Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 4.3, ed. Kühn, 1823, vol. 6, p. 241-242. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:4.3

1. Ἡ ἴασις δὲ, ἡ μέν τις εἰς κοινοὺς ἀμφοτέροις
2. ἀνάγεται σκοποὺς, ἡ δέ ἔστιν ἑκατέρων ἴδιος· εἰρήσεται
3. δὲ πρότερον ἡ κοινή. χρὴ τοίνυν, εἴτε θερμὸν, εἴτε
4. ψυχρὸν εἴη τὸ περίττωμα, κενοῦν, ἢ ἀλλοιοῦν αὐτό. δέχεται
5. δ’ οὐ πᾶν περίττωμα τὴν ἐκ τῆς φύσεως ἀλλοίωσιν,
6. ὥσπερ οὐδὲ πᾶν ἔδεσμα πᾶσι τοῖς ζώοις τὴν ἐν τῇ γαστρὶ
7. πέψιν, ἀλλ’ εἶναι χρή τινα συγγένειαν τῷ πεττομένῳ πρὸς
8. τὸ πέττον. ὅταν οὖν ἀλλότριον ᾖ παντάπασιν, οὐδεμία
9. μηχανὴ τοῦτο τὸν ἐκ τῆς φύσεως ἐπιδέξασθαι κόσμον,
10. ἀλλὰ χρὴ κενοῦν αὐτὸ πειρᾶσθαι διὰ ταχέων, ὥσπερ γε
11. καὶ τὰ κατὰ τὴν γαστέρα διαφθαρέντα τελέως ἢ ἐμέτοις,
12. ἢ διαχωρήσεσιν ἐκκενοῦσθαι κράτιστον. οὐ μὴν ἐνδέχεται
13. τὴν ἐν τῇ σαρκὶ καὶ τοῖς ἄλλοις σώμασιν ἀναπεπομένην
14. κακοχυμίαν ἑτοίμως οὕτως ἐκκενοῦν, ὡς τὴν ἐν ταῖς αἰσθηταῖς
15. εὐρυχωρίαις περιεχομένην. ἐνίοτε δὲ καὶ ἡ φύσις αὐτὴ
16. τοῦ κάμνοντος οὐ προσίεται βοήθημα ταχέως ἐκκενῶσαι
17. δυνάμενον. οὕτω δὲ καὶ ἄλλη τις ἔστιν ὅτε διάθεσις
1. ἀνθίσταται καὶ ἀπαγορεύει τὸν τοιοῦτον τρόπον τῆς κενώσεως,
2. ὑπὲρ ὧν ἐφεξῆς εἰρήσεται, πρότερόν γε τὸ λεῖπον ἐν
3. τῇ πρώτῃ διαιρέσει προσθέντων ἡμῶν. οἱ μὲν γὰρ κοινοὶ
4. σκοποὶ τῆς τῶν περιττωμάτων ἰάσεως εἴρηνται, κένωσίς
5. τε καὶ ἀλλοίωσις. ἰδίους δ’ ἑκατέρων προσθετέον ἡμῖν·
6. οὐ γὰρ ἑνὶ τρόπῳ κενωτέον, οὐδὲ ἀλλοιωτέον, ἀλλὰ τὸν οἰκεῖον
7. ἀεὶ τῷ λυποῦντι ζητητέον. οἰκεῖος δὲ, συλλήβδην εἰπεῖν,
8. ὁ διὰ τῶν ἐναντίων ἐστὶν, ἐν μέρει δὲ καθ’ ἕκαστον
9. ἐναντίων. τὰ μὲν κεφάλαια τοῦ λόγου ταῦτα· χρὴ δ’ ἐξηγήσασθαι
10. πλατύτερον αὐτὰ, καὶ τὴν οἰκείαν ἀπόδειξιν ἑκάστῳ
11. προσθεῖναι, τὴν ἀρχὴν ἀπὸ τῆς ἑλκώδους διαθέσεως
12. ποιησαμένους.

Cliquer un n° de page pour en afficher l’image