1. Ὁποῖον μὲν οὖν ἐστι τὸ ἄριστον σῶμα,
2. πρότερον εἴρηται. τὸ δ’ ἀπολειπόμενον τοῦδε γινώσκειν μέν
3. σε χρὴ διὰ τρεῖς αἰτίας ἀπολειπόμενον, ἢ ὅτι κακῶς ἐξ ἀρχῆς
4. κατεσκευάσθη κυούμενον, ἢ ὅτι μετὰ ταῦτα πρός τινος
5. αἰτίας εἰς τὴν παρὰ φύσιν ἤχθη διάθεσιν, ἢ τῷ τῆς ἡλικίας
6. λόγῳ. πειρᾶσθαι δ’ ἐπανορθοῦσθαι πάντα διὰ τῆς
7. ἀντικειμένης ἀμετρίας· οἷον αὐτίκα περὶ γήρως. τὸ γῆράς
8. ἐστι μὲν ψυχρὸν καὶ ξηρὸν, ὡς ἐν τοῖς περὶ κράσεων ἐπιδέδεικται
9. λόγοις. ἐπανόρθωσις δ’ αὐτοῦ διὰ τῶν ὑγραινόντων
10. τε καὶ θερμαινόντων γίνεται. τοιαῦτα δ’ ἐστὶ θερμὰ
11. λουτρὰ γλυκέων ὑδάτων, καὶ οἴνου πόσις, ὅσαι τε τῶν τροφῶν
12. ὑγραίνειν τε ἅμα καὶ θερμαίνειν πεφύκασι. περὶ δὲ
13. γυμνασίων, ἢ τρίψεων, ἁπάσης τε κινήσεως, (ἀπὸ τούτων
14. γὰρ ἄρξασθαι βέλτιον, ἐπειδὴ καλῶς εἴρηται, τοὺς πόνους
15. τῶν σιτίων ἡγεῖσθαι,) τάδε χρὴ γινώσκειν, ὡς ἐκ μέρους μέν
16. τινος ὀρθῶς εἶπεν ὁ ποιητὴς,
1. οὐ μὴν τό γε σύμπαν ἐν τούτῳ τέτακται. δέονται γὰρ οἱ
2. γέροντες οὐδὲν ἧττον τῶν νέων εἰς κίνησιν ἄγειν τὸ σῶμα,
3. κινδυνευούσης αὐτοῖς σβεσθῆναι τῆς ἐμφύτου θερμασίας. ἐπεί
4. γε τῶν ἀκμαζόντων σωμάτων εὑρίσκονταί τινες φύσεις, ἡσυχίας
5. δεόμεναι, περὶ ὧν εἴρηται καὶ Ἱπποκράτει, γερόντων
6. δ’ οὐδεὶς χρῄζει παντελοῦς ἡσυχίας, ὥσπερ οὐδὲ γυμνασίου
7. σφοδροῦ· ῥιπίζεσθαι μὲν γὰρ αὐτῶν δεῖται τὸ θερμὸν,
8. ἐξελέγχεται δὲ κατὰ τὰς σφοδροτέρας κινήσεις. αἱ μὲν οὖν
9. μεγάλαι φλόγες οὐδὲν ἔτι χρῄζουσι τοῦ ῥιπίζοντος, ἀλλ’
10. ἑαυταῖς εἰσιν ἱκαναὶ πρὸς τὸ διασώζεσθαί τε καὶ κρατεῖν
11. τῆς ὕλης. οὔκουν οὐδ’ ἀνατρίβεσθαι ἄμετρα μετὰ τοὺς
12. ὕπνους ἕωθεν ἅπαντες οἱ ἀκμάζοντες δέονται, καθάπερ οἱ
13. γέροντες. ὁ γὰρ τοι σκοπὸς τῆς τοιαύτης ἀνατρίψεως ἅμα
14. λίπει γινομένης διττός ἐστιν, ἢ κοπώδη διάθεσιν ἰάσασθαι,
15. πρὶν αὐξηθεῖσαν ἀνάψαι πυρετὸν, ἢ ἀῤῥωστοῦσαν ἀνάδοσιν
16. ἐπεγεῖραι. πολλοὺς γὰρ ἀτροφοῦντας ἐκ μακροῦ χρόνου ῥᾳδίως
17. ἐν ὀλίγαις ἡμέραις ἐσαρκώσαμεν, ἐπὶ τὴν τοιαύτην ἀνάγοντες
1. τρίψιν. ἀλλ’ ὅπερ ἄλλοις κατὰ πάθος ἐν χρόνῳ τινὶ
2. γίνεται, τοῦτ’ ἀεὶ τοῖς γέρουσιν ὑπάρχει. καὶ ψυχρὸν
3. γὰρ ὅλον αὐτῶν ἐστι τὸ σῶμα, καὶ ἀδύνατον ἕλκειν τὴν
4. τροφὴν ἐφ’ ἑαυτὸ, καὶ κατεργάζεσθαι καλῶς, καὶ τρέφεσθαι
5. πρὸς αὐτῆς. ἀλλ’ ἡ τρίψις ἐπεγείρουσα τὸν ζωτικὸν τόνον
6. αὐτῶν, καὶ θερμαίνουσα τὰ μέτρια, τήν τ’ ἀνάδοσιν εὐπετεστέραν
7. ἐργάζεται, καὶ τὴν θρέψιν ἑτοιμοτέραν. οὕτω τοι
8. καὶ διαιτώμενοι νέοι τε πολλοὶ τῶν ἀτροφούντων ἐσαρκώθησαν,
9. οἵ τε γέροντες ὠνίναντο πάντες. ἓν μὲν δή σοι
10. τοῦτο καθάπερ τι γυμνάσιον ἔστων τοῖς γέρουσιν ἕωθεν
11. γιγνόμενον, ἡ μετ’ ἐλαίου τρίψις, ἐφεξῆς δὲ περίπατοί τε
12. καὶ αἰωρήσεις ἄκοποι, στοχαζομένῳ τῆς τοῦ γέροντος δυνάμεως.
13. διόπερ ἡμῖν εἴρηται πρόσθεν περὶ ἐδεσμάτων τε καὶ
14. πομάτων οὐκ ὀλίγα· παραδείγματος δ’ ἕνεκεν καὶ νῦν
15. εἰρήσεται περὶ τῶν γυμνασίων, ὑπὲρ ὧν ἐμάθομεν ἔμπροσθεν,
16. ὡς τὰ μὲν ὀξέα, (προσαγορεύουσιν δ’ οὕτως, ὧν αἱ
17. κινήσεις ταχεῖαι,) λεπτύνει τὸ σῶμα, τὰ δ’ ἐναντία παχύνει,
1. καὶ πολλὰ μὲν ξηραίνει, τὰ δὲ μέτρια σαρκοῖ. λέλεκται δὲ
2. καὶ περὶ τῶν ἄλλων ἐν αὐτοῖς διαφορῶν ἁπασῶν, ὥσπερ γε
3. καὶ περὶ τῶν τρίψεων. αἱ δὲ τῶν γυμνασίων ἰδέαι τοῖς γέρουσιν,
4. ὅσαι τ’ ὠφέλιμοι καὶ ὅσαι βλαβεραὶ, κριθήσονται
5. τῇ τε τοῦ σώματος ὅλου διαθέσει καὶ τοῖς ἐνοχλοῦσι παθήμασι.
6. τῇ μὲν ὅλου τοῦ σώματος διαθέσει κατὰ τάδε.
7. τὸ μὲν γὰρ ἄριστον τῇ κατασκευῇ σῶμα, περὶ οὗ μέχρι
8. δεῦρο πεποίημαι τὸν λόγον ἐξ ἀρχῆς, ὥσπερ ἐν νεότητι πρὸς
9. ἅπαντας τοὺς σφοδροτάτους πόνους ἐπιτηδειότατόν ἐστιν,
10. οὕτως ἐν γήρᾳ πρὸς ἅπαντας τοὺς μετρίους· τὸ δ’ ἤτοι
11. παχυσκελὲς, ἢ εὐρύστερνον, ἢ περαιτέρω τοῦ προσήκοντος
12. ἰσχνοσκελὲς, ἢ ὅσοις ὁ θώραξ μικρός ἐστιν, ἢ κομιδῆ στενὸς,
13. ἢ τὸ βλαισὸν, ἢ τὸ ῥαιβὸν, ἢ ὁπωσοῦν ἄλλως ἀσύμμετρον,
14. εἰς τὰ πολλὰ τῶν γυμνασίων οὐκ ἐπιτήδειον.
15. ἐν μὲν γὰρ τοῖς διὰ τῆς φωνῆς γιγνομένοις ὁ κακῶς παρεσκευασμένος
16. θώραξ, ἐν δὲ τοῖς διὰ τῶν περιπάτων τὰ
17. σκέλη βλάπτεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπί τε χειρῶν
18. εἰρῆσθαί μοι νόει, καὶ τραχήλου, καὶ νώτου, καὶ ὀσφύος,
1. ἰσχίων τε καὶ τῆς ῥάχεως ὅλης. ὅ τι γὰρ ἂν αὐτῶν ᾖ κακῶς
2. ἐξ ἀρχῆς κατεσκευασμένον, ἐξελέγχεται μᾶλλον ἢ ῥώννυται
3. γυμναζόμενον, εἰ μὴ ἄρα τις τὰς συμμέτρους κινήσεις
4. ὀνομάζειν ἐθέλει γυμνάσια σύμμετρα τοῖς ἀσθενέσι
5. μορίοις· ἀλλ’ οὕτως περὶ ὀνόματος μᾶλλον ἢ πράγματος ἡ
6. ἀμφισβήτησις ἔσται. τὰ δ’ εἰς ὑγείαν διαφέροντα τῷ γέροντι
7. γυμνάσια διὰ τῶν ἰσχυροτέρων χρὴ ποιεῖσθαι μορίων·
8. συγκινεῖται γὰρ ἐκείνοις καὶ γυμνάζεται τὰ λοιπά. καὶ μὲν
9. δὴ καὶ ἔθη μεγίστην ἔχει μοῖραν εἰς αἵρεσιν ἰδέας γυμνασίων.
10. ἄκοποί τε γὰρ αὐτοῖς αἱ εἰθισμέναι γίνονται κινήσεις,
11. ἥδονταί τε κατ’ αὐτὰς ἐνεργοῦντες, ὥσπερ αὖ πάλιν
12. ἐν τοῖς ἀήθεσιν ἄχθονταί τε καὶ κοπώδεις γίνονται τῶν
13. δὲ τεχνικῶν ἐνεργειῶν οὐδ’ ἅψασθαι δυνατόν ἐστι, ἢ αὐλεῖν,
14. ἢ σαλπίζειν, ἢ κιθαρίζειν, ὥσπερ γε τῶν κατὰ παλαίστραν,
15. ὅσοι παλαισμάτων ἀμαθεῖς. ἕκαστον οὖν τῶν γερόντων
16. ἐν τοῖς συνήθεσι γυμνάζειν, ἀνιέντας αὐτῶν τὴν
17. σφοδρότητα. τρίτος δὲ σκοπὸς ἰδέας γυμνασίων ἀπὸ τῶν
1. παθημάτων λαμβάνεται, κοινὸς μὲν ἁπάσης ἡλικίας ὑπάρχων,
2. οὐ μὴν ἴσην γε τὴν δύναμιν ἐν ἁπάσαις ἔχων, ὅτι
3. μηδὲ τὴν βλάβην ἴσην ἐργάζεται παροφθείς. ὅσοι μὲν γὰρ
4. ἑτοίμως ἁλίσκονται σκοτώμασιν, ἢ ἐπιληψίαις, ἢ ὀφθαλμίαις
5. σφοδραῖς, ἢ ὠταλγίαις, οὐ χρὴ τούτους ἐπινεύοντας,
6. ἢ κατακύπτοντας, ἢ καλινδουμένους χαμαὶ γυμνάζεσθαι.
7. περιπάτοις δὲ πολλάκις, καὶ δρόμοις μετρίοις, αἰωρήσεσί τε
8. ἐπὶ τῶν ὀχημάτων ἀκόπως χρῆσθαι. παραπλησίῳ δὲ τρόπῳ
9. καὶ ὅσοις παρίσθμια ῥᾳδίως, ἢ ἀντιάδες, ἢ συνάγχαι γίνονται,
10. καὶ ὅσοις γαργαρεὼν ἑτοίμως ῥευματίζεται, καὶ ὅσος οὖλα, καὶ
11. ὅσοις ὀδόντες, ἢ ὅλως τι τῶν κατὰ τὸν τράχηλόν τε καὶ τὴν
12. ὅλην κεφαλὴν μορίων. ἡμικρανίᾳ γοῦν ἐνοχλοῦνται πολλοὶ,
13. καὶ τένοντας ἄλλοι συνεχῶς ἀλγοῦσιν ἐπὶ μικραῖς προφάσεσιν.
14. ὧν οὐδεὶς ἀνέχεται γυμνασίου πληροῦντος κεφαλὴν,
15. ἀλλ’ ἔστιν ἅπασιν αὐτοῖς τὰ διὰ τῶν σκελῶν ὠφέλιμα, καθάπερ
16. γε τοῖς ἀσθενέσι φύσει τὰ σκέλη βελτίω τὰ διὰ
17. τῶν ἄνω μερῶν γυμνάσια, χειρονομίαι τε καὶ ἀκροχειρισμοὶ,
1. καὶ δισκοβολίαι, καὶ ἁλτήρων χρῆσις, ὅσα τε κατὰ τὴν παλαίστραν
2. γυμνάζεται χαμαὶ πάντα. τοῖς γε μὴν τὰ μέσον
3. μόρια χειρῶν καὶ σκελῶν πάσχουσι ῥᾳδίως ἅπαν μὲν εἶδος
4. ἐπιτήδειόν ἐστι γυμνασίων, ἐπεὶ τῶν ἄλλων τις ἀπείργει
5. σκοπῶν· ἤδη δὲ τὰ μὲν κατὰ θώρακα τοῖς κάτω μᾶλλον
6. χαίρει, τὰ δὲ κατὰ κύστιν ἢ νεφροὺς τοῖς ἄνω, σπλὴν δὲ
7. καὶ γαστὴρ καὶ ἧπαρ ἔντερά τε καὶ κῶλον, ὥσπερ ἐν τῷ
8. μέσῳ τῶν κάτω μερῶν ἐστιν, οὕτω καὶ τοῖς γυμνασίοις
9. ὁμοίως χαίρει. τάς γε μὴν τρίψεις ἐπὶ τῶν ἀσθενῶν μορίων,
10. ἐν οἷς μὲν χρόνοις νοσοῖ, φυλάττεσθαι προσήκει, ἐν οἷς δὲ
11. ὑγιαίνει, προσφέρεσθαι μᾶλλον ἢ τοῖς ἄλλοις, καὶ μάλιστα
12. τὰς ξηρὰς, ἐπὶ πλεῖστον ἀνατρίβοντα διά τε τῶν ὀθονίων καὶ
13. μόναις ταῖς χερσί. καὶ μὴν δὴ καὶ ὅσαι κατὰ περίοδον ὀδύναι
14. γίνονται μορίοις τισὶ, οὐ σμικρὸν γίνεται κώλυμα τοῦ γίνεσθαι
15. τοιαῦθ’ ἡ τρίψις ἐν τῷ μεταξὺ χρόνῳ παραλαμβανομένη,
16. καὶ μάλιστα πρὸ δυοῖν ἢ τριῶν ὡρῶν τοῦ παροξυσμοῦ·
17. ῥώννυται γὰρ ὑπ’ αὐτῆς τὰ μόρια, καὶ ἧττον
18. δέχεται τὰ συνήθη κατασκήπτοντα ῥεύματα. ταυτὶ μὲν οὖν
1. ἅπαντα κοινὰ γερόντων ἐστὶ καὶ τῶν ἄλλην ἡλικίαν ἐχόντων
2. ἡντιναοῦν. τὸ δὲ μὴ γυμνάζεσθαι τοῖς ἀσθενέσι μορίοις
3. ἐπὶ γέροντος μόνον συμβουλεύω· τῶν δ’ ἄλλων ὅσον τις ἂν
4. ᾖ τοῦ γήρως ἀπωτέρω, τοσούτῳ μᾶλλον αὐτῷ γυμναστέον
5. ἐστὶ τὸ ἀσθενὲς, ὅπερ δὴ καὶ διὰ παραδείγματος, ἵνα μᾶλλον
6. ὁ λόγος ᾖ σαφὴς, οὐκ ὀκνήσω διελθεῖν. ὑποκείσθω τι
7. σῶμα τῶν ἔτ’ αὐξανομένων ἰσχνὸν τοῖς σκέλεσι. τούτῳ
8. συμφέρει πιττοῦσθαί τε τὰ σκέλη καὶ τρίβεσθαι μετρίως,
9. καὶ δρόμῳ χρῆσθαι μᾶλλον ἢ ἄλλῳ τινὶ γυμνασίῳ. χρὴ δ’
10. ἐπιστατεῖν αὐτῷ τινα, τὸν σύμμετρον ὁρίζοντα τὴν κίνησιν,
11. ὡς μήτε τοῦ προσήκοντος ἐνδεέστερον γυμνάζοιτο, μήθ’
12. ὑπερβάλλοι τοσοῦτον, ὡς ἁλῶναι κόπῳ. τοῦτο δὴ, καίτοι
13. δύσγνωστον εἶναι δοκοῦν, οὐκ ἐν γυμνασίοις μόνον, ἀλλὰ
14. καὶ τοῖς ἄλλοις ἅπασιν, ἡμεῖς ἐπεδείξαμεν εὔγνωστον ἔν γε
15. τοῖς κατὰ τὴν ὑγιεινὴν δίαιταν. οὐ γάρ ἐστιν ἐπ’ αὐτοῖς
16. ὀξὺς ὁ καιρὸς, ὡς ἐν ταῖς νόσοις, ἀλλ’ ἔξεστιν ἄρξασθαι
17. μὲν ἀπὸ τῶν ἀσφαλεστάτων ἐν ἑκάστῳ μέτρῳ, ἐπισκοπουμένους
1. δὲ τὸ ἀποβαῖνον ἤτοι γ’ ἀφαιρεῖν, ἢ προστιθέναι
2. τι, καθ’ ἑκάστην ἡμέραν ἐπανορθουμένους τὸ παρεθέν. οἷον
3. εὐθέως ἐπὶ τῶν ἰσχνοσκελῶν, ἐγώ ποτε παιδάριον ἐτῶν τρισκαίδεκα
4. παραλαβὼν, εἶτα παντὶ τῷ μετὰ ταῦτα χρόνῳ
5. τῆς αὐξητικῆς ἡλικίας προνοησάμενος αὐτοῦ κατὰ τοὺς
6. προγεγραμμένους σκοποὺς, ἀπέφῃνα νεανίσκον εὔρυθμόν τε
7. καὶ σύμμετρον. ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν αὐτὸν
8. κατέχρισα τῇ πίττῃ δὶς ἐφεξῆς, ὡς εἴωθα, καὶ δραμεῖν
9. ἐκέλευσα μήτ’ ὀξέως μήτε πολύ. κατὰ δὲ τὴν δευτέραν
10. τρίψει συμμέτρῳ μὲν κατὰ σκληρότητά τε καὶ μαλακότητα,
11. βραχείᾳ δὲ κατὰ τὸ πλῆθος ἅμα λίπει προμαλάξας, ἐκέλευσα
12. βραχεῖ πλείω δραμεῖν, οὐ μὴν ὀξύτερά γε τῶν πρόσθεν.
13. ἐπὶ δὲ τῷ δρόμῳ δηλονότι ταῖς ἀποθεραπευτικαῖς ὀνομαζομέναις
14. ἐχρώμην τρίψεσιν. ἐκέλευον δὲ περιπατεῖν αὐτῷ
15. καθ’ ἑκάστην ἡμέραν ἀπὸ μετρίων ἀρξαμένῳ εἰς πλείω,
16. κατασκεπτόμενος τά τ’ ἄλλα τῶν σκελῶν καὶ μάλιστα τὰς
17. φλέβας, εἰ μὴ περιττότερον εὐρύνοιντο τῆς τῶν σκελῶν
18. εὐτροφίας. χαλεπὸν γὰρ τοῦτο, καὶ ῥευματικὸν, καὶ
1. βλαισώδη τῷ χρόνῳ παρασκευάζον, οὐκ εὔτροφα τὰ κῶλα.
2. τούτῳ τε οὖν προσέχειν σε χρὴ τῷ γνωρίσματι, καὶ εἰ θερμότερα
3. περαιτέρω τοῦ προσήκοντος γίγνοιτο τὰ σκέλη, καὶ
4. εἰ κοπώδη τινὰ αἴσθησιν ἔχοντα. μηδενὸς μὲν γὰρ τούτων
5. τῶν σημείων φανέντος, αὐξάνειν τε χρὴ τὸ πλῆθος τῶν
6. περιπάτων τε καὶ τῶν δρόμων, καὶ πιττοῦν διὰ τρίτης.
7. ὀφθέντος δέ τινος αὐτῶν ἀνάῤῥοπά τε σχηματίζειν ἐν τῇ
8. κοίτῃ τὰ κῶλα, καὶ τοῦ πλήθους ἁπάντων ὧν διῆλθον
9. ἀφαιρεῖν, ἐλάττω μὲν περιπατεῖν, ἐλάττω δὲ τρέχειν κελεύοντα,
10. καὶ τῇ τρίψει κάτωθεν ἄνω. ὅταν δέ σοι ταῦτα πράξαντι
11. κατὰ φύσιν ἀκριβῶς ἔχῃ τὰ σκέλη, πάλιν ἐπὶ τὴν ἐξ
12. ἀρχῆς χρὴ χρῆσιν τῶν βοηθημάτων ἰέναι, βραχυτάταις αὐξήσεσι
13. χρώμενον ἢ διὰ παντὸς ἐπὶ τῶν αὐτῶν καταμένοντα.
14. παρεμβάλλειν δὲ χρὴ καὶ τὰς στρογγύλας καλουμένας τρίψεις
15. μέσας σκληρότητός τε καὶ μαλακότητος, ἔσθ’ ὅτε μὲν ἄνωθεν,
16. ἐνίοτε δὲ ἐκ τῶν κάτω μερῶν ἀρχομένους. καί που
17. κεκονιαμένοις τοῖς σκέλεσι παραχέοντας ἔλαιον οὕτω τρίβειν.
18. ἔστω δὲ κόνις ἡ καλουμένη λιπαρά· προσαγορεύουσι
1. δ’ οὕτως, ἐν ᾗ μήτε τραχὺ, μήτε δριμύ. λεπτύνουσι γὰρ
2. μᾶλλον, ἢ σαρκοῦσιν, ὅσαι τραχύτητος κισσηρώδους, ἢ δριμύτητος
3. νιτρώδους ἢ ἁλμώδους μετέχουσιν. ὅτῳ δὲ παχύτερα
4. μὲν τὰ σκέλη, βραχίονες δὲ καὶ πήχεις ἰσχνοὶ,
5. τούτῳ τὰ μὲν διὰ χειρῶν γυμνάσια πάντ’ ἐπιτηδευτέον
6. ἐστὶ, φυλακτέον δὲ τὰ διὰ τῶν σκελῶν. αἵ γε μὴν τρίψεις
7. καὶ πιττώσεις ὁμοίως γενέσθωσαν, ὅσα τ’ ἄλλα περὶ τῶν
8. κατὰ τὰ σκέλη λέλεκται γυμνασίων. οὐ γὰρ μικρά τίς
9. ἐστιν ἐν αὐτοῖς διαφορὰ, τινῶν μὲν ἐσχάτως ἀῤῥώστων εἰς
10. τὰς κινήσεις ὄντων, εἰ καὶ μηδέπω τύχοιεν ἑβδομηκοντοῦται
11. εἰς τὴν ἡλικίαν ὄντες, ἐνίων δὲ πολὺ ῥωμαλεωτέρων
12. ἢ κατὰ τούσδε γεγονότων ἔτη πλείω ἢ ὀγδοήκοντα. τοὺς
13. μὲν ἀσθενεστέρους αἰωρεῖν μᾶλλον ἢ περιπατεῖν κελεύων
14. κινήσεις· τοὺς δ’ ἰσχυροτέρους δι’ ἀμφότερα γυμνάσαντα,
15. ἄξαντά τε πρὸς τὴν δευτέραν τρίψιν οὐχ ὁμοίως
16. ἀμφοτέρους, ἀλλ’ ἀεὶ τὸν ἀῤῥωστότερον θᾶττον. ἔστω γάρ
17. σοι τοῦτο τῶν κοινοτάτων παραγγελμάτων, ἐπὶ μὲν ἀσθενοῦς
1. δυνάμεως ἀνατρέφειν τὸ σῶμα πυκναῖς καὶ βραχείαις τροφαῖς,
2. ἐπὶ δὲ ἰσχυρᾶς ἀραιαῖς καὶ πολλαῖς.