Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 5.4, ed. Kühn, 1823, vol. 6, p. 330-334. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:5.4

3. Εἰπεῖν μὲν οὖν καὶ ταῦτα καὶ τἄλλα ῥᾷστον,
4. ἐπιστατῆσαι δὲ γέροντι, διαφυλάττοντα τὴν ὑγείαν αὐτοῦ, τῶν
5. χαλεπωτάτων, ὥσπερ γε καὶ τῶν ἀνακομιζομένων ἐκ νόσου.
6. καλεῖται δὲ ὑπὸ τῶν νεωτέρων ἰατρῶν τουτὶ μὲν τὸ μέρος τῆς
7. τέχνης ἀναληπτικὸν, τὸ δὲ ἐπὶ τῶν γερόντων γηροκομικόν.
8. καὶ δοκοῦσιν αἱ διαθέσεις ἀμφοῖν οὐ κατὰ τὴν ἀκριβεστάτην
9. ὑπάρχειν ὑγείαν, ἀλλ’ ἤτοι μέσαι τινὲς εἶναι νόσου τε
10. καὶ ὑγείας, ἢ πάντως γε μὴ τῆς καθ’ ἕξιν, ἀλλὰ τῆς κατὰ
11. σχέσιν ὀνομαζομένης ὑπ’ αὐτῶν ὑγείας. εἴτ’ οὖν νόσον, εἴτε
12. νοσώδη διάθεσιν, εἴτε μέσην ὑγείας τε καὶ νόσου διάθεσιν,
13. εἴτε κατὰ σχέσιν ὑγείαν ὀνομάζειν χρὴ τὸ γῆρας,
14. οὐ πάνυ τι τῶν τοιούτων ζητήσεων φροντίζοντας, βωμολόχων
15. προσερχομένων, ἐπίστασθαι δὲ χρὴ τὴν κατάστασιν
16. τοῦ τῶν γερόντων σώματος, ὅτι ἐπὶ μικροῖς αἰτίοις εἰς
17. νόσον μεθισταμένην ὁμοίως τοῖς ἀναλαμβάνουσιν ἐκ νόσου
1. τὴν ἀρχαίαν ὑγείαν διαιτᾷν χρή. διόπερ εἰπεῖν μὲν ῥᾴδιον,
2. ἄμεινον εἶναι χρίεσθαι λίπει μετ’ ἀνατρίψεως ἕωθεν τὸν γέροντα,
3. προσηκόντως δὲ ἐργάσασθαι τοὖργον ἁπάντων χαλεπώτατον.
4. ἥ τε γὰρ σκληροτέρα βραχὺ τρίψις κοπώδης, ἥ τ’
5. ἄγαν μαλακὴ πλέον οὐδὲν ἐργάζεται, καθάπερ οὐδ’ ἡ βραχεῖα
6. παντάπασιν, ἡ δέ γε πολλὴ διαφορεῖ μᾶλλον ἢ ἀνατρέφει.
7. καὶ μὴν καὶ τὸ χωρίον, ἐν ᾧ γυμνοῦται τὸ τοῦ γέροντος
8. σῶμα, ψυχρότερον μὲν ὂν οὐ μόνον οὐδὲν ἐργάζεται
9. χρηστὸν, ἀλλὰ καὶ πυκνώσει, καὶ καταψύξει, θερμότερον δ’
10. εἴπερ εἴη τοῦ δέοντος, ἐν μὲν χειμῶνι πλέον, ἢ προσήκει,
11. τὸ σῶμα τοῦ γέροντος ἀραιότερον ἀποτελέσαν εὔψυκτον ἐργάσεται,
12. θέρους δὲ διαφορήσει τε καὶ καταλύσει τὴν δύναμιν
13. αὐτοῦ. τοῖς μὲν γὰρ καθ’ ἕξιν ὑγιαίνουσιν οὐδὲ τῶν
14. ἰσχυρῶν αἰτίων οὐδὲν ἀλλοιοῖ τὸ σῶμα, τοῖς γέρουσι δὲ καὶ
15. τὰ σμικρότατα μεγίστην ἐργάζεται μεταβολήν. οὕτω τοίνυν
16. ἔχει κᾀπὶ τῆς τῶν σιτίων ποσότητός τε καὶ ποιότητος. καὶ
17. γὰρ κᾀν τούτοις ἂν βραχύ τι τοῦ προσήκοντος ὑπερβῶσιν οἱ
18. γέροντες, οὐ σμικρὰ βλάπτονται, τῶν νεανίσκων ἐπὶ μεγίστοις
1. ἁμαρτήμασι βραχέα βλαπτομένων. ἀσφαλέστερον οὖν ἐστι τοῖς
2. ἀσθενέσι γέρουσιν ὀλίγα διδόναι τρὶς τῆς ἡμέρας, ὡς Ἀντίοχος
3. ὁ ἰατρὸς ἑαυτὸν διῄτα, γεγονὼς γὰρ ἐτῶν πλείω τῶν ὀγδοήκοντα,
4. προϊὼν δὲ καθ’ ἑκάστην ἡμέραν εἰς τὴν ἀγορὰν, ἐπὶ τὸ
5. χωρίον, ἐν ᾧ τὸ συνέδριον ἦν αὐτὸ τῶν πολιτῶν, ἔστι δ’
6. ὅτε μακρὰν ὁδὸν ἀπιὼν ἐπισκέψεως ἀῤῥώστων ἕνεκα. ἀλλ’
7. εἰς μὲν τὴν ἀγορὰν ἀπὸ τῆς οἰκίας ἐβάδιζεν, ὁδὸν ὡς
8. τριῶν σταδίων· οὕτως δὲ καὶ τοὺς πλησίον ἀῤῥώστους ἑώρα·
9. ποῤῥώτερον δ’ ἄν ποτ’ ἀναγκασθῇ πορευθῆναι, τὸ μὲν ἐν
10. δίφρῳ βασταζόμενος ἐκομίζετο, τὸ δ’ ἐπ’ ὀχήματι αἰωρούμενος.
11. ἦν δ’ αὐτῷ κατὰ τὴν οἰκίαν οἴκημα ἐκ καμίνου
12. θερμαινόμενον ἔν γε τῷ χειμῶνι, θέρους δὲ εὔκρατον
13. ἔχον ἀέρα καὶ χωρὶς τοῦ πυρός. ἐν τούτῳ πάντως ἀνετρίβετο
14. καὶ χειμῶνος καὶ θέρους ἕωθεν, ἀποπατήσας δηλονότι
15. πρότερον. ἐν δὲ τῷ κατὰ τὴν ἀγορὰν χωρίῳ περὶ
16. τρίτην ὥραν ἢ τὸ μακρότερον περὶ τετάρτην ἤσθιεν ἄρτον
17. μετὰ μέλιτος Ἀττικοῦ, πλειστάκις μὲν ἑφθοῦ, σπανιώτερον δ’
18. ὠμοῦ. καὶ μετὰ ταῦτα τὸ μέν τι συγγιγνόμενος ἑτέροις
1. διὰ λόγων, τὸ δὲ καθ’ ἑαυτὸν ἀναγινώσκων ἑβδόμην ὥραν
2. παρέτεινεν, μεθ’ ἣν ἐτρίβετό τε κατὰ τὸ δημόσιον βαλανεῖον,
3. ἐγυμνάζετό τε τὰ πρέποντα γέροντι γυμνάσια, περὶ
4. ὧν τῆς ἰδέας ὀλίγον ὕστερον εἰρήσεται. κᾄπειτα λουσάμενος
5. ἠρίστα σύμμετρον, πρῶτα μὲν ὅσα λαπάττει τὴν γαστέρα
6. προσφερόμενος, ἐφεξῆς δὲ ἰχθύων τὸ πλεῖστον, ὅσοι
7. πετραῖοί τε καὶ πελάγιοι. κᾄπειτ’ αὖθις ἐπὶ τοῦ δείπνου
8. τῆς μὲν τῶν ἰχθύων ἐδωδῆς ἀπείχετο, τῶν δ’ εὐχυμοτάτων
9. καὶ δυσφθάρτων ἐλάμβανεν, ἤτοι χόνδρον μετ’ οἰνομέλιτος,
10. ἢ ὄρνιν ἐξ ἁπλοῦ ζωμοῦ. τούτῳ μὲν οὖν τῷ τρόπῳ γηροκομῶν
11. ἑαυτὸν Ἀντίοχος ἕως ἐσχάτου διετέλεσεν ἀπήρωτος
12. ταῖς αἰσθήσεσι καὶ τοῖς μέλεσιν ἄρτιος ἅπασι. Τήλεφος δὲ
13. ὁ γραμματικὸς ἐπὶ πλείονας μὲν ἐξίκετο χρόνους Ἀντιόχου,
14. σχεδὸν ἑκατὸν ἔτη βιοὺς, ἐλούετο δὲ τοῦ μηνὸς δὶς μὲν
15. ἐν τῷ χειμῶνι, τετράκις δὲ ἐν τῷ θέρει, τρὶς δὲ ἐν τοῖς
16. μεταξὺ τούτων ὥραις. ἐν αἷς δ’ ἡμέραις οὐκ ἐλούετο, περὶ
17. τρίτην ὥραν ἠλείφετο μετὰ βραχείας ἀνατρίψεως. εἶτα χόνδρον
18. ἡψημένον ἐν ὕδατι, μέλι μιγνὺς ὠμὸν ὅτι κάλλιστον,
1. ἤσθιε, καὶ τοῦτ’ ἤρκει μόνον αὐτῷ τήν γε πρώτην. ἠρίστα
2. δὲ καὶ οὗτος ἑβδόμης ὥρας, ἢ βραχεῖ τινι θᾶττον, λάχανα
3. μὲν πρῶτον προσφερόμενος, εἶθ’ ἑξῆς ἰχθύων ἢ ὀρνίθων
4. γευόμενος. ἐς ἑσπέραν δὲ μόνον ἄρτον ἤσθιε, διαβρέχων
5. ἐν οἴνῳ κεκραμένω.

Cliquer un n° de page pour en afficher l’image