14. Ἐπεὶ δὲ καὶ τῷ τῆς ἐλάτης
15. ἀκόπῳ φαρμάκῳ χρῆσθαι συμφέρει τοῖς κατὰ τὴν σάρκα
16. τε καὶ τὸν ὄγκον ἅπαντα τοῦ ζώου χυμοὺς ἠθροικόσιν, ἤτοι
17. πεφθῆναι δεομένους, ἢ διαφορηθῆναι, οὐδὲν ἂν εἴη χεῖρον
18. εἰπεῖν τι καὶ περὶ τῇς ἐκείνου συνθέσεως. ἔστι μὲν οὖν
1. ὡραιότατον αὐτῆς τὸ σπέρμα περὶ τὴν ἐπιτολὴν τοῦ ἀρκτούρου,
2. ὅστις καιρὸς ἐν Ῥώμῃ μὲν ὁ καλούμενος μήν ἐστι
3. Σεπτέμβριος, ἐν Περγάμῳ δὲ παρ’ ἡμῖν Ὑπερβερεταῖος,
4. Ἀθήνῃσι δὲ μυστήρια. ἐλαίῳ δ’ ἐμβάλλειν αὐτὸ χρὴ, καθ’
5. ἣν ἂν θέλῃς ὥραν τοῦ ἔτους, οὐδεμία γὰρ ὅσον ἐπὶ τούτῳ
6. διαφορά. βέλτιον δὲ, εἰ καὶ θλάσας ἐμβάλλοις αὐτό· θᾶττον
7. γὰρ οὕτω τὸ ἔλαιον ἐμπλήσει τῆς ἰδίας ποιότητός τε καὶ
8. δυνάμεως. εἴη δ’ ἂν ὁ χρόνος οὗτος ἐλάχιστος ἡμερῶν μ΄·
9. πολλάκις δ’ ἡμεῖς καὶ τρεῖς καὶ τέτταρας καὶ πολὺ
10. πλείους μῆνας ἐπετρέψαμεν ἐμβραχῆναι, κᾄπειθ’ οὕτως
11. ἀπεῤῥίψαμεν τὸ σπέρμα, τὸ δ’ ὑγρὸν ὀθονίῳ διηθήσαμεν.
12. ἔστω δὲ τὸ μὲν ἔλαιον ἕν τι τῶν χαλαστικῶν, οἷόν περ ἐν
13. Ἰταλίᾳ τὸ Σαβῖνον, ἐμβαλλέσθω δ’ εἰς τὰς εἴκοσι καὶ
14. πέντε κοτύλας αὐτοῦ μόδιος Ἰταλικὸς τοῦ σπέρματος τῆς
15. ἐλάτης, οὐσῶν δὲ καὶ τῶν κοτυλῶν Ἰταλικῶν, ἃς δὴ καὶ
16. λίτρας ὀνομάζουσι. βραχέντος δ’ ἐν αὐτῷ τοῦ σπέρματος,
17. πολλῷ δηλονότι μεῖον γίνεται. σύμμετρον δ’ οὖν ἐστι τῷ
18. καταλειφθέντι, κηροῦ μὲν λίτρας ἐμβαλεῖν τέσσαρας, ῥητίνης
1. δὲ ἐλατίνης τὸ τρίτον τῆς λίτρας μέρος, αἵ πέρ εἰσιν ὁλκῆς
2. β΄ καὶ λ΄. τὸ δ’ ἴσον ἐμβαλλέσθω μὲν τῆς στροβιλίου
3. ῥητίνης. εἰ δ’ αὗται μὴ παρεῖεν, ἀντ’ αὐτῶν τῇ τερεβινθίνῃ
4. χρῆσθαι. ἑψεῖν δ’ ἄμεινον ἐπ’ ἀγγείου διπλοῦ,
5. ἢ πάντως γ’ ἐπὶ πυρὸς ἀσθενοῦς, οἷόν ἐστι τὸ τῶν ἀνθράκων·
6. ἔστωσαν δ’ οὖν μηδ’ οὗτοι πολλοί. τοῦτο τὸ
7. φάρμακον ἐπιτηδειότατόν ἐστιν εἰς ἅπαντας κόπους αὐτομάτους
8. τε καὶ οὐκ αὐτομάτους. ἀγαθὸν δὲ καὶ τὸ διὰ τῆς
9. αἰγείρου τῶν ἀνθῶν συντιθέμενον. ἔστι δὲ καὶ τοῦτο
10. τοιόνδε. τῶν ἀνθῶν τῆς αἰγείρου μεμυκότων ἔτι μόδιος
11. Ἰταλικὸς ἐμβάλλεται λίτραις ἐλαίου Σαβίνου πεντεκαίδεκα
12. ἢ εἴκοσι. μὴ παρόντος δὲ τοῦ Σαβίνου, τῶν ὁμοίων τι
13. παρασκευαστέον ἐλαίων. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν, ὡς
14. ὅμοια πάντ’ ἐστὶ τὰ λεπτομερῆ θ’ ἅμα καὶ μὴ στύφοντα.
15. κάλλιον δ’, εἰ καὶ μετρίως θλασθὲν ἐμβληθείη τῷ ἐλαίῳ
16. τὸ ἄνθος. εἰ δὲ καὶ καθ’ ἑκάστην διακινοῖτο, καὶ μάλισθ’
17. ὅταν ἥλιος ᾖ θερμὸς, ἐν οἰκήματί τε θερμῷ τὴν ἀπόθεσιν
18. ἴσχῃ, θᾶττόν τε ἂν οὕτω καὶ μᾶλλον ἡ τῆς αἰγείρου
1. ποιότης τε καὶ δύναμις εἰς τοὔλαιον μετέλθοι, ὥστε σε
2. μετὰ δύο που καὶ τρεῖς μῆνας δύνασθαι ἐκθλίψαντα τὸ
3. ἄνθος αὐτὸ μὲν ἀποῤῥῖψαι, τὸ δ’ ἔλαιον ἔχειν ἀδήκτως διαφορητικὸν,
4. οὐδέν τι μεῖον τοῦ ἐλατίνου. καὶ μέντοι καὶ
5. κηρὸν καὶ ῥητίνην ἔξεστιν ἐμβάλλειν αὐτῷ τοσοῦτον, ὅσον
6. ἀρτίως ἐν τῇ συνθέσει τοῦ διὰ τῆς ἐλάτης εἴρηται φαρμάκου.
7. παχύ τι δ’ εἴποτε γένοιτο τὸ ἐκθλιβόμενον ὑγρὸν,
8. ἱκανὸν οὐ μόνον τὸ τέταρτον μέρος, ἀλλὰ καὶ τὸ πέμπτον
9. μίγνυσθαι κηροῦ. ἐγὼ δ’ οἶδά ποτε καὶ τὸ ἕκτον ἐμβαλὼν,
10. παχυτέρου τε τοῦ ἐλαίου γινομένου, καὶ τοῦ μέλλοντος αὐτῷ
11. χρῆσθαι χαίροντος ὑγροτέρῳ φαρμάκῳ. τινὲς δ’ οὐκ ἀναμένοντες
12. ἐν χρόνῳ πλέονι διαβρέχεσθαι τά τε ἄνθη καὶ τὰ
13. σπέρματα, τοῦτο μὲν ἑψεῖν αὐτὰ δέονται, τοῦτο δ’ ὕδωρ
14. ἐμβάλλειν, ὅσοι γε προμηθέστεροι, χάριν τοῦ μήτε
15. φρυχθῆναι τὰ ἐμβληθέντα, μήτε κνισῶδες γενέσθαι τοὔλαιον.
16. ὅσοι δ’ ἔτι τούτων ἐπιμελέστεροι, τὴν ἕψησιν ἐν
17. ἀγγείοις διπλοῖς ποιοῦνται· καλεῖται δ’ οὕτως, ἐπειδάν, προϋποκειμένου
1. λέβητος ὕδωρ ἔχοντος ζέον, ἔνεστί τέ τι τούτῳ
2. μικρὸν ἀγγεῖον, εἰς ὃ μέλλει τὸ ἔλαιον ἐγχεῖσθαι. τοῦτο
3. μέν γε καὶ ἡμεῖς ποιοῦμεν, ἀλλ’ οὐκ εἰς τὴν τῶν σπερμάτων
4. ἢ ἀνθῶν ἕψησιν, οὐδὲν γὰρ ταύτης δεόμεθα πολυχρονίως
5. αὐτὰ ἀποβρέχοντες, ἀλλ’ ὁπόταν διατήκειν ἐν τῷ λέβητι
6. τὰς ῥητίνας καὶ τὸν κηρὸν ἐπιχειρῶμεν ἐν τῇ τοῦ
7. φαρμάκου σκευασίᾳ. καταναγκαζόμενος δέ τις ἐν τάχει σκευάζειν
8. αὐτὰ, δεήσεταί τε προαφεψεῖν, ὡς εἴρηται, καὶ ὕδατος
9. ἐγχεῖν ἢ οἴνου χάριν τοῦ μὴ φρύγεσθαι. τὸ μὲν οὖν ὕδωρ
10. εἰς τὰ παρόντα χρησιμώτερον, ὁ δ’ οἶνος εἴς τε τὰς ποδαγρικὰς
11. διαθέσεις καὶ ὅλως ἀρθρίτιδας. ἀρκεῖ δὲ μιγνύναι
12. τοσοῦτον ὕδατος, ὡς ἑψόντων ἐκδαπανηθῆναι πᾶν. εἴη
13. δ’ ἂν οὕτως ὀλίγον, ὡς τετραπλάσιον ἢ πενταπλάσιον αὐτοῦ
14. τὸ ἔλαιον ὑπάρχειν. ταῦτά τε οὖν τὰ φάρμακα διαφορεῖ
15. τοὺς κατὰ τὰς σάρκας τε καὶ τὸ δέρμα μὴ πάνυ παχεῖς
16. μηδὲ γλίσχρους χυμοὺς, καὶ πρὸς τούτοις ἔτι τὸ ἐκ
17. τοῦ χαμαιμήλου ἔλαιον, αὐτό τε καθ’ ἑαυτὸ μόνον, ἐμβληθέντων
18. τε κηροῦ καὶ ῥητίνης αὐτῷ. ἱκανὸν δὲ κᾀνταῦθα
1. τοῦ μὲν κηροῦ τὸ τέταρτον μέρος, |τῆς δὲ ῥητίνης τὸ ιβ΄.
2. εἰ δὲ μηδενὸς τῶν εἰρημένων ἐλαίων εὐποροίης, ἀνήθινον
3. ἔλαιον ποιήσασθαί σοι ῥᾷστον. ἔστι δὲ καὶ τοῦτο διαφορητικὸν
4. φάρμακον, εἴτε καταμόνας τις, εἴτε σὺν κηρῷ τε καὶ
5. ῥητίνῃ χρῷτο. πειρᾶσθαι δ’ ἐπ’ ἀγγείου διπλοῦ τὸ ἀνήθινον
6. ἑψεῖν. ἄμεινον δὲ καὶ χλωρὸν εἶναι τὸ ἄνηθον. ὅταν δὲ ᾖ
7. τοῦτο, καθ’ ὃν χρήσῃ καιρὸν, ὡραῖον ὑπαρχέτω. καὶ τὸ
8. σαμψύχινον δ’ ἔλαιον ἐπιτήδειον ἐν ὥρᾳ χειμερινῇ, καὶ χωρίῳ
9. ψυχρῷ, καὶ καταστάσει παραπλησίᾳ. λαμβανέτω δὲ καὶ τοῦτο
10. κηροῦ τε καὶ ῥητίνης, εἰ παραμένειν ἔτι πλέον αὐτό γε βούλει
11. τοῖς ἀλειφομένοις ὑπ’ αὐτοῦ σώμασιν. ὁμοίως δὲ καὶ
12. τὴν λιβανωτίδα πόαν ἐναφεψεῖν ἐλαίῳ. καὶ εἰ μηδὲ ταύτην
13. ἔχοις, ῥίζα τεύτλου λευκοῦ, καὶ ἡ τοῦ σικύου ἀγρίου ῥίζα,
14. καὶ ἡ τῆς ἀλθαίας, καὶ ἡ τῆς βρυωνίας ἱκανῶς διαφοροῦσιν
15. ἐναποτιθέμεναι καὶ αὗται τὴν ἑαυτῶν ποιότητά τε καὶ
16. δύναμιν ἐλαίῳ τινὶ τῶν διαφορητικῶν. ἐς ὅ τι δ’ ἂν ἐθέλῃς
17. ἔλαιον οὕτω παρασκευασθὲν ἐμβαλεῖν, ἤτοι κηρὸν μόνον, ἢ
1. καὶ ῥητίνην τινὰ σὺν αὐτῷ, καλλίστην τε καὶ παραμόνιμον
2. ἀλοιφὴν κατασκευάσεις. ἀρκεῖ δὲ τοὐπίπαν ἐμβάλλειν τοῦ
3. μὲν κηροῦ τὸ τέταρτον μέρος, τῆς δὲ ῥητίνης τὸ δωδέκατον.
4. εἰ δὲ καὶ δύο ῥητίνας ἐμβάλοις, ἐλατίνην τε ἅμα καὶ στροβιλίνην,
5. ἢ καὶ τρίτην ἐπ’ αὐταῖς τὴν τερμινθίνην, ἢ καὶ, μὴ
6. παρουσῶν τούτων, τὴν ὑγρὰν πιτυΐνην, ἔσται σοι καὶ οὕτω
7. διαφορητικὸν τὸ φάρμακον. ἀπορῶν δὲ τούτων, ἤτοι τὴν ἐκ
8. τῶν κεραμείων μιγνύναι πιτυΐνην, ἢ καὶ τὴν φρυκτὴν ὀνομαζομένην.
9. οἶδα μὲν, ὡς ἀποδέουσιν αὗται τῶν προειρημένων,
10. οὐ μὴν παντάπασίν εἰσιν ἀπόβλητοι.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 4.8, ed. Kühn, 1823, vol. 6, p. 286-292. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:4.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩