11. Λοιπῆς δ’ οὔσης κοπώδους διαθέσεως, ἐν
12. ᾗ πρὸς τῷ τῆς ἑλκώδους αἰσθήσεως πλῆθος ὠμῶν ἐν ὅλῳ
13. τῷ σώματι περιέχεται, λεκτέον ἂν εἴη καὶ περὶ τῆσδε. χαλεπὸν
14. δ’ οὐδὲν ἐξευρεῖν αὐτῆς τὴν ἐπανόρθωσιν, ἀπὸ τῶν
15. εἰρημένων ὁρμώμενον. εἰ γὰρ καὶ ποτὲ μὲν ἐν ταῖς
16. πρώταις φλεψὶ τὸ πλῆθος τῶν ὠμῶν ἐστι, τέμνειν αὐτὰ καὶ
17. πέττειν ἔφαμεν χρῆναι, φυλαττομένους τὴν εἰς τὸν ὄγκον
1. ἀνάδοσιν· ὁπότ’ ἐν ταῖς ἐσχάταις φλεψὶ, καὶ κατὰ τὴν ἕξιν
2. τοῦ ζώου, πέττειν τε ἅμα καὶ διαφορεῖν. ἄμφω μικτέον
3. ἐστὶν, ἐφ’ ὧν ἄμφω συμβέβηκεν· εἰ μὲν ἰσοσθενῶς ἐνοχλεῖν
4. σοι δόξειεν, ὁμοτίμως ἀμφοτέρων στοχαζόμενον· εἰ δὲ εἴη
5. θάτερον ἐπικρατέστερον, εἰς ἐκεῖνο μὲν ἀναφέρων τῆς ὅλης
6. θεραπείας τὸ κῆδος, ἀμελῶν δὲ μηδὲ θατέρου τοῦ μικροτέρου.
7. μιχθήσεται μὲν οὖν ἡ πρὸς ἀμφότερα θεραπεία κατὰ
8. τόνδε τὸν τρόπον· οὐδὲν γὰρ χεῖρον ἐπὶ παραδειγμάτων
9. ὀλίγον εἰπεῖν τι καὶ περὶ τοῦδε. τῷ διὰ τριῶν πεπέρεων
10. ἁπλῷ φαρμάκῳ χρῆσθαι συνεβούλευον, ἐφ’ ὧν ὠμῶν
11. χυμῶν πλῆθος ἐν ταῖς φλεψίν ἐστι, καὶ μάλιστα ταῖς πρώταις.
12. εἰ τοίνυν μὴ μόνον ἐν αὐταῖς, ἀλλ’ ἐν πάσαις ταῖς
13. φλεψὶν εἴη, καὶ ἤδη καὶ κατὰ τὰς σάρκας, ἐν ἀρχῇ μὲν τῆς
14. ἐπιμελείας τῷ διὰ τριῶν πεπέρεων φαρμάκῳ χρηστέον, ἔχοντι
15. καὶ πετροσελίνου τοσοῦτον, ὁπόσον ἂν ἔχῃ ἀνίσου τε καὶ
16. θύμου καὶ ζιγγιβέρεως· μετὰ δὲ τὴν πρώτην ἡμέραν, καὶ
17. μᾶλλον ἔτι τὴν δευτέραν ἐπιμιγνύναι αὐτῷ τοῦ διὰ τῆς
18. καλαμίνθης· εἶθ’ ἑξῆς ἴσα μικτέον· εἶτ’ ἐπὶ προήκοντι
1. τῷ χρόνῳ πλέον τοῦ διὰ τῆς καλαμίνθης· εἶτ’ ἐπὶ τελευτῇ
2. καὶ μόνον. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς ἄλλης ἁπάσης
3. διαίτης, ὅταν ἰσοκρατεῖς αἱ διαθέσεις ὑπάρχωσι, μιγνύναι
4. καὶ αὐτῶν τῆς ἐπανορθώσεως τοὺς σκοπούς. ἀλλ’ ἐν
5. ἀρχῇ μὲν ἐπικρατείτω τὰ τῶν ἐν ταῖς πρώταις φλεψὶν ἰάματα·
6. κατὰ δὲ τὴν τελευτὴν τὰ τῶν ἐν σαρκί· μεσοῦντος
7. δὲ τοῦ χρόνου, μιγνύσθω κατ’ ἴσον ἀμφότερον. ταῦτά τε
8. οὖν εἴρηταί μοι, καὶ ἤδη δῆλον, ὅπως ἐπανορθοῦσθαι χρὴ
9. τὰ κατὰ τοὺς χυμοὺς ἁμαρτήματα, πρὶν νοσῆσαι τὸν ἄνθρωπον.
10. ἐξ ὧν γὰρ ἐπὶ τῆς ἑλκώδους διαθέσεως εἴπομεν,
11. ὅταν ἐπιμίγνυταί τινι κακοχυμίᾳ, πάρεστι συλλογίζεσθαι καὶ
12. περὶ τῶν ἄλλων ἑκάστης, ἐπειδὰν μόνη ποτὲ συνίστηται.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 4.9, ed. Kühn, 1823, vol. 6, p. 292-294. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:4.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩