Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 4.7, ed. Kühn, 1823, vol. 6, p. 279-286. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:4.7

9. Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται,
10. καιρὸς ἂν εἴη τῆς ὑπολοίπου διαθέσεως ὑπάρξασθαι,
11. καθ’ ἣν ἅμα τῇ ἑλκώδει διαθέσει καὶ τὸ τῶν ὠμῶν πλῆθος
12. εἰς τὴν ἕξιν ἀνελήφθη. γίνεται δὲ ταῦτα κατ’ ἐκείνας
13. μάλιστα τὰς περιστάσεις τῶν πραγμάτων, ἐν αἷς ἤτοι
14. θάλπος ἢ γυμνάσιον ἄμετρον ἐκ τῶν φλεβῶν εἰς τὰς σάρκας
15. ἀναρπάζει τοὺς ὠμοὺς χυμοὺς, οὐδεμίαν ἐν τῷ παρόντι
16. πρόσφατον ἀπεψίαν ἠπεπτηκότων, ὡς, εἴ γε καὶ τοῦτο συνέλθοι,
17. σύμπαν οὕτως ἐμπλησθήσεται τῶν ὠμῶν χυμῶν τὸ
18. σῶμα. καὶ λεχθήσεται μὲν ὀλίγον ὕστερον, ὡς χρὴ καὶ τὴν
19. τοιαύτην ἐπανορθοῦσθαι διάθεσιν. ἀλλ’ ἐπεὶ τὸ σύνθετον
1. ὕστερόν τέ ἐστι καὶ δεύτερον τῶν ἁπλῶν, ἄμεινον ἂν εἴη
2. περὶ τῆς ὑπολοίπου διαθέσεως ἁπλῆς διελθόντας
3. ἐπὶ τὰς συνθέτους αὖθις ἰέναι. καίτοι γε οὐδὲ ταύτην
4. ἀκριβῶς ἁπλῆν χρὴ νομίζειν, ἀλλ’ ὡς ἐν αὐτομάτοις κόποις
5. ἁπλῆν. ὑποκειμένης γὰρ τῆς τὸν κόπον ἐργαζομένης
6. διαθέσεως, ἐπιμίγνυμεν αὐτῇ τὰς ἄλλας. ἀλλ’ ὅτι καὶ κατὰ
7. τὴν μίξιν ἐνίοτε μὲν ἁπλῆ καὶ μία μίγνυται διάθεσις,
8. ἐνίοτε δὲ σύνθετος, οὕτως ὠνομάσαμεν ἁπλῆν, ὑπὲρ ἧς ὁ
9. λόγος ἐνέστηκεν. ἔστω δὲ τὸ πλῆθος τῶν ὠμῶν χυμῶν ἐν
10. τοῖς στερεοῖς τοῦ ζώου μέρεσιν, οὐκ ἐν ταῖς φλεψὶν, ἅμα
11. τῷ καὶ τὴν ἑλκώδη τοῦ κόπου διάθεσιν ἐν τοῖς αὐτοῖς
12. ὑπάρχειν· ἡ γὰρ ἐξ ἀρχῆς ὑπόθεσις τοῦ λόγου τοιαύτη τις
13. ἦν. ὡς οὖν ἐφ’ οἷς κατὰ τὰς φλέβας ἦν, καὶ μάλιστα κατὰ
14. τὰς πρώτας τῶν ὠμῶν, ἐφυλαττόμεθα τὰ θερμαίνοντα, δεδιότες
15. εἰς τὴν ἕξιν ἀναληφθῆναι τοὺς τοιούτους χυμοὺς,
16. οὕτω νῦν οὐδὲν χρὴ δεδιέναι. δοτέον οὖν αὐτοῖς, ὅσα μέχρι
17. τοῦ δέρματος ἐκτείνει τὴν θερμότητα, καὶ ἀνατριπτέον ἐπὶ
1. πολὺ ἐλαίῳ χαλαστικῷ, καὶ μάλιστα μετὰ τὸν ὕπνον ἕωθεν
2. ἐξαναστάντας· ἡ γὰρ τοιαύτη τρίψις ἅμα τε πέττει τοὺς ὠμοὺς
3. χυμοὺς καὶ τρέφει τὸν ὄγκον τοῦ ζώου. χρὴ δ’ ἡσυχάσαι
4. μετὰ ταῦτ’ ἄχρι πλέονος, εἰ μέλλοι καλῶς γενήσεσθαι ταῦτα.
5. πολὺ δ’ ἐνεργέστερον ἂν ἀνύσειεν, οὗ χάριν γίνεται, βραχέα
6. τε σιτία προσενηνεγμένου κατὰ τὴν προτεραίαν τοῦ ἀνθρώπου,
7. καὶ μηδὲν ἐπὶ τῷ δείπνῳ πίνειν πλὴν κιῤῥοῦ καὶ λεπτοῦ
8. οἴνου. μὴ γυμνάζεσθαι δὲ συνεχῶς καὶ σφοδρῶς αὐτίκα,
9. μή πῃ λάθωμεν ἀπέπτῳ ἔτι χυμῷ ἀναγκάζοντες τρέφεσθαι
10. τὸ σῶμα. βέλτιον οὖν ἕωθεν ἐπὶ πλεῖον ἀνατρίψαι τε καὶ
11. μετὰ ταῦτα ἡσυχάσαι περιπατῆσαί τε τὰ μέτρια, καὶ αὖθις
12. χρήσασθαι τρίψει πολλῇ, καὶ λουτρῷ συμμέτρῳ θερμῷ, καὶ
13. τροφαῖς εὐχύμοις τε ἅμα καὶ μὴ γλίσχροις. εἴρηται δ’
14. ἔμπροσθεν αὐτῶν ἡ ὕλη, πτισάνην ἐπαινούντων ἡμῶν εἰς
15. τὰ τοιαῦτα, καὶ τοὺς πετραίους ἰχθύας, καὶ τῶν ὀρνίθων
16. τοὺς ὀρείους. ἐπιτήδεια δὲ καὶ τὰ λεπτύνοντα τῶν ἐδεσμάτων,
17. ὑπὲρ ὧν ἓν ἰδίᾳ γέγραπται βιβλίον. εὐλαβεῖσθαι δὲ
18. χρὴ μηδὲν, εἰ καὶ θερμαίνοι σφοδρῶς, ἀλλὰ καὶ τὸ διὰ τῆς
1. καλαμίνθης φάρμακον ἀδεῶς λαμβάνειν. ἔστι δὲ ἡ σύνθεσις
2. αὐτοῦ τοιαύτη. καλαμίνθης, καὶ γλήχωνος, καὶ πετροσελίνου,
3. καὶ σεσέλεως ἑκάστου ἀνὰ ὀγ. β΄, σελίνου σπέρματος,
4. κορύμβων θύμου, ἀνὰ ὀγ. δ΄ ἑκατέρου, καὶ πρὸς
5. τούτοις ἔτι λιβυστικοῦ μὲν ὀγ. ἑκκαίδεκα, πεπέρεως δὲ
6. ὀκτὼ καὶ μ΄. πεπέρεως μὲν οὖν ἔστω τὸ βαρύσταθμον ὀνομαζόμενον,
7. σέσελι δὲ τὸ Μασσαλεωτικὸν, πετροσέλινον δὲ
8. τὸ Μακεδονικὸν, καὶ τούτου μάλιστα τὸ Ἀστρεωτικὸν, ἡ
9. καλαμίνθη δὲ καὶ ἡ γλήχων μάλιστα μὲν ἐκ Κρήτης, εἰ
10. δὲ μὴ, ἀλλ’ ἐκ χωρίων ὑψηλῶν τε καὶ ξηρῶν, ὡσαύτως δὲ
11. καὶ τὰ θύμα. τὰ μὲν οὖν ξυλώδη καὶ σκληρὰ τῶν βοτανῶν
12. ἀποῤῥίπτειν, λαμβάνειν δ’ εἰς τὸ φάρμακον τὰ φύλλα,
13. καὶ τούτων μάλιστα τὰ λεπτότατά τε καὶ εὐθαλέστατα καὶ
14. ἐπ’ ἄκραις ταῖς βοτάναις, καὶ πρὸς αὐτοῖς ἄνθη τε καὶ
15. τὰ σὺν αὐτοῖς λεπτότατα κάρφη. κόπτειν δ’ ἅμα σύμπαντα
16. καὶ διαττᾷν χρὴ διὰ λεπτοῦ κοσκίνου· μάλιστα γὰρ εἰς ὅλην
17. τὴν ἕξιν τοῦ ζώου τὰ τοιαῦτα φάρμακα ἀναδίδοται, καθάπερ
18. γε τὰ παχύτερα κατὰ τὴν γαστέρα μένει, τοῖς στενοῖς 
1. στόμασι τῶν φλεβῶν ἐναρμοσθῆναι μὴ δυνάμενα. καὶ διὰ
2. τοῦτο καὶ τὸ Διοσπολιτικὸν ὀνομαζόμενον φάρμακον, οὗ
3. κατὰ τὸν ἐνεστῶτα λόγον ἔμπροσθεν ἐμνημόνευσα, παχυμερέστερον
4. εἴωθα σκευάζειν, ἐπειδὰν ὑπαχθῆναι τὴν γαστέρα
5. δι’ αὐτοῦ δεήσῃ. καί τις οὐκ εἰδὼς τοῦτο, λεπτότατόν τε
6. καὶ χνοωδέστατον ἐργασάμενος αὐτὸ, τὴν μὲν ὑποχώρησιν
7. οὐδέν τι προὔτρεψεν, οὖρα δ’ ἐκίνησεν οὐκ ὀλίγα, καὶ ἡμῖν
8. ἐκοινοῦτο, θαυμάζων τε ἅμα καὶ ζητῶν τοῦ γεγονότος τὴν
9. ἀληθινὴν αἰτίαν. αὐτὸς μὲν γὰρ ἔφη νομίζειν ἰδιοσυγκρασίαν
10. τινὰ τοῦ ἀνθρώπου, καὶ γὰρ ἐκάλεσεν οὕτως, αἰτίαν
11. εἶναι τοῦ συμβεβηκότος. ὡς δὲ ἔμαθεν, ὅτι τὸ τῆς
12. συνθέσεως εἶδος αἴτιον ἴδιον ὑπῆρχεν, αὖθις ἑτέρως ἐσκεύασε,
13. τυχὼν τοῦ σκοποῦ. τούτου μὲν οὖν τοῦ παραγγέλματος ἐπὶ
14. πάσης συνθέσεως φαρμάκου ἄμεινον μεμνῆσθαι. τὸ δὲ
15. προκείμενον ἐν τῷ παρόντι λόγῳ φάρμακον ἀκριβῶς
16. ἅπαντα λεπτὰ λαμβανέτω χάριν τοῦ ῥᾳδίως ἀναδίδοσθαί
17. τε καὶ φέρεσθαι πάντη. μιγνύσθω δὲ τοῖς οὕτω παρεσκευασμένοις
18. μέλι τὸ κάλλιστον, ἀκριβῶς ἀπηφρισμένον.
1. ἡ δὲ χρῆσις αὐτοῦ γιγνέσθω μετὰ τὴν ἑωθινὴν ἀνάτριψιν,
2. καὶ πρὸ τῶν γυμνασίων τε καὶ λουτρῶν. ἔξεστι δὲ καὶ χωρὶς
3. τοῦ μίξαι τὸ μέλι ξηρῷ τῷ φαρμάκῳ φυλάξαντα χρῆσθαι
4. παραπλησίως ἁλσὶ τοῖς εἰς ὄψα παρεσκευασμένοις.
5. ἔξεστι δὲ καὶ εἰς πτισάνην ἐμβαλεῖν οἷον ὄξος ἤ τι τοιοῦτον
6. ἀντὶ πεπέρεως. οὐ μόνον δὲ τὸ ξηρὸν ἁλῶν δίκην ἐστὶ
7. πολύχρηστον, ἀλλὰ καὶ τὸ σὺν τῷ μέλιτι. καὶ γὰρ καὶ
8. τοῦτο δυνατὸν ἀναμιγνύντα τοῖς ἐδέσμασιν, ἀποχεῖσθαι
9. μετά τινος ἐξ αὐτῶν, ὡς ἡδὺ τῷ χρωμένῳ φαίνεσθαι.
10. μηδὲν μέντοι μετὰ τὴν τροφὴν μηδέποτε λαμβάνειν, μήτε
11. τοῦτο, μήτ’ ἄλλο τι φάρμακον, ἀνάδοσιν ἰσχυροτέραν ἐργαζόμενον.
12. οὐ γὰρ ἀναδίδοσθαι τηνικαῦτα βέλτιον, ἀλλὰ
13. πέττεσθαι τοῖς ληφθεῖσιν. ἄμεινον οὖν ἐστι τοῖς ἐπικουρίας
14. τινὸς ἔξωθεν εἰς πέψιν δεομένοις ἐν τούτῳ τῷ καιρῷ
15. δίδοσθαι φάρμακον, οὗ τὴν σύνθεσιν ἔμπροσθεν ἐδήλωσα.
16. λέγω δὲ τὸ διὰ τριῶν πεπέρεων ἁπλοῦν. καὶ αὐτὸ δὲ τὸ
17. πέπερι μόνον ἐπιπαττόμενον τῷ ποτῷ χρηστὸν εἰς τὰ παρόντα,
18. καὶ εἴπερ ἄρα μείζων τις εἴη χρεία, καὶ τὸ διὰ
1. χυλοῦ τῶν κυδωνίων μήλων, οὗ τὴν σύνθεσιν ἅπασαν ἐρῶ
2. καὶ τὴν δύναμιν ἀκριβῶς ἐξηγησόμενος κατὰ τὸν ἑξῆς λόγον.
3. εἰς δὲ τὰ παρακείμενα νῦν ἁπάντων ἄριστον φάρμακον
4. ὧν ἐγὼ γινώσκω τὸ διὰ τῆς καλαμίνθης ἐστί. καὶ
5. γὰρ λεπτύνει τὰ παχέα καὶ γλίσχρα, καὶ διαφορεῖ, καὶ
6. οὔρησιν κινεῖ, καὶ καταμήνια γυναιξίν. ἔστι δὲ καὶ ἥδιστον
7. ἐν τῇ χρήσει, καὶ μάλισθ’ ὅταν λάβῃ πλεῖον τοῦ μέλιτος.
8. ἑψεῖσθαι δ’ ἐπὶ πλέον αὐτὸ χρὴ τηνικαῦτα. τοῖς δ’ ἀπεστραμμένοις
9. τὰ γλυκέα καὶ φεύγουσι τὸ μέλι, καὶ γὰρ
10. τοιαῦται μέν τινες εὑρίσκονται φύσεις, ὀλίγον ἐν τῇ συνθέσει
11. μιγνύσθω τὸ μέλι. βέλτιον δὲ καὶ μᾶλλον ἑψεῖσθαι
12. τούτοις, καὶ γὰρ ἧττον οὕτως ἐστὶ γλυκὺ, καὶ ἧττον ἀνατρέπει
13. τὸν στόμαχον ἐπὶ τῶν ἀπεστραμμένων φύσει τὸ
14. μέλι. τὰ μὲν δὴ τοιαῦτα πάντα καὶ αὐτός τις ἐπινοείτω
15. πρὸ τῆς ἡμετέρας συμβουλῆς, ἕνα κοινὸν ἐν ἅπασι διαφυλάττων
16. σκοπὸν, ἥδιστον γενέσθαι τὸ φάρμακον, εἰς ὅσον
17. ἐγχωρεῖ, φυλαττομένης αὐτοῦ τῆς εἰς τὴν ὠφέλειαν δυνάμεως·
18. οὐ γὰρ δὴ ταύτην γ’ ἐκλῦσαι κελεύω τῆς ἡδονῆς
1. στοχασάμενος. ὅταν οὖν ἐπὶ δύο που τὰς πρώτας ἡμέρας
2. ἢ τρεῖς οὕτως ᾖ παρεσκευασμένος ὁ ἄνθρωπος, οὐδὲν ἂν εἴη
3. χεῖρον ἤδη καὶ γυμνάσασθαι διὰ τῶν συνήθων αὐτῷ, ἀποπειρώμενον
4. εὐχροίας τε καὶ τῶν ἄλλων σημείων, ἃ κατὰ
5. τὸν ἔμπροσθεν εἴρηται λόγον. εἰ μὲν γὰρ ἅπαντά σοι
6. χρηστὰ φαίνοιτο, τελέως γυμνάζειν αὐτόν· εἰ δὲ μὴ, προκαταπαύειν
7. τε τοῦ συμμέτρου, κἀν τοῖς εἰρημένοις πρὶν διαιτήμασί
8. τε καὶ φαρμάκοις φυλάξαντα κατ’ ἐκείνην τὴν ἡμέραν,
9. αὖθις ἐπιχειρεῖν τῷ γυμνασίῳ κατὰ τὴν ὑστεραίαν
10. ἐπὶ τοῖς αὐτοῖς σημείοις τε καὶ σκοποῖς, ἵν’, ὅταν ἤδη
11. πάντα ἄμεμπτα φαίνηται, πρὸς τὴν αὐτὴν δίαιταν ἐπαναγάγῃς
12. αὐτὸν, ἣ καὶ πρὶν ἁλῶναι τῷ κοπώδει συμπτώματι
13. συνήθης ἦν.

Cliquer un n° de page pour en afficher l’image