7. Εἰ δὲ τἄλλα μὲν ταῦτα εἴη κατὰ τὸν αὐτὸν
8. ἄνθρωπον, ὑπάρχοι δ’ αὖ τῷ κοπώδει σώματι τὸ μὲν
9. αἷμα τὸ χρηστὸν ὀλίγον, οἱ δ’ ὠμοὶ χυμοὶ πάμπολλοι, μήτε
10. φλεβοτομεῖν, μήτε καθαίρειν, μήτε γυμνάζειν, ἀλλὰ μηδὲ
11. κινεῖν ὅλως; μηδὲ λούειν. αἱ μὲν γὰρ φλεβοτομίαι τὸ μὲν
12. χρηστὸν ἐκκενοῦσι, τὸ δὲ μοχθηρὸν, ὅπερ ἐν ταῖς πρώταις
13. μάλιστα φλεψὶ ταῖς καθ’ ἧπάρ τε καὶ μεσάραιον ἀθροίζεται,
14. πρὸς ὅλον ἐπισπῶνται τὸ σῶμα. κάθαρσις δὲ ἐπὶ τῶν τοιούτων
15. στρόφους τε καὶ δήξεις ἐργάζεται καὶ λειποψυχίας
16. σὺν τῷ μὴ κενοῦν ἀξιολόγως· οἱ γὰρ ὠμοὶ χυμοὶ πάντες
17. ἀργοὶ καὶ δυσκίνητοι διὰ τὸ πάχος τε καὶ τὴν ψυχρότητα.
18. προσεμφράττουσιν οὖν ἁπάσας τὰς στενὰς ὁδοὺς, δι’ ὧν
1. χρὴ τὸ κενούμενον ἐν ταῖς καθάρσεσιν ἐπὶ τὴν γαστέρα παραγίνεσθαι,
2. καὶ διὰ ταύτην τὴν αἰτίαν οὔτ’ αὐτοὶ κενοῦνται,
3. καὶ τοὺς ἄλλους ἐμποδίζουσι. τοῦτο μὲν οὖν ὑφ’ Ἱπποκράτους
4. διὰ βραχυτάτου παρῄνηται ῥήματος, εἰπόντος·
5. πέπονα φαρμακεύειν, μὴ ὠμά. διὰ δὲ τὴν αὐτὴν αἰτίαν
6. οὐδὲ γυμνάζειν, οὐδὲ κινεῖν ὅλως, ἀλλ’ οὐδὲ λούειν
7. προσήκει τοὺς ἐν ταῖς πρώταις φλεψὶ τὸ πλῆθος τῶν
8. ὠμῶν χυμῶν ἔχοντας. ἅπασαι γὰρ αἱ τοιαῦται κινήσεις εἰς
9. ὅλον τὸ σῶμα ποδηγοῦσι τοὺς χυμούς. φυλακτέον οὖν αὐτοὺς
10. ἐν ἡσυχίᾳ πάσῃ, καὶ δοτέον ἐδέσματά τε καὶ ποτὰ
11. καὶ φάρμακα λεπτύνοντα, καὶ τέμνοντα, καὶ κατεργαζόμενα
12. τὸ πάχος τῶν χυμῶν, ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς· οἱ
13. γὰρ θερμανθέντες ἰσχυρότερον χυμοὶ πανταχόσε τοῦ σώματος
14. ἴασιν. διαιτᾷν οὖν αὐτοὺς ἐπ’ ὀξυμέλιτι μάλιστα,
15. βραχύ τι καὶ πτισάνης ἐνίοτε καὶ μελίκρατον διδόντα.
16. καὶ γὰρ φέρουσι τὴν λεπτὴν δίαιταν, εἴ πέρ τινες ἄλλοι,
17. καταχρώμενοι τῷ πλήθει τῶν ὠμῶν χυμῶν εἰς τροφὴν τοῦ
18. σώματος, ἐν τῷ κατὰ βραχὺ πέττειν αὐτούς. ἐπεὶ δὲ καὶ τὸ
1. ὑποχόνδριον ἅπασι τοῖς τοιούτοις ἐπῇρται καὶ διαπεφύσηται,
2. καὶ ῥᾳδίως, ὅ τι ἂν προσάρωνται, πνευματοῦται, βέλτιον
3. ἂν εἴη διδόναι σὺν τῇ τροφῇ πεπέρεως μακροῦ. καὶ
4. γὰρ διαλύει τοῦτο παχύτητα φυσώδους πνεύματος, ἀπωθεῖται
5. δὲ καὶ πρὸς τὴν κάτω γαστέρα τὰ καθ’ ὑποχόνδριον
6. ἀργῶς συνεστῶτα, καὶ τῇ πέψει τῶν ληφθέντων συναίρεται
7. κατὰ τὸν αὐτὸν κοινὸν λόγον ἁπάντων πεπέρεων. εἰ δὲ μὴ
8. παρείη τοῦτο, τῷ λευκῷ χρηστέον· ἔστι γὰρ στομάχου τονικώτερον
9. ἀμφοῖν τοῖν ἄλλοιν πεπερέοιν. εἰ δὲ μὴ τοῦτο παρείη,
10. χρῆσθαι τῷ καλλίστῳ μέλανι· τοῦτο δὲ τὸ βαρύσταθμον.
11. ἄμεινον δὲ καὶ τῷ Διοσπολιτικῷ προσαγορευομένῳ
12. χρῆσθαι φαρμάκῳ. συντίθεται δὲ διττῶς, ἐνίοτε μὲν
13. ἐξ ἁπάντων ἴσων, κυμίνου τε καὶ πεπέρεως, καὶ πηγάνου,
14. καὶ νίτρου, καὶ ἔστιν οὕτω μᾶλλον ὑπακτικώτερον γαστρός·
15. ἐνίοτε τῶν μὲν ἄλλων ἴσον ἑκάστου μίγνυται, τοῦ νίτρου δ’
16. ἥμισυ. κάλλιον δὲ, κύμινον μὲν ἐμβάλλεσθαι τὸ καλούμενον
17. Αἰθιοπικὸν, πεπέρεως δὲ ἤτοι τὸ μακρὸν, ἢ τὸ λευκόν.
18. ἐμβρέχεσθαι δὲ τὸ κύμινον ὄξει δριμυτάτῳ· κᾄπειτ’ εὐθέως
1. τριβέσθω, ἢ πρότερον φρυγέσθω μετρίως ἐν ἀγγείῳ κεραμέῳ,
2. τελέως ὠπτημένῳ κατὰ τὴν κάμινον. ὅσα γὰρ ἐνδεῶς
3. ἐξηράνθη, πηλώδη μᾶλλόν ἐστιν, ἢ κεράμεα, καὶ τοῖς
4. φαρμάκοις τι προστρίβεται τῆς ἑαυτῶν ποιότητος. ἔστω
5. δὲ τὰ τοῦ πηγάνου φύλλα προανεξηραμμένα συμμέτρως. εἰ
6. μὲν γὰρ ἐπὶ πλέον ἀναξηρανθείη, δριμέα τε γίνεται καὶ
7. πικρὰ, καὶ περαίτερον τοῦ προσήκοντος θερμὰ, μηδ’ ὅλως δὲ
8. προξηρανθέντα περιέχει τινὰ περιττωματικὴν ὑγρότητα, μηδέπω
9. κατειργασμένην ἀκριβῶς, δι’ ἣν οὐ γίνεται παντάπασιν
10. ἄφυσα. τούτοις τέσσαρσιν ἐνίοτε μὲν ἀναμίγνυται μέλι
11. προαπηφρισμένον, ἐνίοτε δ’ οὐδὲν, ἀλλὰ μόνα χωρὶς τοῦ
12. μέλιτος ἀποτίθενται, καὶ πτισάνης ἐμβάλλεται χυλῷ, καὶ
13. ὅτῳ περ ἂν ἄλλῳ τῶν ἐδεσμάτων μάλιστα πρέπειν δοκῇ.
14. λαμβάνεται δὲ καὶ καθ’ ἑαυτὸ τὸ φάρμακον τοῦτο πρὸ
15. τροφῆς τε καὶ μετὰ τροφήν. καὶ ἔστι κάλλιστον ἐν τῇ τοιαύτῃ
16. χρήσει τὸ μέλι μεμιγμένον, ἀκριβῶς ἀπηφρισμένον,
17. τοῦτο γὰρ ἀφυσώτατόν ἐστιν. ἔστω δὲ δηλονότι καὶ αὐτὸ
18. τὸ μέλι κάλλιστον, εἴπερ ἀφυσώτατόν τε καὶ τμητικώτατον
1. ἔσεσθαι μέλλοι τὸ φάρμακον. ἐπιτήδειον δὲ τοῖς οὕτω διακειμένοις
2. ἐστὶ καὶ τὸ διὰ τριῶν πεπέρεων, ὅταν μὴ πάνυ
3. φαρμακῶδές τε καὶ ποικίλως σκευασθῇ, καθάπερ οἱ πολλοὶ
4. τῶν ἰατρῶν συντιθέασιν αὐτὸ, δίκην καρυκείας τινὸς, ἢ
5. συὸς ἀγρίου, πρὸς δὴ τούτων τῶν θαυμασίων ὀψοποιῶν
6. ἐσκευασμένου. ὥστ’ ἔργον οὐ σμικρὸν ὑπάρχειν τοῖς ἰατροῖς,
7. ἢ τοῖς προσαιρομένοις αὐτὸ τὸ ἐπεμβεβλημένον φάρμακον
8. καταπέψαι τὸ ἄμμι, καὶ τὸ σέσελι, καὶ τὸ λιβυστικὸν, ὅσα
9. τ’ ἄλλα τοιαῦτα· διαγινώσκεται γοῦν λαμβανόντων ὠμὰ καὶ
10. ἀμετάβλητα μέχρι πλείστου κατὰ τὴν γαστέρα μένοντα.
11. ταῦτά τε οὖν ἀφελεῖν χρὴ τοῦ φαρμάκου, καὶ προσέτι
12. τὸ ἑλένιόν τε καὶ τὸν τῆς νάρδου στάχυν· ὡς δὲ ἔνιοι συντιθέασι,
13. καὶ τὴν κασίαν. ἔχειν δ’ ἐσκευασμένον ἕτοιμον
14. διττὸν, ὡς ἡμεῖς εἰώθαμεν· ἁπλοῦν μὲν τὸ ἕτερον, ὅπερ
15. ἐπί τε τῶν ἠπεπτηκότων χρὴ διδόναι, καὶ τὴν πρόσφατον
16. ψύξιν ἐχόντων κατὰ γαστέρα καὶ φλεγματώδη χυμόν· ἕτερον
17. δὲ φαρμακῶδες, ᾧ μάλιστα ἐπὶ τῶν ἀπὸ τῆς κεφαλῆς
1. εἰς τὸν θώρακα ῥευμάτων χρώμεθα. ἀλλὰ τοῦτο μὲν ὅπως
2. χρὴ σκευάζειν, αὖθις εἰρήσεται. τὸ δ’ ἁπλοῦν, ᾧ καὶ πρὸς
3. τὸ πλῆθος τῶν ὠμῶν τῶν κατὰ τὰς πρώτας φλέβας χρώμεθα,
4. τοιόνδ’ ἐστίν. εἰς πεντήκοντα δραχμὰς ἑκάστου τῶν
5. τριῶν πεπέρεων ἀρκεῖ μιγνύειν ἀνίσου τε καὶ θύμου καὶ
6. ζιγγιβέρεως ἑκάστου δραχμὰς ὀκτὼ, τὸ μὲν ἁπλούσταστον
7. τοῦτο, καὶ τούτου μᾶλλον ἔτι τὸ χωρὶς ζιγγιβέρεως. ἕτερον
8. δὲ τὸ διὰ τῶν αὐτῶν συγκείμενον, ἀλλ’ εἰς τὰς πεντήκοντα
9. δραχμὰς ἑκάστου τῶν τριῶν πεπέρεων ἑκκαίδεκα δραχμῶν ἐμβαλλομένων
10. ἑκάστου τριῶν ἀνίσου τε καὶ θύμου καὶ ζιγγιβέρεως,
11. ᾧ καὶ μάλιστα χρώμεθα πρὸς τὰ παρόντα. χρὴ
12. δ’, εἴπερ οἷόν τ’ εἴη, τὸ μὲν ἄνισον εἶναι Κρητικὸν, Ἀττικὰ
13. δὲ τὰ θύμα, ἢ πάντως γε ἐκ χωρίων ὑψηλῶν τε καὶ ξηρῶν.
14. ἐμβάλλειν δ’ αὐτῶν τὴν κόμην ἅμα τοῖς ἄνθεσιν, ἀποκρίνοντα
15. τὸ ξυλῶδες. ἔστω δὲ καὶ τὸ πέπερι τὸ μὲν μακρὸν
16. ἄτρητόν τε καὶ ὑγιὲς, ὥσπερ οὖν καὶ τὸ ζιγγίβερι· τάχιστα
17. γὰρ ἀμφότερα τιτρᾶται. καὶ πρὸς τῷ μὴ τετρῆσθαι δηλονότι
1. τὸ ἀληθινὸν αὐτὸ πέπερι τὸ ἀπὸ τῆς βαρβάρου
2. κομιζόμενον ἔστω. διττὸν γὰρ ἐνταῦθα πανουργεύεται,
3. σκευαζόμενον μὲν τὸ ἕτερον ἐπὶ τῆς Ἀλεξανδρείας μάλιστα,
4. βοτάνης δέ τινος ἐκβλάστημα θάτερον ὑπάρχει. ὡς δ’ ἄν
5. τις μάλιστα γνωρίζοι τὸ πεπανουργημένον, ἐγὼ διηγήσομαι,
6. τοσοῦτον πρότερον εἰπὼν ὑπὲρ τοῦ μὴ θαυμάζειν τινὰ,
7. μηδὲ ζητεῖν τὴν αἰτίαν, δι’ ἣν ἤτοι συνθέσεις φαρμάκων, ἢ
8. δοκιμασίας ἐπῆλθέ μοι γράφειν ἐνταῦθα, μὴ πάνυ τι τοῦτο
9. πράττειν εἰθισμένῳ κατὰ τὴν θεραπευτικὴν πραγματείαν. ἐν
10. ἐκείνῃ μὲν γὰρ αὐτοῖς μόνοις διαλέγομαι τοῖς ἰατροῖς, ἐνταυθοῖ
11. δὲ καὶ τοῖς ἄλλοις ἅπασιν, οὓς ὀνόματι κοινῷ
12. προσαγορεύουσιν ἔνιοι φιλιάτρους, ἐν τοῖς πρώτοις δηλονότι
13. μαθήμασι γεγονότας, ὡς γεγυμνάσθαι τὴν διάνοιαν. οὔκουν
14. ἀναγκαῖόν ἐστι τοῖς τοιούτοις οὔτ’ ἐν τῇ περὶ τῶν ἁπλῶν
15. φαρμάκων, οὔτ’ ἐν τῇ περὶ συνθέσεων αὐτῶν γεγυμνάσθαι
16. πραγματείᾳ, πολὺ δὲ δὴ μᾶλλον οὐδ’ ὡς χρὴ δοκιμάζειν
17. ἕκαστον ἐπίστασθαι. τούτοις οὖν ἄμεινόν ἐστι γράφεσθαι
18. τὰ τοιαῦτα πάντ’ ἀκριβῶς, ὥσπερ ἀρτίως τὰ περὶ τοῦ
1. μακροῦ πεπέρεως ἐπεχείρησα διηγεῖσθαι. χρὴ γὰρ ἀπογεύεσθαι
2. μὲν αὐτοῦ πρῶτον, ἀκριβῶς ἐπισκοπουμένους, εἰ πεπέρεως
3. ἀποσώζει ποιότητα, μετὰ δὲ τοῦτ’ ἐμβαλεῖν ὕδατι.
4. τὸ γὰρ ἐσκευασμένον, εἰ βραχείη δι’ ὅλης ἡμέρας, αὐτίκα
5. διαλύεται τηκόμενον. εἴπερ οὖν ἥ τε ποιότης ἀκριβῶς αὐτῷ
6. πεπέρεως ὑπάρχῃ, καὶ μὴ διαλύηται βρεχόμενον, ᾖ δ’, ὡς
7. εἴρηται, καὶ ἄτρητον, ἐπιτήδειον εἶναι νόμιζε τὸ τοιοῦτον
8. μακρὸν πέπερι. τὸ δέ γε μέλαν μήτε μικρὸν ἔστω, μήτε
9. ῥυσσὸν, μήτε παχύφλοιον, ἀλλ’ ἐκ τοῦ βαρυστάθμου
10. καλουμένου τὸ μέγιστόν τε καὶ εὐτραφέστατον ἐκλεγέσθω.
11. καὶ τοῦ λευκοῦ δ’ ὁμοίως ἐκλεγέσθω τὸ μέγιστόν τε καὶ
12. εὐτραφέστατον. εἶτα πάντων ἅμα κοπέντων, καὶ λεπτῷ κοσκίνῳ
13. διαττηθέντων, ἀπηφρισμένον ἐπιμελῶς μιγνύσθω μέλι
14. τὸ κάλλιστον, εὐῶδες δήπου τοῦτο καὶ ξανθὸν ὑπάρχον,
15. γλυκύτατόν τε ἅμα καὶ δριμύτατον, καὶ τῇ συστάσει μήτε
16. παχὺ, μήθ’ ὑγρὸν, ὡς ἀποσπᾶσθαι αὐτοῦ τὸ συνεχὲς, ἀλλ’
17. ὥστε καταθέντα τὸν δάκτυλον εἰς αὐτὸ, κᾄπειτα
18. καταστήσαντα μετέωρον, ἀποῤῥέον ὁρᾷν αὐτοῦ τὸ μέλι μέχρι
1. πλείστου συνεχὲς ὂν ἑαυτῷ. ἄμεινον δ’ ἐπ’ ἀνθράκων ἑψεῖν,
2. ἢ ξύλων ἀκριβῶς ξηρῶν, ἃ δὴ καὶ καλοῦσιν ἄκαπνα. τοῦτό
3. τε οὖν διδόναι χρὴ τὸ φάρμακον, οὐχ ἅπαξ μόνον, ἢ καὶ
4. δὶς, ἀλλὰ καὶ πλεονάκις ἑκάστης ἡμέρας· καὶ γὰρ ἕωθεν, καὶ
5. πρὸ τροφῆς, καὶ μετὰ τροφὴν, καὶ καθυπνοῦν μελλόντων
6. ἐπιτήδειον ὑπάρχει· τὸ δὲ πλῆθος ἑκάστης δόσεως ἔστω
7. κοχλιαρίου μεστοῦ, μικροῦ μὲν ἐπὶ τῶν μικρῶν σωμάτων,
8. μεγίστου δὲ ἐπὶ τῶν μεγίστων, ἀνάλογον δ’ ἐπὶ τῶν μεταξύ·
9. καὶ μέντοι καὶ τὸ ζιγγίβερι, τὸ κομιζόμενον ἐκ τῆς
10. βαρβάρου, διάβροχον ὄξει, συμφέρει λαμβάνειν. ἔστι δὲ
11. τοῦτο ῥίζα χλωρᾶς τῆς πόας ἐμβαλλομένη τῷ ὄξει μετὰ
12. τὴν ἀναίρεσιν εὐθέως. κατασβέννυται γὰρ ἡ τῶν τοιούτων
13. φαρμάκων θερμότης αὐτόθι περὶ τὰς πρώτας φλέβας, οὐκέτ’
14. ἀναφερομένη πρὸς ὅλον τὸ σῶμα, καθάπερ ἑτέρων τινῶν,
15. οἷον καὶ τὸ διὰ τῆς καλαμίνθης, ὑπὲρ οὗ μετ’ ὀλίγον ἐπὶ
16. πλέον εἰρήσεται.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 4.5, ed. Kühn, 1823, vol. 6, p. 263-271. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:4.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩