Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 5.2, ed. Kühn, 1823, vol. 6, p. 312-318. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:5.2

10. Ἄρξασθαι δέ μοί που δίκαιον ἂν ἦν ἀπὸ
11. τῆς ἀρίστης, ἧς ὁ σκοπός ἐστιν οὐκ ἐπανόρθωσις, ἀλλὰ φυλακὴ
12. τῶν ὑπαρχόντων, ὅπερ ἡμεῖς ἐποιήσαμεν, εἰπόντες
13. ὑπὲρ αὐτῆς ἄχρι δεῦρο, καθ’ ἑκάστην τῶν ἡλικιῶν, πλὴν
14. τῆς παρακμαστικῆς καλουμένης, ἧς τὸ τελευταῖον μέρος
15. ἰδίως ὀνομάζεται γῆρας, ἔχοντός τινα καὶ τούτου τομὴν
16. ἰδίαν, ὡς ὕστερον εἰρήσεται κατ’ ἐκεῖνο τοῦ λόγου τὸ μέρος,
17. ἔνθα τὸ καλούμενον τῆς τέχνης γηροκομικὸν μέρος εἰς
18. διδασκαλίαν ἄξομεν. ἀλλὰ νῦν γε τὰ κυριώτατα τῶν εἰρημένων
1. ἀναλαβόντες ἐπὶ τὰς μοχθηρὰς φύσεις τῶν σωμάτων
2. μεταβήσομεν, δεικνύντες, ὅπως ἑκάστην αὐτῶν ἐν ὑγείᾳ μάλιστα
3. φυλακτέον ἐστίν. τὸ τοίνυν ἄριστον σῶμα σκοποὺς
4. ἔχει κατὰ μὲν τὰς ποσότητάς τε καὶ ποιότητας καὶ δυνάμεις,
5. ἐν μὲν τοῖς γυμνασίοις τὰ μέτριά τε καὶ σύμμετρα
6. προσαγορευόμενα, μετὰ τοῦ πᾶσιν ὁμοτίμως τοῖς μορίοις
7. τοῦ σώματος προσάγεσθαι, φυλαττομένων ἡμῶν ἅπασαν
8. ὑπερβολὴν, εἰ δέ ποθ’ ἁμαρτηθείη, καθ’ ὁτιοῦν τῶν εἰρημένων
9. ἐπανορθούντων τὸ σφάλμα. κατὰ δὲ τὴν τῶν ἐσθιομένων
10. τε καὶ πινομένων φύσιν ἐν ποσότητι καὶ ποιότητι
11. καὶ δυνάμει σκοπὸς πάλιν ἐστὶν κᾀνταῦθα τὸ σύμμετρον,
12. ὡς μήτε πλείω, μήτ’ ἐλάττω λαμβάνειν, ἀλλ’ ἢ ὅσα
13. πεφθέντα, καὶ ἀναδοθέντα, καὶ θρέψαντα τὸ σῶμα καλῶς,
14. εἰ δέοι καὶ τοῖς ἔτι αὐξομένοις τι προστεθῆναι σύμμετρον,
15. οὐδὲν ἐάσειν περιττὸν οὐδ’ ἐνδεές. οὕτω δὲ καὶ κατὰ
16. τοὺς ὕπνους τε καὶ τὰς ἐγρηγόρσεις, καὶ τὰ λουτρὰ, καὶ
17. τὰς τῆς ψυχῆς ἐνεργείας, ὅσα τ’ ἄλλα τοιαῦτα, τὴν συμμετρίαν
18. δηλονότι προσήκει φυλάττειν, εἰ δέ ποθ’ ἁμάρτοι
1. τις καθ’ ὁτιοῦν τῶν εἰρημένων, ἐπανορθοῦσθαι τὸ σφάλμα.
2. κοινὸς δ’ ἔστω σοι σκοπὸς ἁπάσης ἐπανορθώσεως ἡ τῆς
3. ἐναντίας ἀμετρίας χρῆσις, εἰ μὲν ἐπὶ πλέον ἐπόνησε τὸ
4. σῶμα τῇ προτεραίᾳ, καθαιροῦντι τὸ πλῆθος τῶν γυμνασίων,
5. εἰ δ’ ἐνδεέστερον, αὐξάνοντι, οὕτω δὲ εἰ καὶ ὀξυτέραις
6. ἐχρήσατο ταῖς κινήσεσιν, ἀνιέντι μετρίως, εἰ δ’ ἐκλελυμέναις,
7. ἐπιτείνοντι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ
8. μὲν τοῖς εὐτονωτέροις τὰ μαλακώτερα γυμνάσια παραλαμβάνων,
9. ἐπὶ δὲ τοῖς ἀτονωτέροις ἰσχυρότερα, καὶ τὰ σφοδρὰ
10. δὲ τοῖς ἀμυδροῖς ἀντεισάγων, καὶ τοῖς σφοδροῖς τἀναντία,
11. καὶ συλλήβδην εἰπεῖν ἁπάσας ἀμετρίας ἐπανορθούμενος,
12. διὰ τῆς ἐναντίας ἀμετρίας ὑγιαίνοντα διαφυλάξαι τὸν
13. ἄνθρωπον. εἰς δὲ τὸ μηδὲν ταῖς ἐπανορθώσεσι σφάλλεσθαι
14. πρῶτον μὲν χρὴ γινώσκειν ἀκριβῶς τὰς διαθέσεις
15. τοῦ σώματος, εἶτα μεμνῆσθαι τῶν ἐν τῇ προτεραίᾳ προγεγενημένων
16. ἁπάντων. αἱ μὲν γὰρ διαθέσεις ἐνδείξονται
17. τὸ πλημμεληθὲν, ἡ μνήμη δὲ τῶν προγεγενημένων, εἰς ὅσον
18. χρὴ μετακινῆσαί τι τῶν συνήθων, ὑπαγορεύσει. κατὰ μὲν δὴ
19. τὰς διαθέσεις αἱ τοιαίδε εἰσὶν ἀμετρίαι, ὡς ἰσχνότερον,
1. ἢ εὐογκότερον, ἢ σκληρότερον, ἢ μαλακώτερον, ἢ ξηρότερον,
2. ἢ ὑγρότερον, ἢ ἀραιότερον, ἢ πυκνότερον ἑαυτοῦ φαίνεσθαι
3. τὸ σῶμα, πρὸς τῷ μὴ κατὰ φύσιν ἀκριβῶς ἀποσώζειν
4. εὔχροιαν. ἡ μνήμη δὲ τῶν προγεγονότων αὐτό τε τὸ
5. ἁμαρτηθὲν ἐνδείξεταί σοι, καὶ διδάξει τὴν ἐπανόρθωσιν ἐκ
6. τοῦ παραβάλλεσθαι τοῖς ἐνεστῶσιν. εἰ μὲν γὰρ ἰσχνότερον
7. τὸ σῶμα φαίνοιτο, σκοπεῖσθαι χρὴ καὶ ἀναμιμνήσκεσθαι,
8. πότερον πλείω τοῦ προσήκοντος ἐπόνησεν, ἢ ὀξυτέραις ἐχρήσατο
9. ταῖς κινήσεσιν, ἢ περὶ τὴν τρίψιν ἐπλεόνασεν, ἢ τὰ
10. λουτρά· καὶ μετὰ ταῦθ’ ἑξῆς ἐπισκοπεῖσθαι, πότερον ἐφρόντισεν,
11. ἢ ἠγρύπνησεν, ἢ ἐξέκρινε κατὰ γαστέρα πολὺ πλείω
12. τοῦ προσήκοντος· ἐπισκοπεῖσθαι δὲ καὶ εἰ ὁ οἶκος θερμότερος,
13. ἐν ᾧ διέτριψεν, ἢ ἔφαγεν ἔλαττον, ἢ ἔπιεν, ἢ
14. ἀφροδισίοις ἐχρήσατο πλείοσιν. εἰ δ’ ἐν ὄγκῳ μείζονι τὸ
15. σῶμα φαίνοιτο, μὴ τρίψις μαλακὴ, ἢ γυμνάσιον ἔλαττον
16. ἢ βραδύτερον, ἢ πλείων ὕπνος, ἢ ἐποχὴ γαστρὸς, ἢ σιτίων
17. πλῆθος ἀμέμπτως πεφθέντων. εἰ δὲ σκληρότερον ἑαυτοῦ
1. φανείη τὸ σῶμα, τρίψεων ἀναμνησθῆναι χρὴ πρῶτον, εἶτα
2. γυμνασίων εὐτόνων μετ’ ἀνταγωνιστοῦ σκληροῦ πιλοῦντος,
3. καὶ πρὸς τούτοις εἰ ἐν κόνει, καὶ ταύτῃ σκληρᾷ καὶ ψυχρᾷ,
4. καὶ εἰ χωρὶς τῆς καλουμένης ἀποθεραπείας· εἶθ’ ἑξῆς
5. λουτρῶν, εἰ ψυχρᾲ παντάπασιν, ἢ λίαν θερμὰ, καὶ ὁ οἶκος,
6. ἐν ᾧ διέτριψεν ἐγρηγορώς τε καὶ κοιμώμενος, ψυχρός· ἔτι
7. δὲ σιτίων ξηρότητα καὶ πομάτων ἔνδειαν. εἰ δὲ μαλακώτερος
8. ἑαυτοῦ γένοιτο κατὰ τὴν ὑστεραίαν τὸ σῶμα, πρῶτον
9. μὲν ἀναμιμνήσκεσθαι χρὴ τῆς τρίψεως, εἰ μαλακή τε καὶ
10. σὺν λίπει, καὶ λουτροῖς ἀτρέμα καὶ χλιαροῖς ἐγένετο·
11. μετὰ δὲ τὴν τούτων ἐπίσκεψιν, εἰ τὰ γυμνάσια βραδέα καὶ
12. ὀλίγα, καὶ μετὰ τοῦ συμπαλαίοντος ἀμετρώτερον ἁπαλοῦ,
13. κᾄπειτα περὶ πόματος, εἰ πλέον, εἶθ’ ἑξῆς ἐδεσμάτων, ἢ
14. πλειόνων, ἢ ὑγροτέρων τὴν φύσιν, εἶθ’ ὕπνων, εἰ πλείους.
15. ἐγγὺς δὲ τῆς μαλακῆς τοῦ σώματός ἐστι διαθέσεως ἡ ὑγρὰ
16. καλουμένη, πλὴν ὅσον ἡ μὲν μαλακὴ τῶν σωμάτων αὐτῶν
17. ἐστιν οἰκεία ποιότης, ἡ δ’ ὑγρὰ τῶν ἐν αὐτοῖς
18. ὑγρῶν. διακρίνεται δ’ ἁπτομένων, ἡ μὲν γὰρ ὑγρὰ σὺν
1. ἰκμάσιν ἐστὶν, ἡ δὲ μαλακὴ χωρὶς τούτων, ὄντος δὲ δηλονότι
2. καὶ τοῦ μαλακοῦ σώματος ὑγροῦ τοῖς οἰκείοις
3. μορίοις, ἀλλ’ ἕνεκα σαφοῦς διδασκαλίας μαλακὸν μὲν τοῦτο
4. καλείσθω, τὸ δ’ ἕτερον ὑγρόν. ἡ μὲν οὖν ἀμέτρως ξηρὰ
5. διάθεσις εὐθὺς σκληρύνει τὴν ἕξιν, οὐκ ἐξ ἀνάγκης δὲ
6. μετὰ μαλακότητός ἐστιν ἡ ὑγρά. δύναται μὲν γὰρ ἐσκληρύνθαι
7. μὲν ἡ σὰρξ, ἀναφέρεσθαι δ’ ἐκ τοῦ σώματος ἰκμὰς
8. ἢ ἱδρώς. ἐπὶ μὲν οὖν τῶν ὑγροτήτων ἤτοι γ’ ἀφροδισίων
9. χρῆσιν ἄκαιρον, ἢ ἀπό τινος ἑτέρας αἰτίας ἀῤῥωστίαν
10. τῆς δυνάμεως ὑποπτευτέον, ἢ ἀραιότητα τοῦ σώματος
11. ἐπὶ μαλακαῖς ἀμέτρως τρίψεσιν, ἢ λουτροῖς πλέοσιν,
12. ἢ ἀέρι τῷ κατὰ τὸν οἶκον, ἐν ᾧ διέτριψε, θερμοτέρῳ
13. παρὰ τὸ δέον. ἐπισκεπτέον δὲ καὶ περὶ πομάτων, εἰ πλέον,
14. ἢ ὕπνοι πολλῷ πλείους τῶν κατὰ φύσιν, ἢ εἰ τὸ περιέχον
15. ἀθρόως μετέβαλεν εἰς ὑγρότητά τε καὶ θερμότητα, καὶ περὶ
16. τροφῶν δ’ ὡσαύτως. ἐπὶ δὲ τῆς ἁπαλότητος ἢ μαλακότητος,
17. (ἑκάτερον γὰρ ὀνομάζειν ἔθος ἐστὶν,) ὅταν ποτὲ
18. χωρὶς ὑγρότητος ᾖ, πεπέφθαι μὲν τὴν τροφὴν ὀρθῶς, καὶ
1. τεθράφθαι τὸ σῶμα, γεγυμνάσθαι δὲ ἐνδεέστερον. ἔμπαλιν δὲ
2. ἐπὶ τῆς σκληρότητος, ἢ τετρίφθαι σκληρῶς, ἢ γεγυμνάσθαι
3. πλείω μετὰ τοῦ σκληροῦ σώματος ἐν κόνει. ξηρότης δὲ τῆς
4. ἕξεως ἔνδειαν πόματος ἢ τροφῆς, ἢ ἀγρυπνίαν, ἢ μέριμναν
5. βιωτικὴν, ἢ πολλὴν τρίψιν, ἢ γυμνάσιον ἄμετρον
6. ἐνδείκνυται. ταῦτά τε οὖν βίον σκεπτόμενος, ἐπανορθοῦσθαι
7. ἂν δυνηθείης καθ’ ἑκάστην ἡμέραν τὸ σφάλμα, πρὶν αὐξηθὲν
8. δυσίατον γενέσθαι. μέμνησο δ’ ἀεὶ τοῦ πᾶσαν ἀμετρίαν
9. εἰς ἐπανόρθωσιν ἄγεσθαι διὰ τῆς ἐναντίας ἀμετρίας.
10. ὁ γάρ τοι σκοπὸς οὗτος ἁπάντων ἐστὶ κοινὸς τῶν παρὰ φύσιν.
11. ὥστε χρὴ προσθέντα σε τῷδε τήν τε τῶν σωμάτων
12. αὐτῶν διάγνωσιν, ὧν προνοεῖσθαι μέλλεις, ἑκάστου τε τῶν βοηθημάτων
13. τὴν δύναμιν, ἁπάσης ἐπιστήμονα τῆς περὶ τὸ
14. σῶμα τέχνης γενέσθαι, καθ’ ἣν οὐ μόνον τοὺς ὑγιαίνοντας
15. ἐν ὑγείᾳ διαφυλάξεις, ἀλλὰ καὶ τοῖς νοσοῦσιν ἀναλήψῃ τὴν
16. ἀρχαίαν ἕξιν.

Cliquer un n° de page pour en afficher l’image