Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 4.4, ed. Kühn, 1823, vol. 6, p. 242-263. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:4.4

13. Ἐπεὶ τοίνυν ἐπὶ κακοχυμίᾳ δριμέων περιττωμάτων
14. ὁ τοιοῦτος ἐγίγνετο κόπος, ἐπισκεπτέον πρότερον,
15. εἴτ’ ἐν τοῖς στερεοῖς μόνοις σώμασιν, εἴτε κᾀν ταῖς κοιλίαις
16. τῶν φλεβῶν ἡ κακοχυμία περιέχεται. γνώρισμα δ’ οὐδὲν
17. ἔχομεν ἐναργὲς οὐδὲ σαφὲς ὑπὲρ τῶν ἐν ταῖς φλεψὶ περιττωμάτων, 
1. ὅτι μὴ κατὰ τὰ οὖρα μόνον, ἀλλὰ στοχάζεσθαι
2. χρὴ διὰ τῶνδε. πρῶτον μὲν ἐπισκέπτωμεν, ᾗ τινι κέχρηται
3. διαίτῃ τὸ κάμνον σῶμα· δεύτερον δ’, εἰ καὶ φύσει κακοχυμίαν
4. ἦν ἔθος ἀθροίζειν αὐτῷ· καὶ πρὸς τούτοις, εἴ τινες
5. συνήθεις ἐκκρίσεις ἐπέχονται καὶ φυσικαί· τέταρτον ἐπὶ τούτοις,
6. εἰ γυμνασίοις, ἢ καθάρσεσιν, ἢ ἐμέτοις, ἢ αἰωρήσεσιν,
7. ἢ χρήσεσιν αὐτοφυῶν ὑδάτων εἰθισμένος ἐκκενοῦν τὰ
8. περιττὰ ὠλιγώρησεν. ἐν μὲν οὖν τῇ διαίτῃ σκεπτέον, εἰ
9. ἀπεψίαι προήγηνται πολὺ πλείους τε καὶ μείζους τῶν συνήθων,
10. ἢ καὶ κακοχύμων ἐδεσμάτων ἐνεφορήσατο πλῆθος,
11. ἢ οἶνον ἀντὶ μὲν παλαιοῦ γλεύκινον, ἀντὶ δὲ λεπτοῦ παχὺν
12. ἢ τεθολωμένον ἔπιεν, ἢ καὶ παντάπασιν εἰς ὕδατος
13. πόσιν ἐξ οἴνου μετῆλθεν, οὐχ ἅπαξ ἢ δὶς ἐφ’ ἑκάστῳ
14. τῶν εἰρημένων πλημμελήσας, ἀλλὰ συνεχῶς τε ἅμα καὶ χρόνῳ
15. πολλῷ. δεύτερον ἐπισκεπτέον, ὡς εἴρηται, μή τις τῶν φύσει
16. κακοχυμίαν ἑτοίμως ἀθροιζόντων ἐστὶν ὁ κάμνων ἄνθρωπος.
17. ἐξευρήσεις δὲ τοῦτο πυθόμενος, εἰ ψωρώδης διάθεσίς ποτε,
18. ἢ λεπρώδης, ἢ ἀλφώδης, ἢ κνησμώδης ἐπὶ πλέον αὐτῷ
1. συνέπεσεν, ἢ ἐρυσίπελας, ἢ ἕρπης, ἢ ἐλέφας, ἢ ὀφίασις,
2. ἢ ἀλωπεκίασις, ἢ φλύκταιναι πλείους, ἢ ἑλκώδης ἐξάνθησις,
3. ἢ ἐπινυκτίδες, ἢ ὅλως ὁτιοῦν τῶν ἐπὶ κακοχυμίᾳ γεννωμένων
4. τε καὶ αὐξανομένων συμπτωμάτων. ἐπὶ δὲ τούτοις
5. ἐλέγομεν χρῆναι σκοπεῖσθαι, μὴ συνήθης τις ἔκκρισις
6. ἐπέσχηται δι’ ἐμέτων, ἢ δι’ αἱμοῤῥοΐδος, ἢ σύριγγός τινος,
7. ἢ δυσεντερίας, ἢ γυναικείων καταμηνίων· εἶθ’ ἑξῆς, εἰ
8. αὐτὸς ἐπιτηδεύων ἐκκαθαίρειν ἑαυτὸν ἀεὶ πέπαυται νῦν.
9. ἔνιοι μὲν γὰρ ὑπηλάτοις φαρμάκοις, ἔνιοι δὲ ἐμετηρίοις,
10. ἢ οὐρητικοῖς, ἢ ἱδρωτικοῖς, ἢ χρήσεσιν ὑδάτων αὐτοφυῶν,
11. ἤτοι θειωδῶν, ἢ ἀσφαλτωδῶν, ἢ νιτρωδῶν ἐκκενοῦντες
12. ἑαυτῶν τὰ περιττώματα καθ’ ἕκαστον ἔαρ ἢ
13. φθινόπωρον, ὀλιγωροῦσιν ἐνίοτε, πολλοὶ δὲ, ὡς εἴρηται,
14. καὶ γυμνασίων ἔθους ἀπέστησαν, ἔνιοι δὲ καὶ τρίψεως
15. ἁπάσης, ἢ λουτρῶν, ἢ τῶν μετὰ τὸ βαλανεῖον ἐμέτων ἐπ’
16. οἴνῳ γλυκεῖ. πρόδηλον δέ ἐστιν, ὡς ὁ λόγος οὐ μόνον
17. τῶν τὴν ἀρίστην ἐχόντων κατασκευὴν ἐμνημόνευσεν, ἀλλ’
1. ὑπὲρ τοῦ μηδὲν λείπειν τῷ καταλόγῳ τῶν τῆς κακοχυμίας
2. αἰτιῶν ἐφήψατο καὶ τῶν ἀθροιζόντων φύσει κακοχυμίαν
3. σωμάτων, ὑπὲρ ὧν ἐν ταῖς μοχθηραῖς κατασκευαῖς τοῦ
4. σώματος ἐν τοῖς ἑξῆς ὑπομνήμασιν ἐπὶ πλέον ἐροῦμεν. ἐκ
5. τούτων μὲν οὖν στοχάζεσθαι χρὴ τοῦ ποσοῦ τῆς κακοχυμίας,
6. ἴασιν δὲ τῷ μέτρῳ τῆς ποσότητος ἐξευρίσκειν ἀνάλογον·
7. εἰ μὲν ὀλίγη παντάπασιν ὑπάρχει, καὶ κατ’ αὐτὸ
8. μόνον ἠθροισμένη τὸ δέρμα, μετριωτέραν, εἰ δὲ μείζων,
9. καὶ διὰ βάθους, ἰσχυροτέραν. εἰρήσεται δὲ προτέρα μὲν
10. ἡ τῆς ἐπιεικοῦς τε καὶ παρὰ τῷ δέρματι μόνον, ἑξῆς δὲ
11. καὶ ἡ τῶν σαρκῶν ἐμπεπλησμένων, καὶ τρίτη πρὸς αὐταῖς,
12. ὅταν ὅλον ἀκάθαρτόν τε καὶ περιττωματικὸν ὑπάρχῃ τὸ
13. αἷμα. δοίη ἴδῃ μοι, πρῶτον μὲν ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν
14. ἀνελθὼν, εὔχυμόν τινα φύσει νεανίσκον, ἔμπροσθεν μὲν
15. ὑγιεινῶς διαιτώμενον κατὰ πάντα, νῦν δὲ διά τινα χρείαν
16. ἀναγκαίαν ἐν ὁδοιπορίᾳ πλέονι χρόνῳ διατετριφότα, μήτε
17. γυμνάσασθαι τὰ συνήθη, μήτε λούσασθαι, κεχρῆσθαι δὲ
18. ἐδέσμασι καὶ πόμασι μοχθηροῖς, καὶ μετὰ τὸ ἄριστον, ἢ
1. τὸ δεῖπνον, ἢ καὶ δι’ ὅλης τῆς ἡμέρας ἐπ’ ὀχήματος ἐνηνέχθαι,
2. μηδ’ ὕπνου τὰ πολλὰ καλῶς ἀπολαύσαντα· προσκείσθω
3. δὲ μηδὲν αὐτῷ πεπλημμελῆσθαι περὶ τὴν ποσότητα
4. τῶν προσενηνεγμένων, καὶ διὰ τοῦτο μηδ’ ἀπεψίᾳ τινι
5. περιπεπτωκέναι τονδί. τὸν γὰρ τοιοῦτον ἄνθρωπον οὐκ
6. ἐνδέχεται κακοχυμίαν ἠθροικέναι πολλήν. οὔκουν οὐδὲ τῆς
7. ἐπανορθώσεως δεῖται μακρᾶς, ἀλλὰ χρὴ γυμνάσιον ἀποθεραπευτικὸν,
8. οἷον ἐν τῷ πρὸ τούτου γράμματι διήλθομεν.
9. εἴρηται δὲ καὶ περὶ τῆς ἀκολούθου διαίτης ἐν αὐτῷ. καὶ
10. νῦν οὐδὲν ἔτι χρὴ μηκύνειν, ἀλλ’ ἀναμνῆσαι μόνον, ὡς
11. ὁ σκοπὸς τῶν οὕτω διακειμένων σωμάτων κένωσίς ἐστι τῶν
12. κατὰ τὸ δέρμα περιττωμάτων, ὡς ἂν καὶ τῆς διαθέσεως ἐν
13. τούτῳ μόνῳ γεγενημένης. ὑποκείσθω δὴ πάλιν ὁ αὐτὸς ἄνθρωπος
14. ἐπὶ τοῖς ἄλλοις τοῖς αὐτοῖς ἀπεψίαις πλείοσι περιπεπτωκώς·
15. ὑποκείσθω δὲ καὶ ἡ ἑλκώδης αἴσθησις αὐτῷ μὴ
16. κατὰ τὸ δέρμα μόνον, ἀλλὰ καὶ διὰ βάθους, ὡς ὑπονοεῖν,
17. ὅλον ἐμπεπλῆσθαι τὸ σῶμα τῆς κακοχυμίας. οὐκέτι τὸν
18. τοιοῦτον οὔτ’ ἐπὶ γυμνάσιον ἄξομεν, οὔτ’ ἐπὶ κίνησιν ὅλως
1. οὐδεμίαν, ἡσυχάσαι δὲ καὶ ὑπνῶσαι κελεύσαντες, ἐν ἀσιτίᾳ
2. φυλάξομεν ὅλην τὴν ἡμέραν· εἶτ’ εἰς ἑσπέραν ἀλείψαντές τε
3. λιπαρῶς καὶ λούσαντες εὐκράτῳ θερμῷ, τροφὴν εὔχυμον
4. καὶ ῥοφηματώδη δώσομεν ὀλιγίστην· οὐκ ἀφέξομεν δ’ αὐτὸν
5. οὐδ’ οἴνου, συμπέττει γὰρ καὶ τοὺς ἡμιπέπτους χυμοὺς ὁ
6. οἶνος, εἴπερ τι καὶ ἄλλο, καὶ ἱδρῶτας καὶ οὖρα προτρέπει,
7. καὶ ὕπνῳ συντελεῖ. δεόμεθα δ’ ἐπὶ τῶν οὕτως ἐχόντων,
8. ὅσον μὲν ἤδη ἀκριβῶς μοχθηρόν ἐστι τῆς κακοχυμίας πεφθῆναι
9. μηκέτι δυναμένης, ἱδρῶσί τε καὶ οὔροις ἐκκενῶσαι,
10. τὸ δ’ οἷον ἡμίπεπτον ἔτι συμπέψαι τε καὶ χρηστὸν ἀπεργάσασθαι.
11. τοῦτο δὲ κάλλιστα δι’ ἡσυχίας καὶ ὕπνου ἀποτελεῖται.
12. εἰ μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις κατασταίη τὸ
13. σύμπτωμα, πρὸς τὰ συνήθη κατ’ ὀλίγον ἐπαναγαγεῖν χρὴ
14. τὸν ἄνθρωπον. εἰ δὲ καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ἔτι παραμένοι,
15. σκεπτέον ἤδη περὶ βοηθήματος ἰσχυροτέρου, καὶ
16. μάλιστα εἰ διὰ τῆς νυκτὸς ἤτοι κοπώδης ἐπὶ μᾶλλον, ἢ
17. ἀσώδης, ἢ ἄγρυπνος, ἢ ἐν ὕπνοις καὶ φαντασιώδεσι καὶ 
1. ταραχώδεσι γένοιτο. τοὺς γὰρ τοιούτους, σὺν μὲν ἰσχυρᾷ
2. τῇ δυνάμει, δυοῖν θάτερον, ἢ φλεβοτομεῖν, ἢ καθαίρειν
3. προσήκει, διορισαμένους, ὁποτέρου δεῖ μᾶλλον, ὡς ἐφεξῆς
4. ἐρῶ· σὺν ἀσθενεῖ δὲ, φλεβοτομεῖν μὲν οὐδαμῶς, ὑποκαθαίρειν
5. δὲ μετρίως. ὁποῖαι δ’ εἰσὶν αἱ μέτριαι καθάρσεις,
6. ἐν τοῖς ἑξῆς εἰρήσεται, πρότερόν γε διορισαμένων ἡμῶν τὰ
7. πρότερον. τῆς γὰρ δυνάμεως ἰσχυρᾶς οὔσης, καὶ τοῦ κόπου
8. παραμένοντος, ἐπισκεπτέον, εἴτε μετὰ πλήθους αἵματος,
9. ἢ ὠμῶν καὶ ἀπέπτων χυμῶν, εἴτε αὐτὴ καθ’ ἑαυτὴν μόνη
10. γέγονεν ἡ τὸν κόπον ἐργαζομένη κακοχυμία. εἰ μὲν γὰρ
11. μετὰ πλήθους αἵματος, ἤτοι φλεβοτομητέον, ἤ τι τῶν ἀναλόγων
12. τῷδε πρακτέον. ἀνάλογα δέ ἐστι τάδε· τοῖς μὲν
13. αἱμοῤῥοΐδας ἐπεσχημένοις ἐκείνας ἀναστομῶσαι, ταῖς δὲ γυναιξὶ
14. τὴν διὰ μήτρας ἔκκρισιν κινῆσαι, ὥσπερ γε καὶ οἷς
15. τούτων οὐδέν ἐστιν, ἀποσχάσαι τὰ σφυρὰ, κᾄπειθ’ οὕτως
16. ὑποκαθαίρειν φαρμάκῳ, ὃ μάλιστα οἰκεῖον τῇ κακοχυμίᾳ.
17. μόνης δὲ συστάσης τῆς κακοχυμίας ἄνευ πλήθους αἵματος,
1. ἐπὶ τὴν οἰκείαν τῷ λυποῦντι περιττώματι κάθαρσιν ἔρχεσθαι
2. χρή. λυπεῖ δὲ ποτὲ μὲν ἤτοι πικρόχολον, ἢ μελαγχολικὸν,
3. ἔστι δ’ ὅτε φλεγματῶδες, ἢ ἁλυκὸν, ἢ ὀξὺ, καὶ τούτων
4. ἕκαστον ἢ ὀῤῥωδέστερον, ἢ παχύτερον, ἢ μέσον πως κατὰ
5. τὴν σύστασιν· ὑπὲρ ὧν τῆς διαγνώσεως ἤδη λέγωμεν. εἰ
6. μὲν ἅμα τισὶν ἐξανθήμασιν ἡ κοπώδης γένηται διάθεσις,
7. ἐξ ἐκείνων ἕτοιμον εὑρίσκειν, ὁποῖόν τι τὸ εἶδός ἐστι τοῦ
8. περιττώματος· εἰ δὲ τούτων χωρὶς, ἐπὶ μὲν εὐχύμου φύσεως
9. ἔκ τε τῶν προηγησαμένων ἐδεσμάτων, καὶ τῶν ἄλλων ἁπάντων,
10. ὁπόσα συνέπεσεν αὐτῷ, κακοχύμου δ’ ὄντος φύσει,
11. κᾀντεῦθέν τι ληπτέον. εἰρήσεται δ’ ἐπὶ πλέον αὖθις ὑπὲρ
12. τῶν τοιούτων κράσεων· νυνὶ δὲ περὶ τῶν ἄλλων λεκτέον, ἐξ
13. ὧν καὶ αὐτῶν ἔνεστι τεκμήρασθαι τὸ τῆς κακοχυμίας εἶδος.
14. ἀργότερον μὲν γὰρ διῃτημένοις φλεγματωδέστερος
15. ἀθροίζεται χυμός· ἐν πόνοις δὲ πλείοσιν ἤτοι πικρόχολος,
16. ἢ μελαγχολικὸς, ἐν θέρει μὲν πικρόχολος, ἐν φθινοπώρῳ
17. δὲ μελαγχολικός. ἀλλὰ καὶ τῶν πόνων τὸ μῆκος ἐπισκεπτέον·
1. ὅσῳ γὰρ ἂν ὦσι πολυχρονιώτεροι, τοσούτῳ μᾶλλον ἐπὶ τὸ
2. μελαγχολικὸν ἐκτρέπονται. καὶ τοίνυν, ὅσοι μὲν ἅμα πολλοῖς
3. ἱδρῶσιν ἐγένοντο, παχύτερον ἐργάζονται τὸ περίττωμα,
4. λεπτότερον δὲ οἱ χωρὶς ἱδρῶτος, ὥσπερ οἱ ἐν χειμῶνι καὶ
5. ὅλως ταῖς ψυχραῖς καταστάσεσι. συνεπισκεπτέον δ’ ἐν τῷδε
6. καὶ περὶ τῶν οὔρων τοῦ πλήθους, ὥσπερ γε καὶ περὶ
7. τῆς τῶν ἱδρώτων ποιότητος· οἱ μὲν γὰρ ὀξώδεις, οἱ δὲ
8. ἁλμυροὶ, οἱ δὲ οἷον βορβόρου τινὸς ἢ βρόμου σαφῶς ὄζουσιν.
9. ἔνεστι δὲ τοῦτο καὶ διὰ τῆς στλεγγίδος, ὁπότε λούονται,
10. σκοπεῖσθαι. πολλάκις γοῦν ἐφάνη πικρόχολος ἀκριβῶς,
11. οἷος ἐπὶ τῶν ἰκτεριώντων ἀποκρίνεται. διάγνωσις δ’ αὐτῆς
12. ῥᾳδία καὶ πρὸ τῆς γεύσεώς ἐστιν ἐκ μόνης τῆς χροιᾶς·
13. ὠχρὰ γὰρ ὁμοίως τῇ τοιαύτῃ χολῇ φαίνεται. πολλάκις γε
14. μὴν ἐπὶ πόνοις ἰσχυροτάτοις καὶ καύμασι σφοδροτάτοις
15. ἀκριβῶς ξανθὴ ὤφθη. καὶ μὲν δὴ καὶ μέσος ποτὲ καὶ
16. μικτὸς ἐξ ἀμφοῖν, οἷον ὠχρόξανθός τις, ὥσπερ καὶ ὁ τῆς
17. χολῆς χυμός. ἔστι γὰρ καὶ τοῦτον ἰδεῖν ἐν ἐμέτοις τε καὶ
1. διαχωρήμασιν ἤτοι γ’ ὠχρὸν, ἢ ξανθὸν, ἢ ἐξ ἀμφοῖν σύνθετον.
2. ὁποῖος δ’ ἂν οὗτος ἐν τῷ σώματι περιέχηται,
3. τοιοῦτον ἀναγκαῖον αὐτοῦ φαίνεσθαι καὶ τὸν ὀῤῥόν. ὁ μὲν
4. οὖν ἱδρὼς τῶν καθ’ ὅλον τὸ σῶμα πλεοναζόντων χυμῶν
5. ἐστι γνώρισμα, τὸ δ’ οὖρον ἐκείνων μόνον, ὅσοι περ ἂν
6. ἐν τοῖς ἀγγείοις περιέχωνται. μηδὲν οὖν παραλιπεῖν ὅλως,
7. ἀλλὰ καὶ τοὺς ἱδρῶτας ἐπισκεπτέον, ὡς εἴρηται. νῦν δὲ καί
8. ποτ’ αὐτὸν τὸν κάμνοντα κελεύειν αὐτοῦ ἀπογεύεσθαι πρὸς
9. ἀκριβεστέραν διάγνωσιν· ὅπερ εἴωθεν ἔστιν ὅτε καὶ αὐτόματον
10. γενέσθαι, παραῤῥυέντος εἰς τὸ στόμα τοῦ καταφερομένου
11. πολλάκις ἔκ τε τοῦ μετώπου καὶ τῶν τούτου μορίων.
12. ἐπισκεπτέον δὲ καὶ τῶν οὔρων τήν τε σύστασιν ἅμα καὶ
13. τὴν χρόαν. οὐ παραλειπτέον δὲ οὐδὲ τὰ ἐναιωρούμενα,
14. οὐδὲ τὰ ὑφιστάμενα ἀνεπίσκεπτα. τὰ τοιαῦτα σύμπαντα
15. γὰρ δηλοῖ ἀκριβῶς, ὁποῖόν τι ἐν ἀγγείοις ἐστὶν αἷμα. χολώδους
16. μὲν οὖν ὄντος, ἀναγκαῖόν ἐστι καὶ τὸν ὀῤῥὸν αὐτοῦ
17. χολώδη φαίνεσθαι καθ’ ἑκατέραν τῆς χολῆς ἰδέαν, ὁμοίως
18. δ’ ἔτι καὶ φλεγματώδους ὑπάρχοντος. ὅταν μὲν οὖν ἀκριβῶς
1. ἄπεπτον ὑπάρχῃ, λεπτὸν καὶ ὑδατῶδές ἐστι τὸ οὖρον, οὔθ’
2. ὑπόστασιν ἴσχον, οὔτε ἐναιώρημά τι· πεττομένου δὲ ταῦτα
3. φαίνεται, καί τινες ἄνωθεν ἐφίστανται νεφέλαι λεπταὶ, καθάπερ
4. καὶ ἡ καλουμένη γραῦς καὶ ἐπίπαγος ἐπὶ τῶν ἀποψυχομένων
5. ζωμῶν. εἰ δὲ θολερὸν, οἷον καὶ τὸ τῶν ὑποζυγίων,
6. φαίνοιτο, δηλώσει ἐμπεπλῆσθαι μὲν τῶν καλουμένων
7. ὠμῶν χυμῶν τὰς φλέβας, οὐ μὴν ἡσυχάζειν γε περὶ αὐτοὺς
8. τὴν φύσιν, ἀλλὰ πέττειν ἐῤῥωμένως. εἰ δὲ καὶ διακρίνοιτο
9. ταχέως τὸ ὑφιστάμενον, λευκόν τε εἴη καὶ λεῖον καὶ ὁμαλὲς,
10. ὅσον οὔπω φήσει κρατήσειν ἁπάντων αὐτῶν τὴν φύσιν.
11. εἰ δ’ οὐρησάντων μὲν εἴη καθαρὸν, ἀναθολωθείη δ’ εὐθέως,
12. ἐπιχειρεῖν τῇ πέψει τῶν ὠμῶν χυμῶν ἐνδείκνυται τὴν
13. φύσιν, εἰ δὲ μετὰ πλείονα χρόνον, οὐκ εὐθὺς, ἀλλ’ ὕστερον
14. ἐπιχειρῆσαι. κοινὸν δ’ ἐπὶ πάντων οὔρων θολερῶν
15. ἔστω σοι γνώρισμα ἡ διάκρισις, ἤτοι ταχέως, ἢ βραδέως,
16. ἢ μηδ’ ὅλως γιγνομένη. εἰ μὲν οὖν ταχέως γίγνοιτο, καὶ τὸ
17. ὑφιστάμενον εἴη λευκὸν καὶ λεῖον καὶ ὁμαλὲς, ἰσχυροτέραν 
1. ἐνδείκνυται μακρῷ τὴν φύσιν ὧν πέττει χυμῶν. εἰ δ’ ἀγαθὴ
2. μὲν ἡ ὑπόστασις, ἐν χρόνῳ δὲ γίγνοιτο πλέονι, καὶ τὴν
3. φύσιν ἐν χρόνῳ πλέονι κρατήσειν τῶν χυμῶν ἐπαγγέλλεται.
4. εἰ δ’ ἤτοι μὴ διακρίνοιτο παντάπασιν, ἢ σὺν μοχθηραῖς
5. ὑποστάσεσιν, ἀσθενὴς ἡ φύσις ἐστὶ καὶ δεῖται βοηθείας
6. τινὸς εἰς τὸ πέψαι τοὺς χυμούς. ὥσπερ δὲ τὰ οὖρα
7. τῶν ἐν τοῖς ἀγγείοις χυμῶν ἐνδείκνυται τὴν διάθεσιν, οὕτως
8. οἱ ἱδρῶτες, καὶ τὰ ἄλλα τὰ περὶ τὴν σύμπασαν ἕξιν τοῦ
9. ζώου φαινόμενα τῶν κατ’ ἐκείνην ἐστὶ δηλωτικά. θερμοτάτη
10. μὲν γὰρ αἴσθησις ἀήθης ἐν αὐτῇ γένεται, τῶν θερμῶν
11. ἐπικρατούντων χυμῶν, ψυχροτάτη δὲ, τῶν ψυχρῶν. καὶ λευκότεροι
12. μὲν ἐπὶ ταῖς τοῦ φλέγματος, ὠχρότεροι δὲ ἐπὶ ταῖς
13. τῆς χολῆς φαίνονται πλεονεξίαις, εἰ δὲ καὶ ἀκρατεστέρα
14. ποτ’ εἴη, ξανθότεροι. τὸ γὰρ χρῶμα τῶν χυμῶν ἐστιν, οὐ
15. τῶν στερεῶν τοῦ ζώου μορίων, ὅταν γε μὴ ὑποχωρήσωσιν
16. εἰς βάθος οἱ χυμοί. συμβαίνει δ’ αὐτοῖς τοῦτο διὰ κρύος,
17. ἢ ῥῖγος, ἢ πάθος ψυχικὸν, οἷον φόβον, ἢ λύπην ἰσχυρὰν,
1. ἢ ἀρχομένην αἰδώ· μηδενὸς δὲ τούτων παρόντος, οὐκ ἄν
2. ποθ’ ὑπονοστήσειαν εἰς τὸ βάθος οἱ χυμοὶ, ὥσπερ οὐδ’
3. ἐπικαύσαιεν ἄν ποτε τὸ δέρμα βιαιότερον ὁρμήσαντες ἐπ’
4. αὐτὸ χωρὶς τοῦ παθεῖν τι τὴν ψυχὴν, ἢ θάλπος ἄμετρον
5. ἔξωθεν περιστῆναι τὸ ζῶον. ὀργισθέντων οὖν ποτ’ ἰσχυρῶς,
6. ἢ θυμωθέντων, ἢ τὴν ἐκ τῆς αἰδοῦς οἷον ἄμπωτιν τῶν
7. χυμῶν ἀναφερομένων, μὴ προσέχειν τὸν νοῦν τῇ χρόᾳ.
8. χωρὶς δὲ τοῦ βιάζεσθαι τὸ περιϊστάμενον ἔξωθεν ἤτοι ψυχρὸν,
9. ἢ θερμὸν, ἤ τι πάθος ὧν ἀρτίως εἴρηται γεγενημένον,
10. ἀψευδής ἐστιν ἡ ἐκ τῆς χροιᾶς τοῦ ζώου διάγνωσις
11. τῶν χυμῶν. ὡς οὖν τὸ μὲν λευκότερον ἑαυτοῦ γεγονὸς
12. σῶμα τὸν φλεγματικὸν ἐπικρατεῖν ἐνδείκνυται χυμὸν,
13. τὸ δ’ ὠχρότερον ἢ ξανθότερον τὸν χολώδη, κατὰ τὸν αὐτὸν
14. τρόπον καὶ ἡ ἐπὶ τὸ ἐρυθρότερον ἐκτροπὴ τοῦ κατὰ
15. φύσιν αἷμα πλεονάζειν, ἡ δὲ ἐπὶ τὸ μελάντερον τὴν μέλαιναν
16. χολὴν δηλοῖ. δόξειε δ’ ἄν σοί ποτε καὶ οἷον μολίβδου
17. τὴν χρόαν ἔχειν, καὶ αὖθις οἷόν τις μίξις εἶναι
18. λευκοῦ τε ἅμα καὶ πελιδνοῦ, καί ποτε τὸ πελιδνὸν αὐτὸ
1. μόνον ἐπικρατεῖν ἄνευ τοῦ λευκοῦ. τὰ τοιαῦτα οὖν χρώματα
2. τὸν ὠμὸν ἐπικρατεῖν ἐνδείκνυται χυμὸν, ἐν εἴδει μὲν
3. ὑπάρχοντα φλέγματος, ἧττον δ’ ὑγρὸν ὄντα τοῦ συνήθους
4. ὀνομαζομένου φλέγματος. ὡς τὰ πολλὰ δὲ οὐδὲ γλισχρότης
5. αὐτῷ πρόσεστιν· ὡς, εἴ γε προσήκοι, τὸν τοιοῦτον χυμὸν ὁ
6. Πραξαγόρας ὑαλώδη καλεῖ, ψυχρὸν μὲν ἱκανῶς ὑπάρχοντα,
7. παχύτερον δ’ ἧττον ὄντα τοῦ κατ’ ἐξοχὴν ὠμοῦ προσαγορευομένου.
8. κοινῇ μὲν γὰρ οἱ τοιοῦτοι χυμοὶ λευκοί τε καὶ
9. ὠμοὶ πάντες εἰσὶ, προσαγορεύεται δ’ αὐτῶν ἄλλος ἄλλῃ
10. προσηγορίᾳ. καὶ οὐ τοῦ νῦν ἐνεστῶτος καιροῦ διορίσασθαι
11. πάντας αὐτούς· μόνου γὰρ εἰς τὰ παρόντα τοῦ κοινῇ πᾶσι
12. συμβεβηκότος δεόμεθα, τοῦ μηδέπω κατειργάσθαι τελέως
13. αὐτοὺς ὑπὸ τῆς φύσεως, ἀλλ’ ἔθ’ ὑπάρχειν ὠμούς. ἐν μεθορίῳ
14. γάρ ἐστι τὸ αἷμα τῶν τε χολωδῶν χυμῶν καὶ τούτων,
15. ὧν τὸ γένος ἑνὶ προσρήματι καλεῖν ἔξεστιν ἢ ὠμὸν
16. χυμὸν, ἢ φλέγμα. ἐκεῖνοι μὲν γὰρ ὑπερκατεργασθέντος
17. ἀποτελοῦνται τοῦ αἵματος, οὗτοι δ’ οὐδέπω γεγονότος. ἔστι
18. δ’ ἑκατέρων ἄπειρος μὲν ἡ κατὰ μέρος διαφορὰ, διώρισται
1. δέ πως ἤδη πρὸς τῶν περὶ τὰ τοιαῦτα δεινῶν εἴδεσιν εὐαριθμήτοις·
2. ὧν οὐδ’ αὐτῶν ἀναγκαῖόν ἐστιν μεμνῆσθαι νῦν
3. ἁπασῶν, ἀλλ’ ἀρκεῖ μόνον εἰς ἓν ἀγαγεῖν τὸ κεφάλαιον,
4. ὅπερ οἷον σκοπόν τινα ποιήσασθαι προσῆκον τῶν πρακτέων.
5. ἐπειδὴ γὰρ οἱ μέν τινές εἰσι, πρὶν ἀκριβῶς αἱματωθῆναι τὴν
6. τροφὴν, οἷον ἡμίπεπτοί τινες, οἱ δ’ ἄπεπτοι παντάπασιν,
7. οἱ δ’ ὀλίγον ἀποδέοντες αἵματος ἰδέας, ἕτεροι δ’ ἔσχατοι
8. τῆς αἱματώσεως, ἀμετρίᾳ θερμότητος ἑπόμενοι, καὶ τούτων
9. αὐτῶν οἱ μὲν ὀλίγον ἀποκεχωρηκότες αἵματος, οἱ δὲ πλέον,
10. οἱ δὲ πλεῖστον, ἐπὶ μὲν τῶν ὀλίγον ἀπεχόντων ἐφ’ ἑκατέρῳ
11. θαῤῥούντως χρῆσθαι φλεβοτομίᾳ, ἐπὶ δὲ τῶν πλέον
12. εὐλαβέστερον, ἐπὶ δὲ τῶν πλεῖστον οὐδ’ ὅλως. συνεπισκοπεῖσθαι
13. δὲ πειρᾶσθαι καὶ τὸ ποσὸν ἐν αὐτοῖς, οἷον,
14. εἰ οὕτως ἔτυχεν, ἂν μὲν ὀλίγον ὑπάρχῃ τὸ χρηστὸν
15. αἷμα, πλεῖστος δ’ ἄλλος τις χυμὸς, ἀφίστασθαι τῆς φλεβοτομίας·
16. ἂν δ’ οὗτος μὲν ὀλίγος ᾖ, δαψιλὲς δ’
17. ὑπάρχῃ τὸ αἷμα, θαῤῥούντως χρῆσθαι ταῖς φλεβοτομίαις.
1. εἶθ’ οὕτως, ὡς εἴρηται πρόσθεν, ὑπάγειν γαστέρα πρός τε
2. τὸ πλῆθος ἀφορῶντα καὶ τὴν ἰδέαν τοῦ πλεονάζοντος χυμοῦ.
3. εἰ δέ τις ἤτοι δι’ ἡλικίαν ἢ διὰ δειλίαν οὐκ ἐθέλοι
4. παρέχειν ἑαυτὸν τῷ ἰατρῷ πρὸς οὐδένα τρόπον αἵματος
5. ἀφαιρέσεως, ἐπὶ κάθαρσιν ἰσχυροτέραν ἄγειν αὐτόν. εἰ δὲ
6. καὶ ταῦτα ὑποπτεύοι, δι’ ἑτέρων ἐκκενοῦν τὸ περιττόν. ἐπὶ
7. μὲν οὖν τῆς ὑποκειμένης ἐν τῷ λόγῳ φύσεως οὐδὲν χαλεπὸν
8. ἐξευρεῖν ἑτέρας κενώσεις· ἐπ’ ἄλλων δὲ μετὰ διορισμῶν
9. ἀκριβεστέρων ἐξευρίσκειν αὐτὰς προσήκει, οὓς αὖθις ἐροῦμεν,
10. ἐπειδὰν πρότερον ὑπὲρ τῆς εὐχύμου φύσεως εἴπωμεν.
11. ὑποκείσθω γὰρ ὁ τοιοῦτος ἄνθρωπος ἐπὶ μοχθηρᾷ διαίτῃ
12. κοπώδης γεγενημένος, εἶτ’ ἐξ ὧν εἰρήκαμεν σημείων, ἐν
13. μὲν τῷ φλεβώδει γένει τῶν ἀγγείων παρεμφαινέσθω τι
14. πλῆθος αὐτῷ χυμῶν ἡμιπέπτων, ἐν δὲ τῷ ὅλῳ σώματι
15. τούτων δὴ τῶν δακνωδῶν, οἷς ὁ κόπος εἵπετο, συνηυξήσθω
16. δέ πως αὐτῷ καὶ τὸ αἷμα. μάλιστα μὲν οὖν, ὡς
17. εἴρηται, ἐχρῆν τοῦ αἵματος ἀφελόντα καθῇραι τοὐντεῦθεν 
1. ἐκεῖνον τὸν χυμὸν, ὃς ἂν ἐπικρατεῖν φαίνηται. μὴ προσιεμένου
2. δὲ τὴν τοῦ αἵματος ἀφαίρεσιν, αὐξῆσαι τὴν κάθαρσιν.
3. εἰ δὲ μηδέτερον ὑπομένοι, σκοπεῖσθαι τὴν ἑτέραν ὁδὸν,
4. ᾗ μάλιστα ἄν τις, εἰ καὶ μὴ διὰ ταχέων, ἀλλ’ ἐν χρόνῳ
5. γε πλέονι πρὸς τὴν ἀρχαίαν τοῦ σώματος ἕξιν ἐπανάγοι τὸν
6. ἄνθρωπον. ἐπεὶ οὖν οἱ πρῶτοι δύο σκοποὶ τῆς ἐπανορθώσεως
7. ἐν ἁπάσαις ταῖς τοιαύταις διαθέσεσίν εἰσι, πέψις
8. μὲν τῶν ἀπέπτων ἢ καὶ ἡμιπέπτων χυμῶν, ὁπόσοι πρὸς
9. τοῦ αἵματος γεννῶνται, κένωσις δὲ τῶν δριμέων τε καὶ
10. δακνωδῶν, ὁπόσοι δεύτεροί τ’ εἰσὶ καὶ ὕστεροι τοῦ αἵματος,
11. ἀπέχειν μὲν αὐτοὺς χρὴ κινήσεως ἁπάσης ἰσχυρᾶς, ἀτρέμας
12. δ’ ἀλείφοντας καὶ ἀνατρίβοντας ἐλαίῳ λούειν ὅτι μάλιστα
13. προσηνεστάτοις λουτροῖς, εἶτ’ ἐφ’ ἡσυχίας τε καὶ ἀσιτίας
14. διάγειν, εἰ δ’ οἷόν τ’ εἴη, καὶ ὕπνου, εὖ εἰδότας, ὡς οὐδὲν
15. οὕτω πέττει μὲν τὰ πεφθῆναι δυνάμενα, διαφορεῖ δὲ τοὺς
16. μοχθηροὺς χυμοὺς, ὡς ὁ ὕπνος μετὰ βαλανεῖον. ὅταν οὖν,
17. ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, τῇ πρώτῃ τῶν ἡμερῶν
18. ἀποπειραθέντες, εἰ καθίσταται ὁ κόπος ῥᾳδίως, ὁμοίως
1. ἐνοχλούμενον ὁρῶμεν τὸν ἄνθρωπον, ἐπί τε λουτρὸν ἄγειν
2. αὐτὸν, καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν ἡσυχάζειν τε καὶ ἀσιτεῖν
3. ἀναγκάζειν· ὡς εἰ καὶ τὸ δεύτερον ἔτι τε καὶ τρίτον
4. γνόντες, λοῦσαι νῆστιν, ἡσυχίᾳ τε καὶ ὕπνῳ τὰ μεταξὺ τῶν
5. βαλανείων διαλαμβάνοντα. συντελεῖ δ’ εἰς τὸν ὕπνον οὐχ
6. ἥκιστα καὶ αὐτὸ τὸ βαλανεῖον αὐτοῖς. ὑπνωδέστεροι μὲν
7. οἱ λουσάμενοι γίνονται πάντες, εἰ μηδὲν ἄλλο γε καὶ διακωλύσει
8. μεῖζον. ὥστε σοι τὸν ὕπνον αἴτιόν τε καὶ σημεῖον
9. ἀγαθὸν γίγνεσθαι τῆς ἐλπιζομένης ὠφελείας, ὥσπερ γε
10. καὶ τὸ μὴ δυνηθῆναι καθεύδειν ἐπὶ τοῖς βαλανείοις οὐκ
11. ἀγαθὸν αἴτιον ἅμα καὶ σημεῖον. ὡς τὰ πολλὰ μέντοι καὶ τῶν
12. πλεοναζόντων χυμῶν ἐξ ὕπνου τε καὶ ἀγρυπνίας ἔνεστι λαβεῖν
13. διάγνωσιν. ἐπὶ μὲν γὰρ τοῖς ψυχροῖς τά τε κώματα
14. καὶ οἱ μακρότεροι τῶν ὕπνων, ἐπὶ δὲ τοῖς θερμοῖς καὶ
15. δακνώδεσιν ἀγρυπνία, καὶ εἰ καθυπνώσειέ γέ ποτε, φαντασιώδεις
16. τε καὶ θορυβώδεις ὕπνοι ὑποπίπτουσιν, ὡς ἐξανίστασθαι
17. ταχέως αὐτούς. ὥσπερ δὲ κατὰ τὴν πρώτην ἡμέραν,
18. οὕτω καὶ κατὰ τὴν δευτέραν ἐλάχιστά τε καὶ ἁπλᾶ ῥοφήματα
1. προσοίσομεν αὐτοῖς· τὸ μὲν γὰρ πλείω διδόναι τοῖς κενώσεως
2. δεομένοις ἄντικρυς ἐναντίον, τὸ δ’ αὖ μηδ’ ὅλως τρέφειν
3. ἀσῶδές ἐστι, καὶ κακωτικὸν τοῦ στομάχου, καὶ τῆς δυνάμεως
4. καταβλητικὸν, καὶ τῆς κακοχυμίας αὐξητικόν. ἐλάχιστον
5. οὖν αὐτοῖς διδόναι, μάλιστα μὲν, εἰ οἷόν τε, χυλὸν
6. πτισάνης ἁπλῶς ἠρτημένον, εἰ δὲ μὴ, ἀλλὰ τοῦ χόνδρου
7. τὸν αὐτὸν τρόπον ἠρτημένου τῇ πτισάνῃ, ὀλίγον ὄξους
8. ἔχοντος, καὶ μάλισθ’ ὅταν ὠμῶν πλῆθος ὑποπτεύωμεν ἢ
9. ἐν ταῖς φλεψὶν ἢ καθ’ ὅλον ὑπάρχειν τὸν ὄγκον. εἰ γὰρ
10. μηδὲν ὅλως ὄξους ὁ χόνδρος προσλάβοι, γλισχρότερός ἐστιν,
11. ἢ πρέπει τοῖς παροῦσιν, ὥστ’ ἐμφράξει μᾶλλον, οὐ διαῤῥύψει
12. τοὺς πόρους, οὗ μάλιστα χρῄζουσιν ἐπὶ τοῖς παχέσι
13. καὶ γλίσχροις χυμοῖς, οἷοί πέρ εἰσι τοὐπίπαν οἱ φλεγματώδεις
14. ἅπαντες. εὔχυμος μὲν οὖν ἐστι, καὶ διὰ τοῦτο κακοχυμίας
15. ἐπικεραστικός. ἀλλ’ εἰ μὴ κολασθείη τὸ γλίσχρον ἐν
16. αὐτῷ, προσλαβὼν ὄξους τε καὶ πράσου τὸ μέτριον, ἐμφράξει
17. τε καὶ θρέψει μειζόνως, ἢ συμφέρει τοῖς ἐνεστῶσι.
18. διὰ τοῦτ’ ἄρα καὶ ὁ τῆς πτισάνης χυλὸς ἀμείνων ἐστὶν εἰς
1. τὰ τοιαῦτα, καὶ συμμέτρως τρέφων, καὶ μηδαμόσε κατὰ τὰς
2. στενοτέρας ὁδοὺς ἰσχόμενος, ὥσπερ ὁ χόνδρος, ἀλλ’ αὐτός
3. τε διερχόμενος, προσαποῤῥύπτων τε καὶ διαῤῥύπτων τοὺς
4. πόρους ἅμα τῷ τέμνειν τε καὶ διαλύειν, ὁπόσον ἂν ἐν
5. τοῖς ἡμιπέπτοις τε καὶ ἀπέπτοις χυμοῖς ὑπάρχῃ παχύ. διὰ
6. ταῦτα δὲ καὶ τὸ μελίκρατον ἐπιτήδειόν ἐστιν αὐτοῖς, ὀξύμελί
7. τε καὶ ἀπόμελι, καὶ πέπερι, καὶ ζιγγίβερι, καὶ πάνθ’
8. ὅσα τέμνει τε καὶ διαλύει τὰ παχέα χωρὶς τοῦ κακοχυμίαν
9. ἐργάζεσθαι. λεχθήσεται δὲ ὑπὲρ τῆς ὕλης αὐτῶν ἐπὶ πλέον
10. ἐν τοῖς ἑξῆς· εἰς δὲ τὸν ἐνεστῶτα λόγον ὥσπερ τινὰ παραδείγματα
11. τά τε προειρημένα λελέχθω μοι καὶ τὰ μέλλοντα
12. λεχθήσεσθαι. ὀσπρίων μὲν γὰρ ἐπιτηδειοτάτη ἡ πτισάνη,
13. λαχάνων δ’ ἡ θριδακίνη, τῶν δ’ ἰχθύων οἱ πετραῖοι,
14. καὶ τῶν ἄρτων οἱ κλιβανῖται καὶ ζυμῖται καὶ
15. καθαροὶ συμμέτρως, τῶν δ’ ὀρνίθων οἱ ὄρειοι, τῶν δὲ
16. ποτῶν ὀξύμελι, μελίκρατον, οἶνος λεπτὸς καὶ λευκὸς,
17. ἁπλῶς δ’ εἰπεῖν, ὅσα περ εὔχυμά τ’ ἐστὶ καὶ ῥυπτικὰ,
18. καὶ μὴ γλίσχρα, μηδὲ παχύχυμα, μηδ’ ἱκανῶς πολύτροφα.
1. τὰ δ’ οὐρητικὰ προσαγορευόμενα κατὰ τὸν ἐνεστῶτα καιρὸν
2. οὐκ ἐπαινῶ, καὶ μάλιστα ὅσα σφοδρότερον ἐκθερμαίνει
3. τε καὶ κατατήκει τὸ αἷμα· τῷ γὰρ μέλλοντι καλῶς πεφθήσεσθαι
4. τοσαύτης ταραχῆς οὐδέπω χρεία. ταῦτά τε οὖν
5. ἅπαντα πρακτέον οὕτως ἐστὶ κατὰ τὴν δευτέραν ἡμέραν, οὐχ
6. ἥκιστα δὲ κατὰ τὴν τρίτην τε καὶ τὴν τετάρτην. ἔτι τε
7. πρὸς τούτοις, εἰ πραΰνοιτο μὲν ἡ κοπώδης διάθεσις, εὔχρουν
8. δὲ γίγνοιτο τὸ σῶμα, καὶ ὕπνοι χρηστοὶ, καὶ οὖρα
9. πέπονα, τρῖψαι μὲν ἐπὶ πλέον αὐτὸν ἀποτολμήσαντα, γυμνάσαι
10. δ’ ὀλίγον. πράξαντος γὰρ οὕτως, εἰ μὲν μηδεμία
11. κοπώδης αἴσθησις ἐπιγίγνοιτο, πρὸς τὰ συνήθη γυμνάσια
12. διὰ ταχέων ἐπανάγειν· εἰ δ’ ἐπιφανείη τι τῶν ἔμπροσθεν
13. ἤτοι συμπτωμάτων ἢ σημείων, αὖθις οὖν καὶ σὺ πρὸς
14. ἐκεῖνο βλέπων ἐξαλλάττειν πειρῶ τὰ κατὰ μέρος. εἰ μὲν
15. οὖν τῆς κοπώδους αἰσθήσεως ἀνάμνησις γένοιτο μόνης ἐπὶ
16. τοῖς ἄλλοις ἅπασι σημείοις ἀγαθοῖς διαμένουσιν, ἀποθεραπευτικοῖς
17. ἐπανορθοῦμεν τὸν κόπον· εἰ δὲ ταραχθείη μὲν τὰ 
1. σημεῖα καὶ οἷον χυθείη, μὴ παρείη δ’ ὁ κόπος, ἐν ἡσυχίᾳ
2. πλέονι διαφυλάττειν τὸν ἄνθρωπον· εἰ δ’ ἄμφω συνέλθοι,
3. διὰ τῆς αὐτῆς ἐπιμελείας ἄγων, ᾗ χρώμενος ἔμπροσθεν
4. εἰς τοσοῦτον προσήγαγεν ὠφελείας αὐτὸν, ὡς τολμῆσαί τι
5. καὶ περὶ γυμνασίων. οὕτω μὲν ἐπανορθοῦσθαι προσήκει
6. τὴν εἰρημένην διάθεσιν.

Cliquer un n° de page pour en afficher l’image