Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 5.5, ed. Kühn, 1823, vol. 6, p. 334-339. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:5.5

6. Ὥσπερ δὲ τοῖς παισὶν ὁ οἶνος ἐναντιώτατός
7. ἐστιν, οὕτω τοῖς γέρουσι χρησιμώτατος. ἔστω δὲ τῶν φύσει
8. θερμοτέρων, ὁποῖοι τῶν Ἑλληνικῶν ὁ Ἀριούσιός ἐστι καὶ ὁ
9. Λέσβιος, καὶ ὁ καλούμενος Μύσιος, οὐκ ἐκ τῆς περὶ Ἴστρον
10. Μυσίας, ἀλλ’ ἐκ τῆς Ἑλλησποντίας ὀνομαζομένης,
11. ἥτις ἐστὶ κατὰ τὴν ἡμετέραν Ἀσίαν, ὁμοροῦσα Περγάμῳ,
12. τῶν δ’ ἐκ τῆς Ἰταλίας ὅ τε Φαλερῖνος καὶ ὁ Σουῤῥεντῖνος.
13. ἐφεξῆς δ’ αὐτῶν εἰσι, κατὰ μὲν τὴν Ἰταλίαν ὅ τε
14. Τιβουρτῖνος καὶ ὁ Σιγνῖνος, ἀμφότεροι παλαιωθέντες, ὡς
15. νέοι γε ὄντες οὔτ’ εἰς ἀνάδοσιν ὁρμῶσιν, οὔτ’ οὖρα κινοῦσιν,
16. ἀλλ’ ἐπὶ πολὺ κατὰ τὴν γαστέρα μένουσι, κλύδωνας
17. ἐργαζόμενοι· δεύτεροι δ’ ἐπ’ αὐτοῖς Ἀδριανός τε καὶ Σαβῖνος,
18. καὶ Ἀλβανὸς, καὶ Γαβιανὸς, καὶ Τριφυλῖνος, ὅσοι
1. τ’ Ἀμιναῖοι κατὰ τὴν Ἰταλίαν γεννῶνται, περί τε Νεάπολιν
2. καὶ κατὰ τὴν Θούσκων γῆν. κατὰ μέν γε τὴν τοῦ Σουῤῥεντίνου
3. δύναμιν ὁ Μύσιός ἐστι, κατὰ δὲ τὴν τοῦ Φαλερίνου
4. τῶν Τμωλιτῶν οἱ κάλλιστοι, Σαβίνῳ δὲ καὶ
5. Ἀδριανῷ Τιτακαζηνὸς τε καὶ Ἀρσυϊνὸς ἐοίκασι. τούτων οὖν
6. μετρίως παλαιωθέντων, πίνειν χρὴ τοὺς πρεσβύτας, ὅσοι μὴ
7. πάνυ γε κεφαλὴν ἰσχυρὰν ἔχουσιν· οἷς δ’ ἰσχυρὰ, τούτοις
8. Φαλερῖνός τε καὶ Σουῤῥεντῖνος, Ἀριούσιός τε καὶ Λέσβιος
9. καὶ Μύσιος καὶ Τμωλίτης ἐπιτήδειοι. δῆλον οὖν, ὡς καθ’
10. ἕκαστον ἔθνος ἐκ τῶν εἰρημένων παραδειγμάτων αἱρεῖσθαι
11. τὸν ἐπιτηδειότατον ἕκαστος δυνήσεται, σκοποὺς ἔχων ἐπὶ
12. τῇ τῶν γερόντων ἡλικίᾳ ἐν τῇ τῶν οἴνων δοκιμασίᾳ κατὰ
13. μὲν τὴν σύστασιν ἀεὶ τὸν λεπτότατον αἱρεῖσθαι, κατὰ δὲ
14. τὴν χρόαν, ὃν ὁ Ἱπποκράτης εἴωθε κιῤῥὸν καλεῖν· δύναιτο
15. δ’ ἂν καὶ ξανθὸν ὀνομάζειν αὐτόν. ἀγαθὸς δὲ καὶ ὁ ὠχρὸς,
16. ἐν τῷ μέσῳ καθεστὼς ξανθοῦ τε καὶ λευκοῦ. καὶ γὰρ
17. εἰ βουληθείης μίξαι τὸν ξανθὸν οἶνον τῷ λευκῷ, μικτὸν ἐξ
18. ἀμφοῖν ὠχρὸν ἐργάσῃ, καὶ κραθεὶς μεθ’ ὕδατος ξανθὸς
1. τοιοῦτος γίνεται. παρὰ δὲ τὸ πλέον ἢ ἔλαττον ὕδωρ ἐπεμβάλλειν
2. ἐνίοτε μὲν ὠχρὸς, ἐνίοτε δὲ οἷον ὠχρόλευκος ἢ
3. ὠχρόξανθος φαίνεται. θερμότατος μὲν, ὅσον ἐπὶ τῇ χρόᾳ,
4. τῶν εἰρημένων οἴνων ὁ ξανθὸς, ἥκιστα δὲ θερμὸς ὁ λευκός·
5. οἱ δ’ ἐν τῷ μεταξὺ, καθ’ ὅσον ἂν ἑκατέρῳ πλησιάσωσι,
6. τῆς ἐκείνου μετέχουσι δυνάμεως. ἓν μὲν οὖν τοῦτο μέγιστον
7. ἀγαθὸν ἐξ οἴνου τοῖς γέρουσι περιγίνεται, τὸ θερμαίνεσθαι
8. πάντ’ αὐτῶν τὰ μόρια· δεύτερον δὲ, τὸ δι’ οὔρων καθαίρεσθαι
9. τὸν ὀῤῥὸν τοῦ αἵματος. διὸ καὶ κάλλιστος ἐπὶ γερόντων
10. οἶνος, ὃς ἂν ταῦτ’ ἐργάζηται μάλιστα. τοιοῦτος δ’
11. ἐστὶν ὁ τῇ συστάσει μὲν λεπτὸς, οὖρα γὰρ οὗτοι κινοῦσι,
12. τῇ χρόᾳ δὲ ξανθὸς, ἴδιον γὰρ τοῦτο τῶν θερμῶν ἱκανῶς οἴνων
13. τὸ χρῶμα. διὸ κᾂν πάνυ λευκοὶ τὸ κατ’ ἀρχὰς ὦσι, παλαιούμενοι
14. προσλαμβάνουσι τινὰ ξανθότητα, δι’ ἣν ὕπωχροι
15. μὲν τὸ πρῶτον, ὕστερον δὲ τελέως ὠχροὶ γίνονται, κᾂν
16. ἐπὶ πλεῖστον ἥκωσι χρόνου, τελευτῶντες ὠχρόξανθοι φαίνονται·
17. τελέως γὰρ οὐχ οἷόν τε τοῖς λευκοῖς οἴνοις γενέσθαι
1. ξανθοῖς. ὅσοι δὲ τῶν ὠχρῶν ἢ ξανθῶν οἴνων παχεῖς εἰσιν,
2. αἷμά τε γεννῶσιν οὗτοι καὶ τρέφουσι τὸ σῶμα· διὸ γένοιντ’
3. ἄν ποτε καὶ αὐτοὶ χρήσιμοι τοῖς γέρουσι, καθ’ ὃν δηλονότι
4. χρόνον οὔτ’ ὀῤῥῶδες ὑγρὸν ἔχουσιν ἐν ταῖς φλεψὶ, καὶ δέονται
5. θρέψεως περιττοτέρας. ὡς ἐπὶ τὸ πολὺ δὲ τῶν οὐρητικῶν
6. οἴνων χρῄζουσιν οἱ τὴν ἡλικίαν ταύτην ἄγοντες, διὰ
7. τὸ πλεονάζειν καὶ αὐτοῖς ὑδατῶδες περίττωμα. τῶν δ’
8. ἐπὶ πλέον ἐν τῇ γαστρὶ μενόντων οἴνων οὐδέποτ’ οὐδεὶς
9. οἰκεῖος γέροντι. τοιοῦτοι δ’ εἰσὶν οἱ ἀπὸ τῆς Βιθυνίας
10. Ἀμιναῖοι, καὶ τῶν ἀπὸ τῆς Ἰταλίας ὁ Μάρσος, καὶ Σιγνῖνος,
11. καὶ Τιβουρτῖνος, ἔστ’ ἂν ὦσι νέοι. ἀλλ’ οὗτοι μὲν
12. πάντες λευκοὶ, μέλανες δὲ ἄλλοι, καὶ παχεῖς, ὅσοι στύφουσιν,
13. ἐν τῇ γαστρὶ μένουσι χρόνῳ πολλῷ, καὶ κλύδωνας ἐργάζονται
14. κατ’ αὐτὴν, ὥσπερ ὁ ἐν Κιλικίᾳ μὲν Συβάτης, ἐν Ἀσίᾳ δὲ
15. Αἰγεάτης τε καὶ Περπερίνιος. ὅσοι δὲ χωρὶς τοῦ στύφειν
16. μέλανές τε εἰσι καὶ παχεῖς, οἷος καὶ ὁ Σκυβελίτης καὶ ὁ
17. Θηραῖος, ἧττον μὲν ἐν τῇ γαστρὶ μένουσιν, οὔρησιν δὲ οὐδ’
18. αὐτοὶ κινοῦσιν, ἀλλ’ ὑπέρχονται κάτω· διὸ καὶ προπίνουσιν
1. αὐτοὺς ἐδωδῆς σιτίων. ἀλλ’ οὐδ’ οὗτοι χρήσιμοι τοῖς
2. γέρουσιν, οὔτε προπίνειν, οὔτε πολὺ μᾶλλον ἐν ἑτέρῳ καιρῷ
3. προσφέρεσθαι, καθότι μηδ’ ἄλλο μηδὲν τῷ γέροντι παχύχυμον·
4. ἐμφράττεται γὰρ ἐξ αὐτῶν ἧπάρ τε καὶ σπλὴν
5. καὶ νεφροί· κᾀντεῦθεν οἱ μὲν ὑδεριῶσιν, οἱ δὲ λιθιῶσι
6. τῶν ἐπὶ πλέον αὐτοῖς χρησαμένων γερόντων. εἴπερ οὖν
7. ἐθέλοι μετὰ τὸ λουτρὸν οἴνῳ χρήσασθαι γλυκεῖ τῶν πρεσβυτέρων
8. τις, ἐδηδοκότι μὲν ἕωθεν αὐτῷ, καθότι τὸν Ἀντίοχον
9. ἔφην πράττειν, ἄριστος ὁ Φαυστιανὸς Φαλερῖνος, ἐκείνου
10. δ’ ἀποροῦντι τῶν ὁμοίων τις. ὅμοιοι δ’ ἂν εἶεν οἱ γλυκεῖς
11. τε ἅμα καὶ ὠχροὶ κατὰ χρόαν· ἐφεξῆς δὲ τούτοις ὅ
12. τε Θηρῆνος καὶ ὁ Κυριῆνος. οὐ κωλύω δὲ οὐδὲ τοῖς ἐσκευασμένοις
13. διὰ μέλιτος οἴνοις χρήσασθαι, καὶ μάλισθ’ ὅσοις
14. τῶν γερόντων ὑποψία τίς ἐστιν ἐν νεφροῖς λίθων γενέσεως,
15. ἢ καὶ ποδάγρα τις, ἢ ἀρθρῖτις ἐνοχλεῖ. τὸν δ’ οἶνον
16. ἐπὶ τῆς τοιαύτης συνθέσεως ἄριστον εἶναι Σαβῖνον ἤ
17. τινα τῶν ὁμοίων. ἐπεμβάλλεται δὲ αὐτῷ πετροσέλινον, καὶ
18. μόνον ἀρκεῖ τοῦτο τοῖς ἀρθριτικοῖς. ἐπὶ δὲ τῶν λιθιώντων
1. καὶ τῆς βετονίκης τι πόας μίγνυται, καὶ κέστρου τοῦ παρὰ
2. τοῖς Κελτοῖς γεννωμένου· καλοῦσι δὲ τὴν βοτάνην ταύτην
3. σαξίφραγον. ἔνιοι δὲ περιεργότερον σκευάζοντες τὸ φάρμακον
4. ἐπεμβάλλουσι καὶ ναρδοστάχυος. εἰσὶ δὲ καὶ ἄλλα τινὰ
5. οὔρησιν κινεῖν δυνάμενα. ἀλλὰ τό γ’ ἁπλοῦν πόμα
6. δι’ οἴνου καὶ μέλιτος οἱ πολλοὶ συντιθέασι, πηγάνου τε καὶ
7. πεπέρεως ἔχον ὀλίγον. εἰ δὲ καὶ προεδηδοκὼς εἴη, πρὶν
8. λούσασθαι, καὶ ἡ γαστὴρ αὐτοῦ μηδεμιᾶς βοηθείας χρῄζοι,
9. τῶν λευκῶν καὶ ὀλιγοφόρων οἴνων πίνειν καὶ μετὰ τὸ λουτρόν.
10. ὅσοι δὲ παχεῖς, καὶ γλυκεῖς, καὶ μέλανες, ὡς ἐμφράττοντας
11. τὰ σπλάγχνα τοὺς τοιούτους ἅπαντας φεύγειν
12. προσήκει.

Cliquer un n° de page pour en afficher l’image