρηστῶς ἐν γαστρί. τὸν αὐτὸν δὲ λόγον ἔχει τὰ κατὰ
12. τὴν γαστέρα μοχθηρῶς κατεργασθέντα πρὸς τὴν δευτέραν
13. τὴν ἐν φλεψὶ πέψιν, ὃν τὰ φαῦλα παρασκευασθέντα σιτία
14. πρὸς τὴν ἐν τῇ γαστρί. καὶ μέντοι τὰ κατὰ τὰς φλέβας
15. οὐκ ὀρθῶς πεφθέντα τὸν αὐτὸν ἔχει λόγον ὡς πρὸς τὴν
16. ἐν σαρκὶ πέψιν, ὃν εἶχεν τὰ μὲν σιτία πρὸς τὴν ἐν τῇ γαστρὶ,
17. τὰ δ’ ἐκ ταύτης ἀναδιδόμενα πρὸς τὴν ἐν ταῖς φλεψίν.
1. οὔτ’ οὖν ἡ γαστὴρ ἀκριβῶς πέττει τὰ ἔξωθεν, οὔθ’ αἱ φλέβες
2. τὰ ἐκ τῆς γαστρὸς, οὔθ’ αἱ σάρκες τὰ ἐκ τῶν φλεβῶν,
3. ὅταν μὴ καλῶς ᾖ προκατειργασμένα· κᾀν τούτῳ πλῆθος
4. ἀναγκαῖόν ἐστιν ἐν σώματι γεννᾶσθαι περιττωμάτων. ἐμοὶ
5. μὲν οὖν εἴρηται τὸ σύμπαν, ὡς ἐν βραχυτάτῳ διελθεῖν· εἰ
6. δέ τις ἑκάστου τῶν εἰρημένων εἰς τὴν ἀπόδειξιν ἐπιστήμην
7. ἀκριβῆ λαβεῖν βούλεται, τούτῳ τὰ περὶ τῶν φυσικῶν δυνάμεων
8. ἀναγνωστέον ἐστὶν, ἐν οἷς ἀποδέδεικται, πρῶτον μὲν,
9. ὡς ἡ γαστὴρ ἑαυτῆς ἕνεκα λαμβάνει τὴν τροφὴν, ἴνα ἀπολαύσῃ
10. τε καὶ ἀναπληρώσῃ τὸ ἐλλεῖπον ἑαυτῇ, καὶ διὰ τοῦτο
11. περιπτύσσεται πανταχόθεν αὐτῇ, καὶ κατέχει σύμπασαν, ἄχρε
12. περ ἂν ἱκανῶς κορεσθῇ· δεύτερον καὶ ὡς, ἐπειδὰν μηκέτι
13. δέηται τοῦ τρέφεσθαι, τότ’ ἀνοίγνυσι μὲν τὸν πυλωρὸν, ἐκθλίβει
14. δὲ καὶ ὠθεῖ κάτω τὰ περιττὰ τῶν σιτίων, οἷον ἄχθος
15. ἀλλότριον· εἶθ’ ὡς ἐν τῇ διὰ τῶν ἐντέρων ὁδῷ, καὶ μάλιστα
16. τῶν λεπτῶν, ἀναρπάζουσιν αἱ καθήκουσαι φλέβες τὴν
17. τροφὴν, ἐκ τῆς πρὸς τὴν κοιλίαν ὁμιλίας ἠλλοιωμένην τε
18. καὶ ἐπιτηδειοτέραν τῷ ζώῳ γεγενημένην· εἶτα καὶ κατὰ τὰς
1. φλέβας ἐξ ἄλλης εἰς ἄλλην διαδίδοται τὸν ὅμοιον τρόπον,
2. ὃν ἐκ τῆς γαστρὸς εἰς τὰς φλέβας· ἐντεῦθεν δ’ ἤδη κατειργασμένη
3. τέλεον εἰς ἕκαστον ἕλκεται τῶν τοῦ ζώου μορίων,
4. ἵνα πέττεται τὴν τρίτην πέψιν ὁμοιοῦταί τε τῷ τρεφομένῳ.
5. ταῦτ’ οὖν ὅστις ἐξ ἐκείνων ἀναλέξεται τῶν γραμμάτων, οὐκέτ’
6. ἀπορήσει τὴν αἰτίαν, δι’ ἣν πολλοὶ κενωθέντες τὴν ἕξιν, εἰ
7. μὴ μετρίως ἀνατρέφοιντο αὖ, πολλὰ περιττώματα καθ’ ὅλην
8. αὐτὴν ἀθροίζουσι, καὶ νοσοῦσιν ἐξ αὐτῶν οὐκ εἰς μακρόν.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 4.11, ed. Kühn, 1823, vol. 6, p. 300-304. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:4.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩