13. Ἀλλ’ αἱ μὲν ἀπὸ τῶν οἴνων ἐμφράξεις μέτριαι,
14. τὰς δ’ ἀπὸ τῶν ἐδεσμάτων, ὅσα γλίσχρον ἢ παχὺν
15. ἐργάζεται χυμὸν, οὐ ῥᾴδιον ἰᾶσθαι. διόπερ οὐ χρὴ πλεονάζειν
16. τοὺς γέροντας οὔτε χόνδρων, ἢ τυρῶν, ἢ ὠῶν ἑφθῶν,
17. ἢ κοχλιῶν, ἢ βολβῶν, ἢ φακῆς, ἢ χοιρείων κρεῶν ἐδωδῇ,
1. πολὺ δὲ δὴ μᾶλλον ταῖς τῶν ἐγχελύων, ἢ ὀστρέων, ἢ
2. ὅλως τῶν σκληρὰν καὶ δυσκατέργαστον ἐχόντων τὴν σάρκα.
3. διὰ τοῦτο οὖν οὐδὲ τῶν ὀστρακοδέρμων οὐδὲν, ἢ σελαχίων,
4. ἢ θύννων, ἢ ὅλως τῶν κητωδῶν, ἢ τῶν κρεῶν τῶν ἐλαφείων,
5. ἢ αἰγείων, ἢ βοείων. καὶ ταῦτα μὲν οὐδ’ ἄλλῳ τινὶ χρήσιμα·
6. προβάτεια δὲ νέοις μέν ἐστιν οὐ φαῦλον ἔδεσμα, γέρουσι
7. δὲ οὐδὲ ταῦτα, καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τῶν ἀρνῶν,
8. ὑγρὰ γάρ ἐστι καὶ βλεννώδη, καὶ γλίσχρα, καὶ φλεγματώδη.
9. τά γε μὴν τῶν ἐρίφων οὐκ ἀνεπιτήδεια γέροντι, καὶ τῶν
10. πτηνῶν, ὅσα μὴ καθ’ ἕλη καὶ ποταμοὺς ἢ λίμνας διαιτᾶται.
11. τὰ δὲ ταριχευθέντα πάντα τῶν προσφάτων ἀμείνω.
12. χρὴ τοίνυν, ὥσπερ εἴρηται, μάλιστα μὲν ἀπέχεσθαι ἐμφραττόντων
13. ἐδεσμάτων, εἰ δ’ ὑπ’ ἀνάγκης ποτὲ χρήσασθαι συμβαίη
14. πλείοσιν αὐτοῖς, αὐτίκα προσφέρεσθαι τὸ διὰ τῆς
15. καλαμίνθης φάρμακον, ὑπὲρ οὗ τῆς συνθέσεως ἔμπροσθεν
16. εἴρηκα κατὰ τόδε τὸ τέταρτον γράμμα. μὴ παρόντος δὲ
17. αὐτοῦ, τῷ διὰ τῶν τριῶν πεπέρεων χρηστέον. εἰ δὲ μηδὲ
1. τοῦτο παρείη, κόπτοντάς τε καὶ διαττῶντας ἀκριβῶς, ὡς
2. χνοῶδες γενέσθαι, πέπερι λευκὸν ἅμα τε τοῖς ὄψοις ἐσθίειν,
3. ἐπιπάττειν τε τῷ ποτῷ. καὶ κρόμμυα δὲ ἐσθίειν τηνικαῦτα
4. συμφέρει, κᾂν εἰ τούτῳ σύνηθες εἴη, καὶ σκόδορον. καὶ
5. τὴν διὰ τῶν ἐχιδνῶν ἣν καλοῦσι θηριακὴν ἀντίδοτον ἐπὶ
6. τῶν γερόντων οὐ κακῶς χρῷτο, καὶ μάλισθ’ ὅταν ἐν τοῖς
7. ἐμφράττουσιν ἐδέσμασιν αὖθις τῶν ἐκφραττόντων φθάσῃ
8. προσενεχθῆναι· καλλίστη γὰρ ἡ ἀπὸ τοῦ θηριακοῦ φαρμάκου
9. βοήθεια τηνικαῦτα γίνεται. καὶ γαστρὸς ἐπὶ
10. τοῖς τοιούτοις ὑπαχθείσης, χρησιμώτατον ἂν εἴη διδόναι τῇ
11. ὑστεραίᾳ τὸ διὰ τῶν ἐχιδνῶν. οὐδὲν δὲ ἧττον αὐτοῦ τὴν
12. ἀμβροσίαν τε καὶ ἀθανασίαν ὀνομαζομένην, ὅσα τ’ ἄλλα διὰ
13. τῶν εἰρημένων ἀρωμάτων σύγκειται φάρμακα. τῷ γε μὴν
14. ἀκριβῶς ἑαυτῷ προσέχοντι γέροντι φαρμάκου μὲν οὐκ ἄν
15. ποτε γένοιτο χρεία τοιούτου· δεηθέντι δὲ ἐνίοτε λεπτυνούσης
16. διαίτης ἀρκέσει τὰ λελεγμένα δι’ ἑτέρου γράμματος
17. ἰδίᾳ, καθ’ ὃ περὶ τῆς λεπτυνούσης διαίτης ὁ λόγος ἡμῖν
18. ἐγένετο.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 5.6, ed. Kühn, 1823, vol. 6, p. 339-341. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:5.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩