Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 5.1, ed. Kühn, 1823, vol. 6, p. 305-312. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:5.1

ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟΣ Ε.

1. Πέμπτον ἐνιστάμενος λόγον ὑπὲρ τῆς ὑγιεινῆς
2. πραγματείας, παραμυθήσασθαι βούλομαι πρότερον, εἴ
3. τινες ἄρα δυσχεραίνουσι τῷ μήκει τῆς διδασκαλίας. οὐ γὰρ
4. ἡμέτερον ἔγκλημα τοῦτό ἐστιν, ἀλλὰ τῆς φύσεως αὐτοῦ τοῦ
5. προκειμένου πράγματος ἴδιον. εἰ μὲν γὰρ οἷόν τ’ ἐστὶν, μακρὰν
6. θεωρίαν ἐν βραχέσι διελθόντα μηδὲν τῶν χρησίμων
7. παραλιπεῖν, ἡμεῖς ἁμαρτάνομεν, σὐκ ἀνάγκῃ μηκύνοντες· εἰ
8. δ’ οὐκ ἐγχωρεῖ σαφέστερόν τε ἁμὰ καὶ θᾶττον. ὑπὲρ τῶν
9. αὐτῶν εἰπεῖν, οὐχ ἡμῖν μέμφεσθαι προσῆκεν, ἀλλὰ τοῖς
1. παραλιποῦσιν οὐκ ὀλίγα τῶν ἀναγκαίων. ἔστι δ’ ἐν τοῖς
2. ἀναγκαιοτάτοις τε ἅμα καὶ οἷον στοιχεῖον ἁπάσης τῆς
3. ὑγιεινῆς πραγματείας, ὡς πάμπολλαι φύσεις τῶν ἀνθρώπων
4. εἰσὶν, ὥσπερ ὡμολόγηται μὲν ἅπασιν ἰατροῖς τε καὶ
5. γυμνασταῖς. οὕτω δὲ γράφουσιν οἱ πλείους αὐτῶν ὑπὲρ τῆς
6. ὑγιεινῆς ἀγωγῆς, ὡς ὑπὲρ ἑνὸς ἀνθρώπου διαλεγόμενοι, καὶ
7. ταῦτα μηδὲν ἐπιδειξάμενοι κᾂν ἕνα τινὰ πρὸς αὐτῶν ὠφεληθέντα,
8. καίτοι γ’ οὐδ’ ἕνα δίκαιον ἦν, ἀλλὰ παμπόλλους
9. ἐπιδείξαντας, ἔμπροσθεν μὲν νοσοῦντας συνεχῶς,
10. ὕστερον δ’ ἀνόσους ἔτεσι παμπόλλοις ὑφ’ ἑαυτῶν διαφυλαχθέντας,
11. οὕτως ἐπιχειρεῖν γράφειν. ἀλλ’ ἡμεῖς γε τοῖς ἔργοις
12. αὐτοῖς ἐπεδείξαμεν τοῦτο, καὶ τοὺς ἔμπροσθεν συνεχῶς νοσοῦντας
13. ἀνόσους φυλάξαντες ἐκ τοῦ πεισθῆναι τοῖς ὑγιεινοῖς
14. παραγγέλμασιν, οὕτως ἐπεχειρήσαμεν ὑπὲρ αὐτῶν γράφειν.
15. ἐνίους μὲν γὰρ ὅλως ἐκωλύσαμεν γυμνάζεσθαι, ταῦτα
16. δὴ τἀκ τῶν ἐπιτηδευμάτων γυμνάσια, μόναις ταῖς κατὰ τὸν
17. βίον ἐνεργείαις ἀρκεῖσθαι βουλεύσαντες· ἐνίους δὲ τοῦ
18. πλήθους ἀφελεῖν τῶν γυμνασίων ἐκελεύσαμεν, ὡς εἰς ἐλάχιστον
1. συστεῖλαι τὸ πᾶν· ἐνίους δὲ τὰς ποιότητας ὑπαλλάξαι
2. μόνας, ἢ τὴν τάξιν, ἢ τὸν καιρόν· ἐνίους δὲ τὴν
3. σύμπασαν αὐτῶν ἰδέαν μεταβαλεῖν. ὡσαύτως δὲ καὶ περὶ
4. λουτρῶν ὑποθήκας δόντες, ὡς ἤτοι μὴ λούεσθαι παντάπασιν,
5. ἢ πλείω τῶν ἔμπροσθεν, ἢ ἐλάττω, καὶ πρὸ τροφῆς
6. μόνον, ἢ καὶ μετὰ τροφὴν, ἢ θερμοτέροις τῶν πρόσθεν,
7. ἢ χλιαρωτέροις ὕδασιν, ἢ ψυχροτέροις, παντάπασιν ἀνόσους
8. ἐφυλάξαμεν ἔτεσι παμπόλλοις. ἀλλ’ οὐκ ἂν τούτων
9. οὐδὲν ἐποιήσαμεν, εἰ μήτε δὴ τὰς φυσικὰς τῶν σωμάτων
10. διαφορὰς ἠπιστάμεθα, μήτε τὴν ἑκάστῳ προσήκουσαν
11. ὑγιεινὴν δίαιταν. ἔνιοι δὲ τῶν ὑγιεινὰ συγγράμματα γραφόντων
12. ἢ καὶ χωρὶς γραμμάτων ὑποθήκας διδόντων οὐδὲ
13. σφᾶς αὐτοὺς ἀνόσους ἠδυνήθησαν φυλάξαι, κᾄπειθ’, ὅταν
14. ἐπισκώπτωνται πρός τινων, ἄλλα τέ τινα λεγόντων πρὸς
15. αὐτοὺς, καὶ προσφερομένων ἐκεῖνο τὸ ἔπος,

16. Ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων,

17. οἱ μὲν εἰς ἀσχολίας δή τινας ἀναφέρουσι τὴν αἰτίαν, οἱ δὲ
18. καὶ δι’ ἀκολασίαν ὁμολογοῦσι νοσεῖν. ἀλλὰ τούτοις μὲν ἡ
1. ἀπολογία πολὺ χείρων ἐστὶ τῆς κατηγορίας, ἐμοὶ γοῦν κριτῇ.
2. τοῖς δ’ εἰς τὰ κατὰ τὸν βίον αὐτοῖς συμπίπτοντα τὴν
3. αἰτίαν ἀναφέρουσιν, εἰ μὲν ἐφήμερόν τινα πυρετὸν πυρέξειαν
4. ἐπ’ ἐγκαύσει, καὶ ψύξει, καὶ κόπῳ, καί τισιν ἑτέροις
5. τοιούτοις αἰτίοις, ἀφίστασθαι χρὴ τῶν ἐγκλημάτων, εἰ δέ τινα
6. τῶν ἄλλων, οὐκ ἀφίστασθαι. οὐδὲ γὰρ ἡμεῖς τὸ πάμπαν ἀπύρετοι
7. διεμείναμεν, ἀλλὰ διὰ κόπους δή τινας ἐπυρέξαμεν,
8. ἁπάντων τῶν ἄλλων νοσημάτων ἀπαθεῖς διατελοῦντες ἐτῶν
9. ἤδη παμπόλλων, καὶ μέντοι καὶ πληγέντες τινὰ μέρη τοῦ
10. σώματος, ἐφ’ οἷς ἕτεροι φλεγμοναῖς τε ἅμα καὶ βουβῶσιν
11. ἁλόντες ἐπύρεξαν, οὔτε βουβῶνα ἔσχομεν, οὔτε ἐπυρέξαμεν,
12. οὐκ ἄλλοθέν ποθεν, ἢ ἐκ τῆς ὑγιεινῆς θεωρίας, τῶν τηλικούτων
13. ἐπιτυχόντες, καὶ ταῦτα μήτε κατασκευῆς σώματος
14. ὑγιεινῆς εὐτυχήσαντες ἐξ ἀρχῆς, μήτε βίον ἀκριβῶς ἐλεύθερον
15. ἔχοντες, ἀλλὰ καὶ ταῖς τῆς τέχνης ὑπηρεσίαις δουλεύοντες,
16. καὶ φίλοις, καὶ συγγενέσι, καὶ πολίταις ὑπουργοῦντες
17. εἰς πολλὰ, καὶ τῶν νυκτῶν τὸ πλεῖστον ἀγρυπνοῦντες;
18. ἐνίοτε μὲν ἀῤῥώστων ἕνεκα, διαπαντὸς δὲ τῶν ἐν παιδείᾳ
1. καλῶν. ἀλλ’ ὅμως οὐκ ἐνοσήσαμεν οὐδὲν νόσημα τῶν ἐκ τοῦ
2. σώματος ὁρμωμένων ἐτῶν ἤδη παμπόλλων, ὅτι μὴ, καθάπερ
3. ἔφην, ἐφήμερόν ποτε πυρετὸν ἐν τῷ σπανιωτάτῳ διὰ
4. κόπον γενόμενον. καίτοι κατά γε τὴν τῶν παίδων ἡλικίαν
5. καὶ προσέτι τῶν ἐφήβων τε καὶ μειρακίων οὐκ ὀλίγαις οὐδὲ
6. μικραῖς ἑάλωμεν νόσοις. ἀλλὰ μετά γε τὸ εἰκοστὸν ὄγδοον
7. ἔτος ἀπὸ γενετῆς, ἐμαυτὸν πείσας, ὡς ἔστι τις ὑγιεινὴ
8. τέχνη, τοῖς προστάγμασιν αὐτῆς ἠκολούθησα παρ’ ὅλον τὸν
9. ἑξῆς βίον, ὡς μηκέτι νοσῆσαι νόσημα μηδὲν, ὅτι μὴ σπάνιόν
10. που πυρετὸν ἐφήμερον. ἔστι δὲ δήπου καὶ τοῦτον
11. αὐτὸν φυλάξασθαι τελέως, ἐλεύθερον βίον ἑλόμενον, ὡς ἔν
12. τε τοῖς ἔμπροσθεν ἤδη γέγονε δῆλον, ἔτι τε μᾶλλον ἔσται
13. σαφὲς ἐν τοῖς ἐφεξῆς εἰρησομένοις, εἰ θέλει τις προσέχειν
14. τὸν νοῦν. ἐγὼ γάρ φημι, μηδὲ βουβῶνα δύνασθαι γενέσθαι
15. τοῖς ἀκριβῶς παρεσκευασμένοις εἰς ὑγίειαν, εἴγ’ ἀπέριττον
16. αὐτοῖς ἐστι τὸ σῶμα τοῦ γένους τῶν περιττωμάτων ἑκατέρου,
17. τοῦ τε κατὰ τὸ ποσὸν καὶ τοῦ κατὰ τὸ ποιόν.
1. πρὸς μὲν δὴ τοὺς νῦν ἐπαγγελλομένους ἢ λέγειν ἢ γράφειν
2. ὑγιεινὰ παραγγέλματα καὶ ταῦθ’ ἱκανά· πρὸς δὲ
3. τοὺς ἔμπροσθεν, ὑπὲρ ὧν οὔτε ἐκ τῆς τῶν ἄλλων ἱστορίας
4. ἠκούσαμεν, ὡς ἤτοι σφᾶς αὐτοὺς ἀνόσους διεφύλαξαν, ἢ
5. τοὺς πεισθησομένους αὐτοῖς, οὔτ’ ἐτόλμησαν ἐν τοῖς
6. συγγράμμασιν ἀλαζονεύεσθαί τι τοιοῦτον, οὐδ’ ἀντιλέγειν
7. ἀνάγκη, ἀλλὰ θαυμάζειν μόνον, εἴ τινες αὐτῶν ἑνὶ βιβλίῳ
8. τὴν ὑγιεινὴν ἅπασαν θεωρίαν ἐπηγγείλαντο περιλαβεῖν, οὐ
9. μὰ Δί’ οὕτω γράφοντες ὑπὲρ αὐτῆς, ὡς Ἱπποκράτης,
10. ἐν τοῖς πρώτοις τε καὶ γενικωτάτοις κεφαλαίοις ἐνδεικνύμενος
11. τὴν μέθοδον, ἀλλ’ ἐξεργαζόμενοι πᾶν ἀκριβῶς,
12. ὥσπερ ἡμεῖς. ἡ μὲν δὴ τοῦ μήκους τῶν λόγων αἰτία καὶ
13. δὴ λέλεκται. χρὴ δ’, ὅστις ἐστὶ φιλόκαλός τε ἅμα καὶ
14. φιλόπονος ἐπὶ τοῖς ἀρίστοις, οὐ πρὸς τὸ μῆκος ἀπαγορεύειν
15. τῆς ὑγιεινῆς τέχνης, ἀλλὰ τοῦ μεγέθους ἄγασθαι
16. τῶν ἐπαγγελμάτων αὐτῆς. πῶς γὰρ οὐ μεγάλα καὶ θαυμαστὰ
17. τῆς τέχνης ταῦτ’ ἔστιν ἔργα, γηράσαντα μέχρι πλείστου,
1. ταῖς αἰσθήσεσιν ἀπαθῶς ὑγιαίνοντα διὰ πάντων φυλάξαι
2. ἄνοσον, ἀνώδυνον, ὁλόκληρον, εἴ γε μὴ παντάπασιν
3. ἐξ ἀρχῆς νοσώδης εἴη τετυχηκὼς, σῶμα; ἀλλ’ ἐγὼ
4. καὶ πάνυ μοι δοκῶ τινας ὑγιεινοὺς φύσει τεθεᾶσθαι παμπόλλαις
5. νόσοις ἁλισκομένους, καὶ τελευτῶντας δὲ κατά γε
6. τὸ γῆρας ἀνιάτοις περιπεσεῖν πάθεσιν, οὓς ἐνῆν, ὅσον
7. ἐπὶ τῇ φυσικῇ τοῦ σώματος ἕξει, ταῖς τ’ αἰσθήσεσιν ἁπάσαις
8. ἀπηρώτους διατελέσαι μέχρι γήρως ἐσχάτου καὶ τοῖς
9. ἄλλοις ἅπασι μορίοις τοῦ σώματος ὑγιαίνοντας. πῶς οὖν
10. οὐκ αἰσχρόν ἐστιν, ἀρίστης φύσεως τυχόντα βαστάζεσθαι
11. μὲν ὑπ’ ἄλλων διὰ ποδάγραν, κατατήκεσθαι δὲ ταῖς ὀδύναις
12. λιθιῶντα, καὶ τὸ κῶλον ἀλγοῦντα, καὶ κατὰ κύστιν
13. ἕλκος ἐκ κακοχυμίας ἔχοντα; πῶς δ’ οὐκ αἰσχρόν ἐστι, διὰ
14. τὴν θαυμαστὴν ἀρθρῖτιν ἀδυνατοῦντα χρῆσθαι ταῖς ἑαυτοῦ
15. χερσὶν, ἑτέρου δεῖσθαι τοῦ προσφέροντος τὴν τροφὴν
16. τῷ στόματι, καὶ τοῦ τὴν ἕδραν ἀπονίζοντος ἐν τοῖς ἀποπάτοις;
17. ἄμεινον γὰρ, ὅστις μὴ παντάπασιν εἴη μαλακὸς, ἑλέσθαι
18. μυριάκις τεθνάναι, πρὶν τοιοῦτον ὑπομεῖναι βίον.
1. εἰ δὲ δὴ καὶ τοῦ κατ’ αὐτὸν αἴσχους τις ὑπερορᾷ δι’ ἀναισχυντίαν
2. τε καὶ μαλακίαν, ἀλλὰ τῶν γε πόνων οὐκ ἐχρῆν
3. ὑπερορᾷν, οὓς νύκτωρ τε καὶ μεθ’ ἡμέραν ἔχουσιν, ὥσπερ
4. ὑπὸ δημίων στρεβλούμενοι τῶν παθῶν. καίτοι τούτων
5. ἁπάντων ἢ ἀκολασίαν, ἢ ἄγνοιαν, ἢ ἀμφοτέρας ἀναγκαῖον
6. αἰτιᾶσθαι. ἀλλὰ τὴν μὲν ἀκολασίαν οὐκ ἦν καιρὸς ἐπανορθοῦσθαι·
7. τὴν δ’ ἄγνοιαν ὧν χρὴ ποεῖσθαι ἐλπίζω διὰ
8. τῆσδε τῆς πραγματείας ἰάσασθαι, καθ’ ἑκάστην φύσιν σώματος
9. ἰδίαν ὑγιεινὴν ἀγωγὴν θέμενος.

Cliquer un n° de page pour en afficher l’image