17. Ταῠτ’ ἄρα καὶ ὀξύμελι χρησιμώτατον αὐτοῖς
18. ἐστιν, ὡς καὶ πρότερον εἴρηται. σκευάζειν δὲ καὶ τοῦτο
1. προσήκει κατὰ τάδε. μέλι τὸ κάλλιστον ἐπ’ ἀνθράκων ἀπαφρίσαντες,
2. ἐπεμβάλλειν αὐτῷ τοσοῦτον ὄξους, ὡς γευομένῳ
3. μήτ’ ἄγαν ὀξὺ φαίνεσθαι, μήτε γλυκύ· καὶ τότ’ αὖθις ἑψεῖν
4. ἐπ’ ἀνθράκων, ὡς ἑνωθῆναί τε τὰς ποιότητας αὐτῶν ἀκριβῶς,
5. καὶ μὴ φαίνεσθαι γευομένοις ὠμὸν τὸ ὄξος· εἶτ’ ἀποθέμενον
6. τούτῳ μιγνύειν ὕδωρ ἐπὶ τῆς χρήσεως, οὕτως κεραννύντας,
7. ὡς οἶνον. εἰ μὲν οὖν ὁ πίνων αὐτὸ μήθ’ ὡς ὀξὺ
8. μήθ’ ὡς γλυκὺ μέμφοιτο, χρηστέον ἄχρι παντός· εἰ δὲ μὴ, τότε
9. τὸ λεῖπον ἐπεμβάλλοντας ἀφεψεῖν αὖθις. οὐ γὰρ ἐπαινῶ τοὺς
10. κατὰ μίαν τινὰ συμμετρίαν σκευάζοντας αὐτό· παραπλήσια
11. γὰρ μοι δοκοῦσιν οἱ τοιοῦτοι ποιεῖν τοῖς ἀξιοῦσιν ἅπαντας
12. τοὺς πίνοντας ὡσαύτως κεραννύναι τὸν οἶνον τῷ ὕδατι, μὴ
13. γινώσκοντες, ὡς ἔνιοι μὲν ὑδαρέστερον εἰθισμένοι πίνειν
14. εὐθέως πλήττονται τὴν κεφαλὴν, εἰ καὶ βραχύ τις αὐτοῖς
15. ἀκρατέστερον κεράσειεν, ἔνιοι δ’ ἀκρατεστέρῳ χαίροντες
16. ἀνατρέπονται τὸν στόμαχον ὑδαρέστερον πιόντες. ὁπότ’ οὖν
17. ἐπὶ οἴνου ταῦτα συμπίπτει, συνήθους οὕτω ποτοῦ, πολὺ
18. δήπου μᾶλλον ἐπ’ ὀξυμέλιτος, ὅσῳ καὶ ἀηθέστερον οἴνου,
1. καὶ ἰσχυρότερόν ἐστιν, εἰκὸς ἀκολουθήσειν αὐτά. βέλτιον
2. οὖν ἐστιν ταῖς τῶν λαμβανόντων αἰσθήσεσι κρίνειν τὸ σύμμετρον
3. αὐταῖς, ἢ ἡμετέραις, οἰκειότατον μὲν τῇ φύσει τοῦ
4. λαμβάνοντος εἶναι νομίζοντας τὸ ἥδιστον ὀξύμελι, καὶ διὰ
5. τοῦτο καὶ ὠφέλιμον, ἐναντιώτατον δὲ τὸ ἀηδέστερον.
6. αὐτὴν δὲ τὴν πρώτην κρᾶσιν αὐτῶν, ὡς ἂν μάλιστα τοῖς
7. πλείστοις ἁρμόσειε, κατὰ τόδε χρὴ ποιεῖσθαι. ὄξους ἑνὶ μέρει
8. διπλάσιον μιγνύσθω τοῦ τὸν ἀφρὸν ἀφῃρημένου μέλιτος·
9. εἶθ’ οὕτως ἐπὶ μαλακοῦ πυρὸς ἑψείσθω, μέχρις ἂν
10. ἑνωθῶσι αὐτῶν αἱ ποιότητες· οὕτω γὰρ ἂν οὐδὲ τὸ ὄξος
11. ὠμὸν ἔτι φαίνοιτο. δι’ ὕδατος δ’ εὐθέως οὕτω σκευάζειν
12. ὀξύμελι. τῷ μέλιτι μίγνυσθαι τετραπλάσιον ὕδατος καλλίστου·
13. κᾄπειθ’ ἑψείσθω μετρίως, μέχρις ἂν ὁ ἀφρὸς ἀφίστηται.
14. τὸ μὲν οὖν φαῦλον μέλι πάμπολυν ἐξεργάζεται τὸν
15. ἀφρὸν, ὥστε καὶ ἡ ἕψησις αὐτοῦ πολυχρονιωτέρα γίνεται·
16. τὸ δὲ ἄριστον ἐν ἐλαχίστῳ τε χρόνῳ καὶ βραχύτατον ἀφίησιν,
17. ὅθεν οὐδὲ ἴσον αὐτῷ δεῖται τῆς ἑψήσεως. ἡ δ’ οὖν
18. πλείστη τὸ τέταρτον ἀπολείπει μέρος τοῦ κραθέντος
1. ἐξ ἀρχῆς. μίξαντας δ’ ὄξους ἥμισυ, πάλιν ἑψητέον ἄχρι
2. τοῦ τὰς ποιότητας αὐτῶν ἀκριβῶς ἑνωθῆναι, καὶ μηκέτ’
3. ὠμὸν φαίνεσθαι τὸ ὄξος. σκευάζονται γὰρ καὶ κατ’ ἀρχὴν
4. εὐθέως τῶν τριῶν μιχθέντων οὕτως. ἔστω δὲ ἓν μὲν ὄξους
5. μέρος, δύο δὲ μέλιτος, ὕδατος δὲ δ΄· καὶ ταῦθ’ ἑψείσθω
6. μέχρι τοῦ τρίτου μέρους ἢ τετάρτου, τὸν ἀφρὸν ἀφαιρούντων
7. ἡμῶν. εἰ δὲ ἰσχυρότερον αὐτὸ ποιῆσαι βούλοιο, τοσοῦτον
8. ἐμβαλεῖς ὄξους, ὅσον καὶ μέλιτος. ἀπόμελι δὲ κάλλιστον
9. ἐν ὕδατι σκευάζεται, καὶ πίνουσιν αὐτὸ δι’ ὅλου τοῦ
10. θέρους, ὡς ἐμψῦχον. ἔνεστι δὲ τῷ βουλομένῳ καὶ πρὸς
11. τὴν ὑποκειμένην ἐν τῷ παρόντι λόγῳ διάθεσιν ὠφελίμως
12. χρῆσθαι, καὶ μάλισθ’, ὅταν ὀξυνθῇ· πάσχει δὲ τοῦτο πλειστάκις,
13. τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον, ὡς ἂν δι’ ὕδατος
14. σκευαζόμενον, οὐ τοῦ ὀμβρίου, καθάπερ τὸ ὑδρόμελι, ἀλλὰ
15. τοῦ ἐπιτυχόντος. ἔνεστι δ’, εἰ βούλοιτό τις, καὶ δι’ ὀμβρίου
16. συντιθέναι. καὶ ἐγώ γ’ ἂν τοῦτο ποιεῖν συνεβούλευον,
17. εἰ ἐπῄνουν τὸ ὄμβριον, ἀλλὰ γὰρ οὔτε τοῦτο ἐπαινῶ, καὶ
18. οὐδὲν χεῖρον ὀξυνόμενον ἀποτελεῖται, καὶ μάλιστα εἰς τὰ
1. παρόντα. καὶ γὰρ οὖν καὶ μετρίως ὀξύνεται τό γε μὴ παντάπασιν
2. ἀμελῶς ἐσκευασμένον. ἡ δ’ ἐπιμέλεια τῆς σκευασίας
3. ἐστὶν ἐν τῷ τὸ κηρίον μὴ εἶναι πάνυ φαῦλον, ἑψεῖσθαί
4. τ’ ἐπὶ πλέον ἐν ὕδατι πηγαίῳ, καθαρῷ τε καὶ ἡδεῖ.
5. χρὴ γὰρ ἐκπιέσαντα τῶν κηρίων τὸ μέλι μέχρι τοσούτου
6. καθεψεῖν ἐν ὕδατι, μέχρις ἂν μηκέτι μηδεὶς ἀφρὸς ἐπανίστηται.
7. τούτῳ τε οὖν χρῆσθαι ποτῷ καὶ τῶν οἴνων τοῖς
8. ὀξυσμένοις ἀτρέμα, καὶ τῶν ἐδεσμάτων τοῖς λεπτύνουσιν
9. ἄνευ τοῦ θερμαίνειν, οἷά πέρ ἐστι καὶ ἡ κάππαρις, εἰ δι’
10. ὀξυμέλιτος ἢ δι’ ὀξελαίου λαμβάνοιτο. μέχρι δή που δυοῖν
11. ἢ τριῶν ἡμερῶν, ὡς εἴρηται, διαιτᾷν· εἰ δ’ ἐλπίζοις, ἱκανῶς
12. ἤδη λεπτύνεσθαι τοὺς ὠμοὺς χυμοὺς, οἶνον προσφέρειν, λεπτὸν
13. μὲν τῇ συστάσει, κιῤῥὸν δὲ ἢ λευκὸν τῇ χροιᾷ· ὁ
14. μὲν γὰρ εἰς εὐχυμίαν τε καὶ πέψιν, ὁ δ’ εἰς οὔρησιν ἀγαθός.
15. εἰσὶ δ’ ἐπὶ μὲν τῆς Ἰταλίας ὅ τε Φαλερῖνος καὶ ὁ
16. Σουῤῥεντῖνος ἐκ τοῦ προτέρου γένους, ὥσπερ οὖν ἐκ τοῦ
17. δευτέρου ὁ Σαβῖνός τε καὶ ὁ Ἀλβανὸς καὶ Ἀδριανὸς, ἐπὶ δὲ
18. τῆς Ἀσίας ἐκ μὲν τοῦ προτέρου Λέσβιός τε καὶ Ἀριούσιος,
1. ἐκ δὲ τοῦ δευτέρου Τιτακαζηνός τε καὶ Ἀρσυῗνος. οὗτοι
2. μὲν ὡς παραδείγματα εἴρηνται τῷ λόγῳ. πολλοὶ δὲ καὶ
3. ἄλλοι κατὰ τὴν Ἰταλίαν εἰσὶ καὶ τὴν Ἀσίαν, οὐχ ἥκιστα
4. δὲ κᾀν τοῖς ἄλλοις ἔθνεσιν, ὅμοιοι τοῖς εἰρημένοις, οὓς
5. αὐτὸν ἐκλέγεσθαι χρὴ, πρὸς τοὺς εἰρημένους ἀποβλέποντα
6. σκοποὺς τήν τε χρόαν καὶ τὴν σύστασιν, ἀποδοκιμάζειν
7. τε τούς τε παχεῖς καὶ τοὺς μέλανας, ὡς κακοχύμους τε καὶ
8. βραδυπόρους. εἰ δ’ ἐπὶ τοῖσδε βέλτιον ὁ ἄνθρωπος γίγνοιτο,
9. καὶ λούειν ἤδη προσήκει, καὶ ἀλείφειν, καὶ ἀνατρίβειν
10. μαλακῶς, κᾀπειδὰν πρῶτον ὑπόστασιν ἴσχῃ τὰ οὖρα, τάς
11. τε τρίψεις αὐξῆσαι καὶ πρὸς τὰ συνήθη γυμνάσια κατ’
12. ὀλίγον ἐπαναγαγεῖν. ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ τοῖς διαφορητικοῖς
13. ἀλείμμασι χρηστέον, ὧν καὶ πρόσθεν μὲν ἐμνημόνευσα,
14. καὶ αὖθις δ’ ὑπὲρ αὐτῶν ἐρῶ. οὐ μὴν ἐμέτοις
15. χρῆσθαι συμβουλεύω κατὰ τὰς τοιαύτας διαθέσεις, ὥσπερ
16. ἐνίοις ἔδοξεν ἰατροῖς τε καὶ γυμνασταῖς, ἐξαπατηθεῖσιν, ὡς
17. οἶμαι, πρὸς τῶν ὑπὸ Φιλοτίμου τε καὶ Πραξαγόρου γεγραμμένων
18. ἐπὶ ταῖς τῶν τοιούτων χυμῶν θεραπείαις. οὐ γὰρ,
1. ὅταν κοπώδεις διαθέσεις πλεονάζωσιν, ἀλλ’ ἐπειδὰν μόνοι
2. λυπῶσιν, ἔμετοι αὐτοὺς ἐκκενοῦσιν· οὐδεὶς γὰρ κίνδυνος ἀντισπασθῆναι
3. τηνικαῦτα βιαιότερον ἔσω τῶν κατὰ σάρκα
4. περιττωμάτων, ὥσπερ ὅταν ἄμφω πλεονάζῃ, τὰ μὲν ὠμὰ
5. κατὰ τὰς πρώτας φλέβας, ἐν δὲ τοῖς στερεοῖς τὰ δακνώδη.
6. φυλάττεσθαι γὰρ τῶν τοιούτων ἄμεινόν ἐστιν ἑκατέρας
7. τὰς ἀντισπάσεις, ἔξω μὲν τὴν τῶν ὠμῶν, ἔσωθεν δὲ
8. τὴν τῶν δακνωδῶν. ὥσπερ οὖν ἐφυλαξάμεθα κατὰ τὸν
9. ἔμπροσθεν λόγον ἔξω τοὺς ὠμοὺς ἐπισπᾶσθαι χυμοὺς, οὕτω
10. χρὴ φυλάττεσθαι τοὺς δακνώδεις ἀντισπᾷν ἔσω. κεφάλαια
11. δὲ τῆς μὲν ἔξω φορᾶς αὐτῶν εἰσι γυμνάσια, καὶ τρίψεις, καὶ
12. λουτρὰ, καὶ θάλπος, ἀλείμματά τε θερμαίνοντα, καὶ τῶν
13. ψυχικῶν παθῶν ἡ ὀξυθυμία, καὶ ἁπλῶς εἰπεῖν ἅπανθ’,
14. ὅσα τοὺς ἐν τῷ βάθει τοῦ ζώου χυμοὺς εἰς τὴν πανταχόθεν
15. κίνησιν ἐξορμᾷ, τῆς δ’ εἴσω τὰ ἀποτρέποντα τῆς
16. ἔξωθεν φορᾶς. ἔστι δὲ δήπου ταῦτα τῶν ὁμιλούντων τῷ
17. δέρματι τά τε ψυχρὰ καὶ στύφοντα, καὶ ὅσα πρὸς τούτοις
18. ἐπισπᾶται τοὺς χυμοὺς, ἢ ἄλλως ὁπωσοῦν ἐπεγείρει τὴν ἔσω
1. κίνησιν αὐτῶν, ἐξ ὧν ἐστι λύπη, καὶ φρίκη, καθ’ ἡντιναοῦν
2. αἰτίαν γιγνομένη· καὶ γὰρ καὶ ψυχρὸν αἴτιον καὶ
3. θερμὸν ἐδείχθη, φρίκη τε καὶ ῥῖγος γιγνόμενον, καὶ διὰ
4. τῶν ἐμπληττόντων τε καὶ φοβούντων τὴν ψυχὴν ἤτοι ἀκουσμάτων,
5. ἢ θεαμάτων. ἅπαντ’ οὖν τὰ τοιαῦτα φυλακτέον
6. ἐστὶν, ἐπειδὰν ἅμα τε κοπώδης ὁ αὐτὸς ἄνθρωπος ᾖ καὶ
7. τὰς φλέβας ἔχῃ μεστὰς ἀπέπτων χυμῶν. οὔτε γὰρ τοὺς ἔξω
8. χυμοὺς ἀντισπᾷν ἔσω καλὸν, οὔτε τοὺς ἔνδον ἔξω, ἀλλὰ
9. τοὺς μὲν ἔξω διαφορεῖν ἀτρέμα, (τὰ γὰρ ἰσχυρότερον τοῦτο
10. δρῶντα καὶ τῶν ἔνδοθεν ἐπισπᾶταί τι,) τοὺς δ’ ἔνδον
11. λεπτύνειν τε καὶ συμπέπτειν. εἰ δ’ ἤτοι δι’ ἐμέτων ἢ διὰ
12. γαστρὸς ὑπαγωγῆς ἐπιχειρήσαις αὐτοὺς ἐκκενῶσαι σφοδρότερον,
13. ἐπισπάσῃ τινὰς ἐκ τῶν ἔξωθεν ἔσω. τοὺς δὲ περὶ τὸν
14. Φιλότιμον οὐ χρὴ μέμφεσθαι τῇ τοιαύτῃ κενώσει χρωμένους,
15. ὅταν ἐν ταῖς πρώταις φλεψὶ πλῆθος ὠμῶν περικέηται
16. χωρὶς ἑτέρας διαθέσεως, ἀλλὰ μᾶλλον ἡμᾶς αὐτοὺς
17. ἐθιστέον ἀκριβέστερον ἕπεσθαι παλαιοῖς γράμμασιν. εἰς
1. αὐτὸ μὲν οὖν τὸ μελίκρατον ὕσσωπον ἀφεψοῦντες, οὐκ εὐθέως
2. μὲν, οὐδ’ ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, ἐν δὲ ταῖς ἐχομέναις
3. δώσομεν, ἐφ’ ὧν ἅμα τε τὸ πλῆθος τῶν ὠμῶν χυμῶν ἔνδον
4. ἥ τε κοπώδης αἴσθησις ἔξω. τοὺς δ’ ἐμέτους παραιτήσομεν
5. δεδιότες, ὡς εἴρηται, τῶν ἔξωθέν τι περιττωμάτων εἴσω παλινδρομῆσαι.
6. Πραξαγόρας δὲ καὶ Φιλότιμος εὐλόγως ἔμετον
7. ἐπὶ τοιούτῳ μελικράτῳ παραλαμβάνουσιν, ὠμοὺς χυμοὺς
8. θεραπεύοντες ἄνευ κοπώδους διαθέσεως.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 4.6, ed. Kühn, 1823, vol. 6, p. 271-279. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:4.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩