11. Ἡ δέ γ’ ἐπανορθουμένη τὴν δυσκρασίαν
12. δίαιτα περαιτέρω προέρχεται τὰ πολλά. διὸ καὶ τοῖς οἰκείοις
13. νοσήμασιν ἁλισκόμεθα πλείοσι, τοῦ μὲν φύσει θερμοτέρου
14. ῥᾳδίως τὰ θερμὰ νοσήματα νοσοῦντος, τοῦ δὲ
15. ψυχροτέρου τὰ ψυχρὰ, καὶ τῶν ἄλλων ὡσαύτως. ἐπανέρχεται
16. τοιγαροῦν θᾶττον εἰς τὴν ἰδίαν φύσιν ἕκαστον τῶν
17. δυσκράτων σωμάτων, ἤπερ ἐπὶ τὴν ἀρίστην κρᾶσιν. ἐν τῷ
18. μεσαιτάτῳ γὰρ αὕτη πασῶν οὖσα τῶν δυσκρασιῶν, ἐὰν μὲν
1. οἰκείῳ τις ἁλῷ τῇ φύσει νοσήματι, πλέον ἀφέστηκεν, ἐὰν
2. δὲ οὐκ οἰκείῳ, βραχύτερον. οὐκοῦν οὐδὲ τὰ ἔθη μεταβλητέον
3. ἐστὶ, κᾂν εἴη μοχθηρὰ, δυσαρεστουμένων ἔτι τῶν σωμάτων.
4. ἀλλ’ ἐν ταῖς ἀκριβεστέραις ὑγείαις οὐκ ἀεὶ τοῦτο
5. πρακτέον, ἀλλ’ ὅταν ἀπὸ τῶν πολιτικῶν πραγμάτων ἄγῃ
6. σχολὴν ὁ μέλλων μεταχθήσεσθαι. ταῦτ’ οὖν ὄντα κοινὰ
7. παραγγέλματα πασῶν τῶν κράσεων ὑπαλλάττεται κατὰ μέρος,
8. εἰς ὅσον ἂν ἑκάστη δυσκρασία τῆς ἄκρας εὐκρασίας
9. ἀπολείπηται, καὶ θαυμαστὸν οὐδέν ἐστι, τὰς δυσκράτους
10. φύσεις ἐν τῷ μέσῳ καθεστηκυίας ἀκριβοῦς ὑγείας αἰσθητοῦ
11. τε νοσήματος ἐπαμφοτερίζειν καὶ τῷ τρόπῳ τῆς διαίτης.
12. οὐ μὴν οὐδὲ τὸ φαίνεσθαι τοὺς ἀνθρώπους ὑπὸ τῶν
13. αὐτῶν ὠφελουμένους τε καὶ βλαπτομένους θαυμαστόν. εἰ
14. μὲν γὰρ ἅπαντες ὁμοίαν ἀλλήλοις εἶχον κατασκευὴν, τότ’
15. ἂν ἦν θαυμαστὸν, ὑπὸ τῶν ἐναντίων ἐνίους ὠφελεῖσθαι
16. βλαπτομένους ὑπὸ τῶν αὐτῶν· ἐπεὶ δ’ ἐναντίαι πολλῶν
17. τῶν ἀνθρώπων εἰσὶ κατασκευαὶ τοῦ σώματος, εὔλογόν ἐστι,
18. καὶ τὴν ὠφέλειαν αὐτοῖς ὑπὸ τῶν ἐναντίων γίνεσθαι.
1. διὸ καὶ θαυμάσειεν ἄν τις ἁπάντων τῶν ἰατρῶν, ὅσοι
2. γράφειν ἐπεχείρησαν ὑγιεινὰ συγγράμματα, μὴ διελομένων
3. τῷ λόγῳ τὰς φύσεις. ὥσπερ γὰρ ἑνὶ καλοποδίῳ πρὸς ἅπαντας
4. ἀνθρώπους ἀδύνατον χρῆσθαι τοῖς σκυτοτόμοις, οὕτω
5. τοῖς ἰατροῖς ἰδέᾳ βίου συμφερούσῃ μιᾷ. διὰ τοῦτο οὖν ἐνίοις
6. μὲν ὑγιεινότατον εἶναί φασι τὸ γυμνάζεσθαι καθ’ ἑκάστην
7. ἡμέραν ἱκανῶς, ἐνίοις δὲ μηδὲν κωλύειν, εἰ καὶ παντάπασί
8. τις ἐν ἡσυχίᾳ διατρίβοι, καὶ λούεσθαι τοῖς μὲν ὑγιεινότατον
9. εἷναι δοκεῖ, τοῖς δ’ οὒ, καὶ πίνειν ὕδατος καὶ οἴνου, καὶ
10. περὶ τῶν ἄλλων ὡσαύτως, οὐ μόνον ὑγιεινῶν διαιτημάτων,
11. ἀλλὰ καὶ τῶν τοῖς νοσοῦσι προσφερομένων ἰαμάτων, ἐναντιώτατα
12. γράφουσιν ἀλλήλοις, ὡς σπάνιον εὑρεῖν ὁμολογούμενον
13. ἕν τι πᾶσιν αὐτοῖς. ἥ γε μὴν πεῖρα δείκνυσιν ὑπό
14. τε τῶν αὐτῶν ἐνίους βλαπτομένους τε καὶ ὠφελουμένους,
15. ὑπό τε τῶν ἐναντίων ὡσαύτως. οἶδα γ’ οὖν τινας, οἵ τρεῖς
16. ἡμέρας ἀγύμναστοι μείναντες εὐθέως νοσοῦσιν, ἀγυμνάστους
17. δ’ ἑτέρους ἀεὶ διατελοῦντας, ὑγιαίνοντας δὲ, καὶ τούτων
1. ἐνίους μὲν ἀλούτους, ἐνίους δὲ, εἰ μὴ λούσαιντο, πυρέττοντας
2. αὐτίκα, καθάπερ ὁ Μιτυληναῖος Πρημιγένης. ὅτι μὲν οὔν
3. οὕτως φαίνεται ταῦτα γιγνόμενα, καὶ οἱ τῇ πείρᾳ μόνῃ τὴν
4. τέχνην ἀθροίζοντες ἴσασιν. οὐ μὴν ἔγραψέ τις αὐτῶν γνωρίσματα,
5. καθάπερ ἐπὶ τῶν νοσημάτων, οἷς προσέχοντες
6. εὑρήσομεν, ὁποίας ἕκαστος δεῖται διαίτης. ἐπ’ ὀλιγίστων γὰρ
7. ἔστιν εὑρεῖν τὰς καλουμένας ὑπὸ τῶν ἐμπειρικῶν συνδρομὰς
8. ἠκριβωμένας, ὡς ἐν περιπνευμονίᾳ τε καὶ πλευρίτιδι· τὰ
9. δὲ πλεῖστα νοσήματα στοχαστικὴν ἔχει διάγνωσιν, ὡς οὐκ
10. ἐξ ἀθροίσματος ὡρισμένων συμπτωμάτων γινωσκόμενα, ἀλλ’
11. ἀνδρὸς δεόμενα ἀκριβῶς ἐπισταμένου τὴν διάθεσιν τοῦ σώματος,
12. εὑρίσκειν δ’ ἱκανοῦ τὰ κατὰ μέρος ἅπαντα τὰ τῇ
13. τοιαύτῃ συμφωνοῦντα. τό γ’ οὖν προκείμενον αὐτῷ τῷ
14. λόγῳ ποδηγηθέντες ἡμεῖς εὕρομεν ἔτι νέοι τὴν ἡλικίαν ὄντες.
15. ᾧ καὶ δῆλον, ὡς ἡ μακρὰ πεῖρα χωρὶς λόγου τὰ τοιαῦτα
16. εὑρίσκειν ἀδύνατος. ἐπί γ’ οὖν τοῦ Πρημιγένους
17. ἀκούσας, ὅτι πάντως πυρέττοι μὴ λουσάμενος, ἐλογισάμην,
1. αὐτῷ καπνώδη περιττώματα γεννᾶσθαι, διαπνεῖσθαι δεόμενα,
2. πυκνοτέρου δὲ τοῦ δέρματος ὄντος, ἢ ὡς ἐπιτρέπειν
3. αὐτοῖς κενοῦσθαι πᾶσιν ἀθροιζομένοις ὑπὸ τῷ δέρματι,
4. θερμασίαν γεννᾷν. διὸ καὶ τὰ λουτρὰ χρησιμώτατα ταῖς
5. τοιαύταις φύσεσιν, οὐ μόνον τῷ κενοῦν τὸ καπνῶδες, ἀλλὰ
6. καὶ τῷ τέγγειν ὑγρότητι γλυκείᾳ. καταμαθεῖν οὖν ἔδοξέ μοι
7. πλατεῖαν ἐπιβαλόντι τὴν χεῖρα τῷ θώρακι τοῦ Πρημιγένους,
8. ὁποία τίς ἐστιν ἡ τῆς θερμασίας ποιότης. ὡς δὲ δριμεῖα
9. καὶ δακνώδης εὑρέθη παραπλησίως τοῖς κρόμμυα
10. προσενηνεγμένοις δαψιλῆ, πολὺ δὴ μᾶλλον ἔτι τὴν αἰτίαν
11. τοῦ γινομένου καλῶς εὑρῆσθαί μοι πεισθεὶς, ἐπυθόμην, εἴ
12. τινες ἱδρῶτες αὐτῷ γίγνοιντο χωρὶς τοῦ λουτροῦ, καὶ φάντος
13. μὴ γίγνεσθαι, βεβαιοτέραν γνῶσιν ἐπείσθην ἔχειν
14. τῆς διαθέσεως αὐτοῦ. καὶ μὴν δὴ καὶ ἄλλους τινὰς
15. εἶδον, ὁμοίως μὲν ἐκείνῳ δακνῶδες ἔχοντας τὸ θερμὸν,
16. οὐ μὴν ἐπ’ ἀλουσίᾳ γε μιᾷ πυρέττοντας, ἐπειδὴ δι’
17. ἱδρώτων αὐτοῖς ἐκενοῦτο τὰ περιττώματα. τῷ Πρημιγένει
18. δὲ πρὸς τῇ φυσικῇ κατασκευῇ καὶ ὁ τρόπος τῆς διαίτης
1. αἴτιος ἦν τοῦ πυρέττειν ἐπ’ ἀλουσίᾳ μιᾷ, διατρίβοντι
2. τὸ πλεῖστον ἐπὶ τῆς οἰκίας, ἐν ᾗ γράφων ἢ ἀναγινώσκων
3. διετέλει διὰ τὸ προσκεῖσθαι θεωρίᾳ περιπατητικῇ,
4. καθ’ ἣν οὐδενὸς ἦν δεύτερος τῶν κατ’ αὐτόν. ἴσμεν
5. δ’, ὅτι καὶ τοῖς μὴ κατὰ φύσιν τοιοῦτον γεννῶσι περίττωμα
6. φιλοπονία καὶ φροντὶς αἰτίαι γίνονται τῆς γενέσεως αὐτοῦ.
7. διόπερ ἕτερον ἄνθρωπον ὁμοίως ἐκείνῳ τὴν θερμασίαν ἔχοντα
8. δακνώδη συνέβαινε μὴ πυρέττειν μετὰ μίαν ἡμέραν ἀλουσίας,
9. ἐπειδὴ μήτε φροντιστὴς ἦν, αἵ τε πράξεις αὐτῷ κατὰ
10. τὴν πόλιν ἐγίγνοντο περιπατοῦντι πολλὰ, καὶ ὠνουμένῳ, καὶ
11. πιπράσκοντι, καὶ μαχομένῳ πολλάκις, ἐν οἷς ἱδροῦν ἠναγκάζετο.
12. διὰ τοῦτο ἕτερόν τινα τῶν νοσούντων καθ’ ἕκαστον
13. θέρος ὀξὺ καὶ χολῶδες νόσημα παμπόλλων ἐτῶν ἤδη
14. τελέως ἄνοσον ἐφύλαξα γυμνάζεσθαι κωλύσας. θερμὸς γὰρ
15. ὢν καὶ ξηρὸς τὴν κρᾶσιν ὁμοίως τῷ Πρημιγένει γυμνασίοις
16. τε συντόνοις ἐχρῆτο καὶ ἡλίῳ καὶ κόνει.
17. συνέβαινεν οὖν αὐτῷ, τὴν μὲν θερμασίαν ἀμετρότερον αὐξάνεσθαι,
18. πυκνοῦσθαι δὲ τὸ δέρμα καὶ δυσδιάπνευστον
1. γίνεσθαι· συνελθόντων δὲ εἰς ταὐτὸ ἀμφοτέρων, ἕτοιμον
2. ἤδη πυρέξαι τῷ ταῦτα πάσχοντι σώματι. ὅπερ οὖν κατὰ
3. τὴν ἰατρικὴν τέχνην εἴωθα λέγειν ἀεὶ, τοῦτο καὶ νῦν ἐρῶ·
4. τάχιστα μὲν ὁ λογισμὸς εὑρίσκει τὰ ζητούμενα, βεβαιοῖ δὲ
5. τὴν πίστιν αὐτῶν ἡ πεῖρα. καίτοι γε θαυμασιώτερον Ἱπποκράτους
6. εἰρηκότος, ὡς ταῖς θερμαῖς φύσεσιν ἄμεινον ἀργεῖν
7. ἐστιν, ἢ γυμνάζεσθαι, παμπόλλους τῶν ἰατρῶν ἰδεῖν
8. ἔστι μηδὲ γινώσκοντας, οἵτινές ποτέ εἰσιν οἱ τοιοῦτοι τῶν
9. ἀνθρώπων, ἀλλ’ ἑξῆς ἅπασι γυμνάσια προστάττοντας, ὥσπερ
10. αὖ πάλιν ἄλλους οὐκ ὀλίγους ἰατροὺς οὐδὲν ἐκ γυμνασίων
11. πλέον εἰς ὑγίειαν ἡγουμένους γίνεσθαι, καὶ πρὸς τούτοις
12. γε τρίτους ἄλλους, τοῖς μὲν εἰθισμένοις γυμνάζεσθαι συγχωροῦντας,
13. εἴργοντας δὲ τοὺς ἀήθεις ἀπὸ τῶν γυμνασίων.
14. ἅπαντες μὲν οὖν ἁμαρτάνουσιν, ἀλλ’ οἱ τρίτοι ῥηθέντες
15. ἧττον. οἱ πλείους γὰρ τῶν ἐθιζόντων ὁτιοῦν ἔθος οἰκεῖον
16. αἱροῦνται τῇ φύσει διὰ τὸ βλαπτομένους πολλάκις ὑπὸ τῶν
17. οὐκ οἰκείων ἀφίστασθαι. τινὲς δ’, ἤτοι νικηθέντες ὑφ’ ἡδονῆς,
1. ἢ δι’ ὑπερβάλλουσαν ἄνοιαν οὐκ αἰσθανόμενοι τῆς βλάβης,
2. ἐμμένουσι τοῖς κακοῖς ἔθεσιν. ἀλλ’ οὗτοι μὲν ὀλίγοι, πλείους
3. δέ εἰσιν οἱ μεθιστάμενοι. διὸ καὶ τοὺς ἰατροὺς ἧττον
4. ἁμαρτάνειν εἰκός ἐστιν, ὅσοι διαφυλάττειν ἀξιοῦσιν ἅπαν
5. ἔθος· ὅσοι μέντοι νομίζουσι μηδὲν διαφέρειν εἰς ὑγείαν
6. ἀγύμναστον προσαίρεσθαι ἢ γυμνασθέντα σιτίον, καὶ ὅσοι
7. πάντας ἀξιοῦσι γυμνάζεσθαι, πλείω βλάπτουσι τῶν προειρημένων.
8. αὐτῶν δὲ τούτων ἀλλήλοις παραβαλλομένων ἧττον
9. βλάπτουσιν οἱ πρὸ τῶν σιτίων ἀεὶ γυμνάζεσθαι ἐθέλοντες.
10. οἴονται δ’ ἔνιοι καὶ Ἱπποκράτην παραινεῖν, πόνους
11. γὰρ σιτίων ἡγεῖσθαι κατὰ τοὺς ἀφορισμοὺς, μὴ γινώσκοντες,
12. ὡς περὶ τάξεως νῦν ὁ λόγος αὐτῷ ἐστι τῶν γυμνασίων
13. τε καὶ σιτίων, οὐ τοῦτο λέγοντι, ὡς ἐπὶ πάντων ἀνθρώπων
14. ἄμφω χρήσιμά ἐστιν, ἀλλ’ ὡς, ἐφ’ ὧν συμφέρει γυμνάσια,
15. προηγεῖσθαι χρὴ τῶν σιτίων. ὅτι δ’ οὐ πᾶσι συμφέρει,
16. διά τε τῶν ἐπιδημιῶν ἐδήλωσε σαφῶς, τὰς θερμὰς φύσεις
17. ἀξιῶν ἐλιννύειν, ἔν τε τοῖς ἀφορισμοῖς δυνάμει, διὰ τοῦ
18. δηλῶσαι καθόλου, τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα.
1. δύναται δέ ποτε καὶ διαφωνίας φαντασία γενέσθαι
2. κατὰ τὰ τοιαῦτα παραγγέλματα, τινῶν μὲν ἅπασαν κίνησιν
3. σύμμετρον τῷ κινουμένῳ σώματι γυμνάσιον ὀνομαζόντων,
4. ἐνίων δὲ τὴν σφοδροτέραν μόνην. ὥστε κατὰ μὲν τὸ πρότερον
5. σημαινόμενον ἅπαντας ἀνθρώπους δεῖσθαι γυμνασίων,
6. καὶ τοῦτο εὔδηλον παντί· κατὰ δὲ τὸ δεύτερον οὐκ
7. ἀληθές. τῶν γὰρ ἐν ταῖς εἱρκταῖς ὑγιαινόντων οὐκ ὀρθῶς
8. μοι δοκοῦσιν ἔνιοι μεμνῆσθαι· διαφθείρονται γοῦν οὗτοι
9. πάντως ἐν τῷ χρόνῳ, κωλυόμενοι παντάπασιν ἀλείφεσθαί
10. τε καὶ λούεσθαι· τὸ δὲ πρὸς ὀλίγας ἡμέρας ἀντέχειν αὐτοὺς
11. τῇ νοσώδει διαίτῃ θαυμαστὸν οὐδέν. εἴπερ οὖν
12. ἅπασα κίνησις ὑπὸ τὴν τοῦ γυμνασίου προσηγορίαν ἄγοιτο,
13. καὶ ὁ περιπατήσας, καὶ ὁ τριψάμενος, καὶ ὁ λουσάμενος
14. γεγυμνάσθαι ἂν λέγοιτο, ἐὰν συμμέτρως κινηθῇ τῇ παρούσῃ
15. τοῦ σώματος καταστάσει· ἐὰν δὲ καὶ τούτων εἴρξῃς τινὰ,
16. νοσήσει πάντως. ὁρῶμεν γὰρ νῦν εἰργομένους οὐ μόνον
17. νοσοῦντας, ἀλλὰ καὶ ἀποθνήσκοντας ἐν ταῖς εἱρκταῖς,
18. ἐπειδὰν κατακλεισθῶσι πλέονα χρόνον. εἰ δὲ τὰς σφοδρὰς
1. κινήσεις μόνας ὀνομάζοι τις γυμνάσια, γένοιθ’ οὕτως ἂν
2. ἀληθὲς τὸ μὴ δεῖσθαι πάντας ἀνθρώπους γυμνασίων.
3. εὐθέως μέν τοι ὁ Πρημιγένης ἐκεῖνος οὐδεμιᾶς ἐδεῖτο
4. βιαίας κινήσεως, οὐκ ὀλίγου δὲ πρὸ τοῦ λουτροῦ περιπάτου
5. κατὰ τὰς πρὸ τοῦ βαλανείου στοάς. ἀλλὰ καὶ τρίψασθαι
6. μετ’ ἐλαίου καὶ τὸ μετὰ λουτρὸν ἀπομάξασθαι τὸ
7. ὕδωρ αὐτάρκεις εἰσὶ κινήσεις ἀνδρὶ τοιαύτης κράσεως.
8. ὁ δὲ καὶ πρὸ τοῦ δείπνου περιεπάτει τε καὶ διελέγετο τοῖς
9. ἑταίροις, ὥσπερ οὖν καὶ κατὰ τὴν οἰκίαν ἕωθεν. οὔκουν
10. ἐστί τις ὑπὸ παντελοῦς ἀργίας ὀνινάμενος. ἀλλ’ ὅτε ἐλιννύειν
11. ταῖς θερμαῖς φύσεσιν ὁ Ἱπποκράτης συμβουλεύει, τῶν
12. σφοδρῶν κινήσεων ἀπέχεσθαι κωλύει. κᾀγὼ πολλοὺς ὤνησα
13. ἔτι νοσοῦντας ἐν ἀρχῇ φθινοπώρου διὰ τὰς ἐπιτηδευομένας
14. αὐτοῖς ἤδη κινήσεις ἐν ὅλῳ τῷ θέρει· κωλύσας τοῦτο
15. πράττειν ὑγιαίνοντας ἀπέφῃνα· καθάπερ οὖν ἄλλους εἶρξα
16. τοῦ γυμνάζεσθαι σφοδρῶς, ἑτέρους δ’ ἔμπαλιν ἐξ ἀργίας
17. εἰς γυμνάσια μεταστήσας ἀνόσους διεφύλαξα, νοσοῦντας
18. ἔμπροσθεν οὐκ ὀλιγάκις. εἰσὶ δ’ οὗτοι ψυχρότεροι τῶν
1. εὐκράτων τε καὶ συμμέτρων, ἐναντίως διακείμενοι τοῖς θερμοτέροις
2. τε καὶ ξηροτέροις. εἴρηται δὲ οὐ μόνον ἐν τῇ περὶ
3. κράσεων πραγματείᾳ τὰ γνωρίσματα τῶν κράσεων, ἀλλὰ
4. καὶ ἐν τῇ τέχνῃ τῇ ἰατρικῇ· τοῦτο γάρ ἐστι τὸ ἐπίγραμμα
5. τῶν ἡμετέρων ἑνὶ βιβλίων. θαυμάσαι δ’ ἔστι τῶν ἰατρῶν,
6. ὅσοι μηδὲ τὰ διὰ τῶν αἰσθήσεων ἐναργῶς φαινόμενα γινώσκουσι.
7. τίς γὰρ οὐχ ὁρᾷ τὴν διαφορὰν τῶν ἀνθρώπων
8. ἐπὶ πλεῖστον ἐκτεταμένην, ὥσθ’ ὑπὸ τῶν αὐτῶν ἐπιτηδευμάτων
9. τε καὶ σιτίων ἐνίους μὲν ὠφελεῖσθαι, βλάπτεσθαι
10. δ’ ἑτέρους, ὥσπερ γε κᾀν ταῖς νόσοις; ὥσθ’, ὅτι μὲν οὐ
11. χρῄζουσι τῶν αὐτῶν ἅπαντες, ἐναργῶς φαινόμενον ἐχρῆν
12. αὐτοὺς εἰδέναι, γράφοντας δὲ συγγράμματα διορίσασθαί τε
13. καὶ διδάξαι, τίνες ὑπὸ τίνων ὠφελοῦνταί τε καὶ βλάπτονται.
14. τίς οὖν ἡ αἰτία τοῦ παραλείπεσθαι τοὺς διορισμοὺς αὐτοῖς,
15. καίτοι γ’ ὑφ’ Ἱπποκράτους εἰρημένους; ἡ ἐπίτριπτος ἐπιθυμία
16. τοῦ δόξαν ἔχειν ἐν ἀνθρώποις αἱρεσιάρχας ὀνομασθέντας.
17. διὰ ταῦτα μὲν γὰρ ἐκεῖνοι μὴ ἐπεχείρησαν τοῖς
1. ἐναργῶς φαινομένοις ἀκολουθεῖν, ἀλλὰ ταῖς δόξαις αἷς ὑπέθεντο.
2. τῶν δὲ εἰς αὐτοὺς ἐμπεσόντων νεωτέρων ἐπείσθησαν
3. οἱ πλεῖστοι, τῷ μήτ’ ἄλλο τι μεμαθηκέναι βέλτιον,
4. ἀμαθεῖς τε εἶναι καὶ ἀγύμναστοι παντάπασιν ἀποδείξεως.
5. εἰ γὰρ ἕποιτό τις ἀποδείξει, ῥᾷστα διακρινεῖ τῶν τ’
6. ἀληθῶν δογμάτων τὰ ψευδῆ, τῶν τε μετὰ διορισμοῦ γεγραμμένων
7. τὰ μὴ τοιαῦτα, καταγνώσεταί τε πάντων ἀτεχνίας,
8. ὅσοι χωρὶς διορισμοῦ ἔγραψάν τι.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 5.11, ed. Kühn, 1823, vol. 6, p. 362-373. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:5.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩