15. Σύγκειται γὰρ ἅπασα πρόνοια σωματικῆς
16. διαθέσεως ἔκ τε τοῦ γινώσκειν αὐτῆς τὴν οἰκείαν
17. οὐσίαν καὶ τῆς τῶν βοηθημάτων ὕλης τὰς δυνάμεις· οἷον
1. εὐθέως ἐπὶ τοῦ προκειμένου νῦν ἡμῖν, τοῦ γήρως, ὁ γνοὺς
2. τὴν διάθεσιν ἐπιστημονικῶς, ὅτι ξηρότης ἐστὶ μετὰ ψύξεως,
3. ἐὰν ἐκμάθῃ τὰς ὑγραινούσας ὕλας καὶ θερμασίας τῶν βοηθημάτων,
4. ἀγαθὸς ἂν ἰατρὸς εἴη γερόντων. οὐσῶν δὲ τεττάρων
5. ὑλῶν κατὰ γένος, ἃς ὀνομάζουσι, προσφερομένων καὶ
6. ποιουμένων καὶ κενουμένων καὶ προσπιπτόντων ἔξωθεν,
7. ἐκλέγεσθαι προσήκει καθ’ ἑκάστην αὐτῶν τὰ θερμαίνειν τε
8. καὶ ὑγραίνειν δυνάμενα. πρὸς δὲ τὴν οἰκείαν ἑκάστου χρῆσιν
9. ἡ ἐπὶ τῶν παραδειγμάτων ἄσκησις ὠφελιμωτάτη. οἶδα
10. δέ ποτε θώρακα παιδὸς ἀπολειπόμενον οὐκ ὀλίγῳ τῆς
11. τῶν ἄλλων συμμετρίας μορίων αὐξήσας τὸ μέτρον ἐκ τοιαύτης
12. ἰδέας βοηθημάτων. ἐζώννυον μὲν αὐτῷ τὰ κάτω τοῦ
13. θώρακος ἅπαντα μέχρι τῶν ἰσχίων ζώνῃ συμμέτρως πλατείᾳ,
14. οὕτω παραβάλλων, ὡς ἐρηρεῖσθαι μὲν ἀλύπως, μήτε δὲ
15. χαλαρὸν ἀπολιπεῖν τι, μήτε πεπιέσθαι, γυμνάσια δὲ τά τε
16. δι’ ὅλων τῶν χειρῶν ἐπιτηδευόμενα καὶ τὰς καλουμένας ὑπὸ
17. τῶν φωνασκῶν ἀναφωνήσεις παρελάμβανον, ἐφ’ ἑκατέροις
18. δὲ κατάληψιν πνεύματος ἐκέλευον ποιεῖσθαι. γίγνεται δ’
1. αὕτη, σφοδρῶς μὲν θλιβόντων ἡμῶν ἐκ παντὸς μέρους τὸν
2. θώρακα, τὴν δ’ ἐκπνοὴν κατεχόντων, ὡς ἐπέχεσθαι πᾶν ἔνδον
3. τὸ πνεῦμα τὸ διὰ τῆς εἰσπνοῆς φθάνον εἱλκύσθαι.
4. διὸ καὶ πλεῖον εἰσπνευστέον ἐστὶ τῷ μέλλοντι καλῶς τοῦτο
5. δράσειν· ὅσῳ γὰρ ἂν ᾖ πλείων ὁ θλιβόμενος ἀὴρ, τοσούτῳ
6. μᾶλλον ὁ θώραξ εὐρύνεται διατεινόμενος. ὅτι δὲ καὶ
7. τὰς ἀναφωνήσεις ἐν μεγέθει τε καὶ τῇ κατ’ ὀξύτητα τάσει
8. τῆς φωνῆς ποιητέον ἐστὶν ἐπὶ τούτων, οὐκ ἄδηλον, εἴγε
9. δὴ πρόκειται γυμνάζειν ἰσχυρῶς πάντα τοῦ θώρακος τὰ μόρια.
10. ταῦτα μὲν οὖν ἐπὶ τῶν αὐξανομένων σωμάτων εἰς
11. συμμετρίαν ἄξει τὰ φύσει κακῶς διαπεπλασμένα· μέτρια δὲ
12. καὶ τοὺς ἤδη τελείους ὠφελήσει. οὐ μὴν ἐπί γε πρεσβυτῶν
13. ἐπιχειρήσεις ἔργῳ τοιούτῳ, βέλτιον γὰρ ἐπ’ ἐκείνων ἡσυχάζειν
14. τοῖς ἀσθενέσι μορίοις εἴρηται, βέλτιον δὲ καὶ τὸ διὰ τῶν
15. συνήθων ἐπιτηδευμάτων γυμνάζειν, εἰ καὶ βλαβερὰ μετρίως
16. εἴη. τοῖς γε μὴν νέοις ὑπαλλάττειν πειρᾶσθαι τὰ βλάπτοντα,
17. κᾂν ἐκ παιδὸς ᾖ συνηθέστατα· δύναται γὰρ ἡ δύναμις αὐτῶν
1. ὑπομεῖναι τὴν μεταβολὴν ἐν μέτρῳ γινομένην, ἐλπίς τ’ ἐστὶ,
2. τῷ λοιπῷ χρόνῳ τῆς ζωῆς ὀνήσεσθαί τι πρὸς τῶν ἀμεινόνων
3. ἐπιτηδευμάτων. ὁ δὲ γέρων, εἰ δυνηθείη χρόνῳ συχνῷ κατὰ
4. βραχὺ μεταστῆναι τῶν φαύλων ἐθῶν, οὐδ’ ἐν ᾧ χρόνῳ χρήσεται
5. τοῖς βελτίοσιν ἕξει, συμβήσεται δ’ αὐτῷ πονῆσαι μάτην,
6. ὥσπερ εἰ καὶ τέχνην ἄρχοιτο μανθάνειν ὀγδοηκοντούτης
7. τις ὤν. ὥσπερ δὲ τῶν γερόντων αὐτῶν οὐ σμικρά τίς
8. ἐστι διαφορὰ πρὸς ἀλλήλους, εἴτε κατὰ τὴν ἡλικίαν αὐτὴν,
9. εἴτε κατὰ τὴν διάθεσιν τοῦ σώματος, οὕτω καὶ τῶν
10. φύσει ξηροτέρων τε ἅμα καὶ ψυχροτέρων, ὡς πρὸς τὸν σύμμετρον
11. παραβάλλειν, οὐκ ὀλίγον τοὐν μέσῳ τῆς δυσκρασίας
12. ἐστὶ πρὸς ἀλλήλους τε καὶ τοὺς γέροντας. ὑγραίνειν μὲν
13. οὖν αὐτοὺς δηλονότι καὶ θερμαίνειν προσήκει, θαῤῥαλεώτερον
14. δὲ ταῦτα πράττειν, διὰ τὴν ἡλικίαν ἀνεχομένους
15. ἰσχυρῶν γυμνασίων, ὡς ἂν ἐῤῥωμένης ἔτι τῆς δυνάμεως.
16. ὁ γάρ τοι πρῶτος σκοπὸς, ἀφ’ οὗ τὴν ἔνδειξιν τῶν
17. ἰαμάτων λαμβάνομεν, ἡ τοιάδε δυσκρασία τοῦ σώματός ἐστιν,
18. οὐ τὸ γῆρας, ἢ ὅλως ἡλικία τις. ἀλλ’ ἐπειδὴ στοχαστικῶς
1. ἡμῖν τὸ τῶν διαθέσεων μέτρον λαμβάνεται, διὰ τοῦτο καὶ
2. τὴν ἡλικίαν ἐπισκοποῦμεν. ἡ δ’ αὐτὴ χρεία καὶ τῆς τῶν
3. ἐθῶν γνώσεώς ἐστι, καὶ τῆς τῶν προκαταρκτικῶν ὀνομαζομένων
4. αἰτίων· εἰς γὰρ τὴν τῆς διαθέσεως ἀκριβεστέραν
5. γνῶσιν ἐκ τῶν τοιούτων ἁπάντων ὠφελούμεθα, τῶν δ’ ἰαμάτων
6. ἡ ἔνδειξις οὐκ ἐκ τούτων γίνεται. τῷ γε μὴν ἐμπειρικῷ
7. μέρος τῆς ὅλης συνδρομῆς ἐστι καὶ τὰ τοιαῦτα,
8. τετηρημένης ἐπ’ αὐτῆς τῆς θεραπείας, οὐκ ἐνδεικτικῶς εὑρισκομένης.
9. εἰκότως τοιγαροῦν Ἱπποκράτης τὰ πλεῖστα περὶ
10. διαγνώσεων καὶ προγνώσεων ἔγραψε, γυμνάζων ἡμᾶς ἐν τοῖς
11. κατὰ μέρος, οἵ τ’ ἄριστοι μετ’ αὐτὸν ἰατροὶ ὡσαύτως ἔπραξαν,
12. εὖ εἰδότες, ὡς τῷ γνόντι τὴν διάθεσιν ἀκριβῶς τοῦ
13. σώματος, ὃ μεταχειριζόμεθα ὑγιαῖνον ἢ νοσοῦν, οὐ χαλεπῶς
14. εὑρίσκεται τὰ βοηθήματα. χρὴ γὰρ, ὡς εἴρηται πολλάκις,
15. ἄρχεσθαι μὲν ἀπὸ θεραπευτικοῦ παραγγέλματος τοῦ, τὰ
16. ἐναντία τῶν ἐναντίων ἰάματα, τῆς δ’ ὕλης τῶν βοηθημάτων
17. ἐπιστήμονα γενόμενον, ὡς ἐκμάθῃ αὐτῆς τὰς δυνάμεις,
18. ἀεὶ προσφέρειν ἅπαντι σώματι, τῷ μὲν φαύλως διακειμένῳ
1. τἀναντία, τῷ δ’ ἄριστα κατεσκευασμένῳ τὰ παραπλήσια ταῖς
2. δυνάμεσι. καὶ τοίνυν καὶ τὰς δυσκρασίας αὐτὰς, ὅσαι κατὰ
3. τὸ τῆς ὑγείας ἔτι πλάτος εἰσὶν, ἐπανορθοῦσθαι μὲν βουλόμενος
4. ὑπεναντίως διαιτήσεις· ὅπερ ἐπὶ πολλῆς γίνεται σχολῆς.
5. ἐν ἀσχολίᾳ γὰρ οὖσι διὰ τῶν ὁμοίων ὑπηρετήσεις,
6. καὶ μάλισθ’ ὅταν οὕτως ὦσιν εἰθισμένοι. συμβαίνει δὲ ὡς
7. τὰ πολλὰ θάτερον τούτων μᾶλλον, ὡς ἂν τῶν φύσεων ἀδιδάκτως
8. αἱρουμένων τὰ οἰκεῖα. καὶ μέχρι γε τοσούτων προσφερόμεθα
9. αὐτὰ, μέχρι περ ἂν εἰς τὴν ἀρχαίαν ἐπανέλθωσι
10. κατάστασιν.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 5.10, ed. Kühn, 1823, vol. 6, p. 357-362. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:5.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩