Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 4.2, ed. Kühn, 1823, vol. 6, p. 235-240. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:4.2

14. Ὁ μὲν οὖν ἐπὶ γυμνασίοις ἀμέτροις γιγνόμενος
15. κόπος ὑγιεινόν τι σύμπτωμά ἐστιν, ὁ δὲ τούτων χωρὶς
16. νοσῶδες. ὥστε καὶ Ἱπποκράτει δοκεῖν κάλλιστα εἰρῆσθαι·
17. κόποι αὐτόματοι φράζουσι νόσους. ἡ μὲν οὖν ἑλκώδης αἴσθησις
1. σύμπτωμά ἐστι κοπῶδες. ἡ δ’ αἰτία, δι’ ἣν αὕτη γίγνεται,
2. διάθεσίς ἐστι κοπώδης. ἡ δὲ καὶ ταύτης αὐτῆς αἰτία διττὴν
3. ἔχει τὴν διαφοράν· ἤτοι κατ’ αὐτὸ τοῦ ζώου τὸ σῶμα
4. περιεχομένη, καὶ ὀνομάζεται τηνικαῦτα προηγούμενον αἴτιον,
5. ἢ μηδ’. ὅλως ἐνυπάρχουσα, καὶ καλεῖται προκαταρκτικὸν
6. αἴτιον. ὡς εἶναι μὲν τρία τὰ σύμπαντα γένη, περὶ ὧν
7. ἡμῖν ἐνέστηκε λόγος, τό τε σύμπτωμα τὸ κοπῶδες, καὶ τὴν
8. διάθεσιν τὴν κοπώδη, καὶ τὴν αἰτίαν αὐτῆς, ἑκάστου δ’.
9. αὐτῶν εἰδικάς τινας ὑπάρχειν διαφοράς· ἐν μὲν ταῖς αἰτίαις,
10. ὡς εἴρηται νῦν δὴ, τὴν προηγουμένην καὶ τὴν προκατάρχουσαν,
11. ἐν δὲ ταῖς διαθέσεσιν, ὡς ἐν τῷ πρὸ τούτου λόγῳ
12. δέδεικται, τὴν ἑλκώδη, καὶ τὴν τονώδη, καὶ τὴν φλεγμονώδη,
13. καὶ μέντοι κᾀν τοῖς συμπτώμασι τρεῖς τὰς αὐτάς.
14. ὀνομάζειν οὖν ἔξεστιν, εἰ βούλοιτό τις, ἑτέρως· οὔτε δὲ
15. πλείω τῶν εἰρημένων λέγειν τε καὶ ποιεῖν ἔξεστιν, ἀληθεύειν
16. γε βουλομένοις, οὔτε πλείους διαφορὰς τῶν λελεγμένων.
17. ὁ μὲν οὖν ἑλκώδης κόπος (ἀρκτέον γὰρ ἀπὸ τοῦδε) κινουμένοις
18. αἴσθησιν ἀνιαρὰν ὡς ἑλκουμένου φέρει τοῦ σώματος,
1. ἤτοι κατὰ τὸ δέρμα μόνον, ὅταν ᾖ μετριώτερον, ἢ κατὰ
2. τὰς ὑποκειμένας αὐτῷ σάρκας, ὅταν γένηται σφοδρότερον,
3. ἢ κατὰ τὸ συναμφότερον, ἐπειδὰν ἰσχυρότερον ᾖ. καὶ τοῦτο
4. μέν ἐστι τὸ κοπῶδες σύμπτωμα. διάθεσις δὲ κοπώδης, ἐφ’
5. ᾗ γίνεται τὸ σύμπτωμα, δριμύτης ὑγρῶν ἐστι λεπτῶν καὶ
6. θερμῶν, ὡς διαβιβρώσκειν τε καὶ κεντᾷν καὶ νύττειν τὰ
7. σώματα. γίνεται δὲ αὕτη ποτὲ μὲν ἐπὶ ταῖς ἀμέτροις κινήσεσιν,
8. ὡς ἐν τῷ πρὸ τούτου δέδεικται λόγῳ, ποτὲ δ’ ἐπὶ
9. κακοχυμίᾳ τινὶ λεληθότως ὑποτραφείσῃ, καὶ τοὺς τοιούτους
10. κόπους αὐτομάτους Ἱπποκράτης |ὀνομάζει. τὸ δ’ ἕτερον
11. γένος τοῦ κόπου τὸ τονῶδες, ὅταν αὐτόματον συνιστῆται,
12. ταῖς καλουμέναις πληθώραις ἕπεται. διατείνεται γὰρ ἐν
13. ταύταις τὰ στερεὰ τοῦ ζώου μόρια, καὶ μάλιστα ἐν οἷς οἱ
14. χυμοὶ περιέχονται. τὸ δὲ τρίτον τοῦ κόπου γένος τὸ
15. φλεγμονῶδες ἐπὶ πληθώρᾳ τε ἅμα καὶ τῇ προειρημένῃ γίνεται
16. κακοχυμίᾳ. οὐ γὰρ δὴ πᾶν εἶδος κακοχυμίας, ἀλλ’
17. ἐκεῖνο μόνον, ἐν ᾧ δριμύτης ἐστὶ δακνώδης, ἐργάζεται τὸν
18. ἑλκώδη κόπον· οὐδ’ οὖν οὐδ’ αὐτὸ, κατὰ τὰς φλέβας 
1. ἀναμεμιγμένον τῷ αἵματι, λανθάνει γὰρ αὐτῆς ἡ δύναμις
2. τηνικαῦτα, διαῤῥεούσης τε ἅμα καὶ νικωμένης ὑπὸ τῆς τοῦ
3. αἵματος χρηστότητος, ἀλλ’ ὅταν εἴς τε τὰς σάρκας καὶ τὸ
4. δέρμα μεταληφθεῖσα μόνη στηριχθῇ, τὴν ἑλκώδη
5. διάθεσίν τε καὶ αἴσθησιν ἐπιφέρει. ὅσοι δὲ πλήθους ἔκγονον
6. ὑπάρχειν οἴονται τὸν κόπον τοῦτον, σφάλλονταί, οὔτε
7. γὰρ τοῦ τοιούτου πλήθους, ὃ δὴ καὶ πληθώραν ὀνομάζουσι,
8. (τόν τονώδη γὰρ κόπον ἐκεῖνο ἐργάζεται,) οὔτε τοῦ
9. τὴν δύναμιν βαρύνοντος, οὐ γὰρ δῆξις οὐδὲ ἕλκωσις, ἀλλ’
10. ἤτοι βάρος τε καὶ δυσκινησία τοῦ τοιούτου πλήθους ἐστὶ
11. συμπτώματα, τὴν ψυχικὴν βαρύνοντος δύναμιν, ὅταν ὡς
12. πρὸς ταύτην ὑπάρχῃ πλέον, ἢ κακοσφυξίαι τινὲς, ὅταν
13. πρὸς τὴν ζωτικήν. εἴρηται δ’ ὑπὲρ αὐτῶν αὐτάρκως ἐν τῷ
14. περὶ σφυγμῶν, ὥσπερ γε κᾀν τῷ περὶ πλήθους βιβλίῳ
15. τὰ γνωρίσματα τῆς φυσικῆς δυνάμεως εἴρηται βαρυνομένης
16. ἅμα τοῖς τῶν ἄλλων ἀμφοτέρων. οὔκουν τὸ πλῆθος αἴτιόν
17. ἐστι τοῦ τὴν ἑλκώδη φέροντος αἴσθησιν κόπου, ἀλλ’ ἡ τῶν
18. ἐν τῷ δέρματι καὶ τῇ σαρκὶ περιεχομένων ὑγρῶν δριμύτης.
1. αὕτη γὰρ, ἐπειδὰν μὲν ἡσυχάζουσα περικέηται, διαλανθάνει
2. τὴν αἴσθησιν, εἰς κίνησιν δ’ ἀφικομένη παραχρῆμα γνωρίζεται.
3. κίνησις δ’ αὐτῇ πρώτη μὲν καὶ μάλιστ’ ἐγγίνεται
4. κατά τινας οἰκείους λόγους, οὓς ἑξῆς ἐροῦμεν, ἑτέρα
5. δὲ κατὰ συμβεβηκὸς, ἐπειδὰν ἡμεῖς αὐτοὶ προελόμενοι
6. κινῆσαί τι μέρος ἢ καὶ σύμπαν τὸ σῶμα σὺν ἐκείνῳ καὶ
7. τὰς περιεχομένας ἐν αὐτῷ κινήσωμεν ὑγρότητας. ἀλλ’ ἡ
8. μὲν τοιαύτη κίνησις ἐλαχίστη ἐστὶ, καὶ τὴν κοπώδη μόνην
9. αἴσθησιν ἐπιφέρει, ἡ δὲ σφοδροτέρα ῥίγους ἐστὶν αἰτία,
10. ἡ μέση δ’ ἀμφοῖν φρίκης. ὅτι δ’ οὐδὲν κωλύει, κᾂν θερμὸν
11. ὑπάρχῃ τὸ αἴτιον, ῥῖγός τε καὶ φρίκην αὐτὸ ποιεῖν,
12. ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις ἀποδέδεικται. νῦν
13. δ’ ἀρκεῖ μόνον αὐτὰ τὰ κεφάλαια τῶν ἐν ἐκείνῳ τῷ λόγῳ
14. δεδειγμένων ὑπόθεσιν ποιήσασθαι τοῖς παροῦσιν. ὅταν
15. ἐν τοῖς αἰσθητικοῖς σώμασιν ὑποτραφῇ περιττώματα δάκνοντα,
16. κατὰ διττὸν τρόπον εἰς κίνησιν ἀφικνεῖται· καθ’
17. ἕνα μὲν ὑπ’ αὐτῶν τῶν αἰσθητικῶν σωμάτων ὠθούμενα,
18. δύναμιν ἐχόντων ἀποκριτικὴν τῶν ἀλλοτρίων, καθ’ ἕτερον
1. δὲ ὑπὸ κινήσεως σφοδροτέρας, ἣν ἔκ τε τῶν γυμνασίων
2. ἐπικτᾶται, καὶ θυμοῦ, ἢ καὶ τῆς ἐκ τοῦ περιέχοντος
3. θερμασίας. τὰ μὲν οὖν ὑπόθερμά τε καὶ σηπεδονώδη
4. περιττώματα, κινηθέντα σφοδρότερον, οὐ φρίκην μόνον
5. ἢ ῥῖγος ἐπιφέρει, ἀλλὰ καὶ πυρετὸν ἐξάπτει· τὰ δὲ
6. ψυχρά τε ἅμα καὶ λεπτομερῆ φρίκην μὲν καὶ ῥῖγος ἐπιφέρει,
7. πυρετὸν δὲ οὐκ ἐξάπτει. προσεῖναι δέ τι καὶ
8. πλῆθος ἀξιόλογον ἑκατέροις ἀναγκαῖον, εἰ μέλλοι ταῦτα
9. ποιῆσαι. ὅσα δ’ ἤτοι παντάπασιν ὀλίγα περιττώματα
10. δάκνοντα τοῖς αἰσθητικοῖς ἐγγίνεται σώμασιν, ἢ πλείω
11. μέν ἐστιν, οὔπω δ’ ἀκριβῶς δακνώδη, τὸν ἑλκώδη κόπον
12. ἐργάζεται. καὶ δὴ καὶ λεκτέον ἡμῖν ὑπὲρ τούτων
13. ἐστὶν ἐν τῷ παρόντι λόγῳ, τὰ γὰρ τοὺς πυρετοὺς ἐπιφέροντα
14. τῆς θεραπευτικῆς ἐστι πραγματείας· οὐ μὴν
15. ἀλλὰ καὶ ὅσα φρίκην μὲν ἐργάζεται, πυρετοὺς δ’
16. οὐκ ἐξάπτει, καὶ ταῦτα τῆς ἐνεστώσης ἐστὶ
17. πραγματείας.

Cliquer un n° de page pour en afficher l’image