9. Πρόσχες οὖν μοι τὸν νοῦν ἄνωθεν ἐπερχομένῳ
10. διὰ βραχέων, ὁποίους εἶναι χρὴ τοὺς διορισμούς.
11. ὅσοις μὲν φύσει τὸ θερμὸν δακνῶδές ἐστιν, ὡς καπνώδη
12. γεννᾷν περιττώματα, τούτοις λουτρὰ χρήσιμα, καὶ κινήσεις.
13. βραχεῖαί τε καὶ νωθραὶ, πολλαὶ δὲ καὶ ὀξεῖαι βλαβερώτεραι.
14. τούτοις οὖν οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δὶς λούεσθαι
15. τῆς ἡμέρας συμφέρει, καὶ μάλιστα θέρους, ἐσθίειν τε τροφὰς
16. εὐχύμους, μηδὲν ἐχούσας δριμύ· πολέμιον δ’ αὐτῶν
17. ἐστι τὸ ἡλιοῦσθαι, καὶ τὸ θυμοῦσθαι, καὶ τὸ φροντίζειν
18. πολλά. τοὺς δ’ ἐναντίας ἢ κατὰ τούσδε φύσεως (εἰσὶ δ’.
1. οὗτοι ψυχροὶ καὶ ὑγροὶ τὴν κρᾶσιν) ἰσχυροτέρων τε κινήσεων
2. χρεία ἔχεσθαι καὶ διαίτης πλέον ἐχούσης τὸ λεπτόν· εἴρηται
3. δ’, ἥτις ἐστὶν ἡ τοιαύτη, δι’ ἑνὸς ὑπομνήματος· οὐ μὴν
4. οὐδ’ ἐν ἡλίῳ γυμναζόμενοι βλάπτονται, καθάπερ οὐδ’ ἀλουτοῦντες.
5. μεγίστη μὲν οὖν διαφορὰ ταῖς εἰρημέναις ἐστὶ φύσεσι
6. πρὸς ἀλλήλας· ἐναντιωτάτη γὰρ ἡ ὑγρὰ καὶ ψυχρὰ
7. κρᾶσις τῇ θερμῇ καὶ ξηρᾷ· μεγίστη δὲ ἡ ψυχρᾶς τῇ
8. θερμῇ καὶ ὑγρᾶς πρὸς τὴν ξηράν. ἔστι δὲ ἡ μὲν ψυχρὰ καὶ
9. ξηρὰ τῇ τῶν γερόντων ὁμοία· διὸ καὶ ταχέως γηρᾷ τὰ
10. τοιαῦτα σώματα, καὶ λέλεκται περὶ αὐτῆς αὐτάρκως
11. ἔμπροσθεν. ἡ δ’ ὑγρὰ καὶ θερμὴ τοῖς ῥευματικοῖς εὐάλωτος
12. πάθεσι. τό γε μὴν κοινὸν ἐπὶ πασῶν τῶν δυσκράτων φύσεων
13. ἄμεινόν ἐστι κᾀπὶ τῆσδε πράττειν. ἔστι δὲ τοῦτο, κολάζειν
14. μὲν αὐτὰ διὰ τῶν ἐναντίων ἐπὶ πολλῇ σχολῇ, φυλάττειν
15. δὲ διὰ τῶν ὁμοίων, ἐπειδὰν ὑπὸ πλειόνων ἀσχολιῶν
16. εἴργηταί τις ἑαυτῷ σχολάζειν. περί γε μὴν τῶν ἐν τοῖς τοιούτοις
17. σώμασιν γυμνασίων ᾧδ’ ἔχει. πλείω μὲν χρὴ πονεῖν διὰ τὴν
1. ὑγρότητα τῶν σωμάτων, σύντονα δὲ οὐ χρὴ διὰ τὴν θερμότητα.
2. προσέχειν δ’ ἀκριβῶς, ὅταν ἐξ ἀργοτέρας διαίτης
3. εἰς τὰ γυμνάσια μεταβάλλωσι· παραχρῆμα γὰρ ἁλίσκονται
4. ῥευματικοῖς νοσήμασιν, εἰ μὴ προκενωθέντες ἅπτονται τῶν
5. γυμνασίων. ὅσον γὰρ ἂν ἐν τῷ σώματι συνεστὸς ᾖ καὶ
6. παχὺ κατὰ τοὺς χυμοὺς, ἢ καὶ μετρίως ψυχρὸν, αὐτίκα
7. τοῦτο πνευματοῦταί τε καὶ χεῖται. ταῦτ’ ἄρα καὶ
8. κατὰ τὸ ἔαρ αἱ τοιαῦται φύσεις μάλιστα τοῖς ὑπὸ πλήθους
9. γιγνομένοις ἁλίσκονται νοσήμασι, συνάγχαις, κυνάγχαις, κατάῤῥοις,
10. αἱμοῤῥοΐσιν, αἱμοῤῥαγίαις, ἀρθρίτισιν, ὀφθαλμίαις,
11. περιπνευμονίαις, πλευρίτισι, τοῖς τ’ ἄλλοις ἅπασιν,
12. ὧν τὸ γένος ἐστὶ φλεγμονή. διὸ καὶ φθάνειν χρὴ κατὰ
13. τὴν ἀρχὴν τοῦ ἦρος αἵματος ἀφαιρεῖν αὐτῶν, ἢ φλέβα
14. τέμνοντα, ἢ ἀποσχάζοντα τὰ σφυρά. μὴ βουλομένων δ’
15. οὕτως κενοῦσθαι, καθαρτέον ἐστὶ φαρμάκῳ ποικίλῳ,
16. δυναμένῳ καὶ ξανθῆς χολῆς ἕλκειν τι, καὶ φλέγματος,
17. καὶ τῶν ὀῤῥωδῶν περιττωμάτων. ἃ δ’ ἐπὶ τῶν γυμνασίων
18. εἴρηται, ταῦτα κᾀπὶ τῶν βαλανείων εἰρῆσθαι χρὴ δοκεῖν,
1. καὶ γὰρ καὶ ταῦτα σφαλερὰ, πρὶν κενωθῆναι, κενωθέντα δὲ
2. ὠφελήσει, καὶ μάλισθ’ ὅσων λουτρῶν οὐκ ἔστι πότιμον
3. ὕδωρ, ἀλλ’ ἔχει τινὰ διαφορητικὴν δύναμιν. ὅ γε μὴν οἶνος
4. ὅτι μὲν ὠφελιμώτατος ταῖς ψυχραῖς καὶ ξηραῖς φύσεσιν,
5. εἴρηται πρόσθεν. εἰ δέ γε ταῖς θερμαῖς ἁπάσαις οὐκ οἰκεῖος,
6. ἀλλ’ ἄμεινον ἐπ’ αὐτῶν ἐστιν ὕδωρ ποτὸν, ὡς ἐν ταῖς
7. ἐπιδημίαις γέγραπται, σκεπτέον ἐφεξῆς. ἴσως γάρ τινι δόξει
8. παντάπασιν ἄτοπον εἶναι, νεανίσκον, ἢ τὸν στρατιωτικὸν, ἢ
9. ἀθλητικὸν, ἤ τινα τῶν σκαπτόντων, ἢ θεριζόντων, ἢ ἀροτριώντων,
10. ἢ ὅλως ὁτιοῦν ἰσχυρὸν ἔργον ἐργαζόμενον, ἐφ’ ὕδατος μόνου
11. διαιτᾶσθαι, καὶ ταῦτα σφάλλεσθαι τὸν Ἱπποκράτην περὶ
12. τῶν θερμῶν κράσεων ἁπλῶς ἀποφηνάμενον, ὡς ὑδροποσίας
13. δεομένων. ἐμοὶ δ’ οὐχ ἁπλῶς Ἱπποκράτῃ, ἀλλὰ περὶ τῆς
14. ἄκρως θερμῆς φύσεως εἰρῆσθαι δοκεῖ τοῦτο, κατὰ δυσκρασίαν
15. δηλονότι τοιαύτης οὔσης, οὐ τῷ πλεῖστον ἔχειν τὸ
16. ἔμφυτον θερμὸν, ὅπερ αὐτὸς αὐξάνεσθαί φησιν ἐν τῷ τῶν
17. ἀθλητῶν ἐπιτηδεύματι. ἀλλ’ ὅγε δύσκρατος θερμὸς οὔτ’
1. ἀθλητὴς, οὔτε στρατιώτης, οὔτε τῶν κατὰ γεωργίαν ἢ
2. πολιτείαν ἔργων ἀγαθὸς ἃν ποτε γένοιτο ἐργάτης· ἰσχυρῶν
3. γάρ ἐστιν ἀνδρῶν τὰ τοιαῦτα ἐπιτηδεύματα. τοιοῦτοι
4. δ’ οὐκ ἂν εἶεν ἄνευ τοῦ συμμέτρως κεκρᾶσθαι· συμμέτρως
5. δ’ αὐτῶν κεκραμένων, πλεῖστον ἂν εἴη τὸ ἔμφυτον θερμόν.
6. τῇ μὲν οὖν τοιαύτῃ φύσει σύμμετρον δηλονότι δοτέον
7. ἐστὶ τὸν οἶνον, ὥσπερ καὶ αὐτὴ σύμμετρός ἐστι, καὶ μέχρι
8. τοσούτου γε σύμμετρον, ἄχρι περ ἂν ᾖ σύμμετρος.
9. ἀνάγκη γάρ ἐστι καὶ ταύτην οὐκ ἐν τῷ γήρᾳ μόνον, ἀλλὰ
10. καὶ τῷ τῆς παρακμῆς χρόνῳ, τῆς συμμέτρου γενέσθαι ψυχροτέραν.
11. εἴ τις δ’ ἄρα, ὡς ἐν ὑγιεινῇ δυσκρασίᾳ, θερμοτάτη
12. κρᾶσις ᾖ, ταύτῃ συμφέρει μηδ’ ὅλως οἶνον διδόναι.
13. τριῶν δ’ οὐσῶν κατὰ γένος διαφορῶν τῆς θερμῆς κράσεως,
14. μιᾶς μὲν, καθ’ ἣν ἡ ἑτέρα τῶν ἀντιθέσεων, ἡ κατὰ τὸ ξηρὸν
15. καὶ ὑγρὸν, εὔκρατός ἐστι, δευτέρας δὲ, ᾗ σύνεστιν
16. ἀμετροτέρα τοῦ συμμέτρου ξηρότης, καὶ τρίτης, καθ’ ἣν
17. ἅμα τῷ θερμῷ πλεονάζει τὸ ὑγρὸν, ἐν ᾗ μὲν ἡ ἑτέρα τῶν
18. ἀντιθέσεων εὔκρατός ἐστιν, οὐκ ἂν γένοιτό ποτε ἄκρως
1. ἄμετρον, ἐπειδὴ τῷ τοιούτῳ ξηρότης ἐπιγίνεται διὰ ταχέων,
2. αὕτη δὲ οὐχ ὑπόκειται τῇ ξηρᾷ· ἐν ᾗ δὲ ἐστὶ καὶ
3. ξηρότης ἅμα τῇ θερμότητι, δυνατὸν ἐν αὐτῇ γενέσθαι ποτὲ
4. τὴν παρὰ φύσιν θερμότητα πλείστην, ὡς ἐν ὑγιεινῇ δυσκρασίᾳ,
5. μέχρι πλείονος χρόνου, πλείστην δὲ ἐν ὀλίγῳ χρόνῳ,
6. καὶ τὴν μεθ’ ὑγρότητος ἄκρως ἄμετρον θερμασίαν, ὡς
7. ἐν ὑγιεινῇ δυσκρασίᾳ, δυνατὸν γενέσθαι. τῇ μὲν οὖν πρῶτον
8. ῥηθείσῃ τοσοῦτον ἐπιτρέψομεν ὑδατώδους οἴνου προσφέρειν,
9. ὅσον ἀποκεχώρηκε τῆς ἄκρας δυσκρασίας· τῶν δ’
10. ἄλλων οὐδετέρᾳ συγχωρήσομεν, ἄκρᾳ γε οὔσῃ, καθότι δέδεικται.
11. ταῖς γὰρ μὴ τοιαύταις δυσκρασίαις οἶνον δώσομεν
12. ὀλίγον καὶ ὑδατώδη· τοιοῦτος δ’ ἐστὶν ὁ λευκὸς μὲν τῇ
13. χροιᾷ, λεπτὸς δὲ τῇ συστάσει· καθάπερ γε καὶ ταῖς ψυχραῖς
14. δυσκρασίαις τοὺς θερμοτέρους τῶν οἴνων προσοίσομεν.
15. ὁ μὲν οὖν ἄκρως θερμὸς οἶνος ταῖς ἄκρως ψυχραῖς
16. δυσκρασίαις σύμφορος, ἐπὶ δὲ τῶν ἄλλων ὁ ἀνάλογος.
17. οὐ γὰρ μόνον ἁπλῶς χρὴ μεμνῆσθαι τοῦ τἀναντία
1. τῶν ἐναντίων ἰάματα ὑπάρχειν, ἀλλὰ καὶ τοῦ καθ’ ἑκάστην
2. ἐναντίωσιν ποσοῦ. καθάπερ οὖν ἐπὶ τῶν φαρμάκων ἐδείξαμεν,
3. ὡς οὐ μόνον χρὴ σκοπεῖν, εἰ θερμὸν ἢ ψυχρόν ἐστιν,
4. ἀλλὰ καὶ τίνος δι’ αὐτῶν τάξεως, οὕτω κᾀπὶ τῶν οἴνων ἐστὶ
5. ποιητέον, οὐ τὸν ὑδατώδη μόνον ἢ τὸν θερμὸν αἱρουμένους,
6. ἀλλὰ καὶ τὸν τὴν ἀντιλογίαν ἔχοντα τῆς ἑαυτοῦ θερμότητος
7. ἢ ψυχρότητος οἰκείαν ὡς πρὸς τὸ τῆς δυσκρασίας
8. εἶδος. ταῦτα δὲ περὶ τῶν μέσην ἡλικίαν ἐχόντων τοῦ
9. γήρως εἴρηται, γινωσκόντων ἡμῶν τὸ μὲν πρῶτον αὐτοῦ μέρος,
10. ὃ τῶν ὠμογερόντων ὀνομάζουσι, δυναμένων ἔτι πράττειν
11. τὰ πολιτικὰ, τὸ δὲ δεύτερον, ἐφ’ οὗ τὸ σύμφορον
12. ὄνομα φέρουσιν, αὐτὸ τοῦτο εἶναι, καθ’ οὗ λέγουσιν,
15. οὐ μὴν ἐπί γε τῆς τρίτης, ἐν ᾗ τὸν γραμματικὸν ἔφην
16. Τήλεφον ὄντα ἐν τῷ μηνὶ δὶς ἢ τρὶς λούεσθαι· διὰ γὰρ τὴν
17. ἀῤῥωστίαν τῆς δυνάμεως οὐ φέρουσιν οὗτοι τὰ συνεχῆ λουτρά.
18. πρόσεστι δ’ αὐτοῖς τὸ μηδ’ ἀθροίζειν δακνώδη περιττώματα
1. διὰ τὴν ψύξιν τῆς ἕξεως. ὀνομάζουσι δὲ τὸν κατὰ τὴν
2. ἡλικίαν ταύτην πέμπελον, ὡς οἱ ταῖς ἐτυμολογίαις χαίροντές
3. φασι, παρὰ τὸ ἐκπέμπεσθαι τὴν εἰς ᾅδου δηλονότι
4. πομπήν.