1. Πρόδηλον δ’, ὅτι καὶ τῶν ἄρτων
2. τοὺς μήτ’ ἐνδεῶς ἔχοντας ἁλῶν, ἢ ζύμης, ἢ φυράσεως, ἢ
3. ὀπτήσεως ἐσθίειν χρὴ, μήτε τὴν ἐπαινουμένην ὑπὸ πάντων
4. σεμίδαλιν, ἢ τὰ δι’ αὐτῆς πέμματα, καὶ γὰρ δύσπεπτα
5. πάντα, καὶ κακόχυμα, καὶ σπλάγχνων ἐμφρακτικά. καὶ εἴ
6. γε μὴ τοῖς διὰ βουτύρου καὶ σεμιδάλεως σκευαζομένοις
7. πλακοῦσιν ἐμίγνυτο μέλιτος δαψιλὲς, οὐδὲν ἂν ἦν ἔδεσμα
8. πολεμιώτερον ἀνθρώποις πᾶσιν, οὐ μόνοις τοῖς πρεσβύταις.
9. ἀλλὰ τί δεῖ τοῖς βλαβεροῖς τὸ χρήσιμον μιγνύειν, ἐνὸν αὐτῷ
10. μόνῳ χρῆσθαι τῷ μέλιτι, τοῦτο μὲν ἀφεψοῦντα, τοῦτο δὲ
11. σὺν ἄρτῳ λαμβάνοντα, πρὶν ἑψηθῆναι; προνοητέον δὲ τῆς
12. κατὰ τὸν ἄρτον ἀρετῆς μᾶλλον ἢ τῆς κατὰ τὸ μέλι. βέλτιον
13. μὲν γὰρ ἂν τὸ μέλι τοιοῦτον εἴη τὴν ἰδέαν καὶ τὴν
14. δύναμιν, οἷον τὸ Ἀττικόν· εἰ δὲ μὴ τοιοῦτον ἔχοιμεν,
15. ὀλλὰ παντὶ μέλιτι χρηστέον ἐστὶ πλὴν τῶν δυσωδῶν, ἢ
16. ἐν ὅσοις αἰσθητῶς κηροῦ ποιότης ἐμφαίνεται, καὶ πολὺ δὴ
17. μᾶλλον, εἴ τινος ἑτέρας ἀλλοκότου. τῶν δ’ ἄρτων ὁ μὲν
18. τοιοῦτος, οἷον ἀρτίως εἶπον, οὐ μόνον οὐδὲν ἀγαθὸν ἐργάζεται
1. κατὰ τὸ σῶμα τοῦ γέροντος, ἀλλὰ καὶ βλαβερώτατός
2. ἐστι, καὶ μάλισθ’ ὅταν ᾖ καθαρώτερος. ὁρῶ δὲ τοῖς ἀθληταῖς
3. αὐτὸν ἐπίτηδες σκευαζόμενον. ἀλλ’ ἐκείνοις μὲν εἰς
4. ὅπερ ἐπιτηδεύουσιν ἁρμόττει, γέροντι δὲ, εἰ μὴ πολὺ μὲν
5. ἁλῶν ἔχοι, πολὺ δὲ ζύμης, ὠπτημένος δ’ ἀκριβῶς εἴη, παχὺν
6. ἐργάζεται καὶ γλίσχρον χυμὸν, ὃς οὐδ’ ἄλλῳ μὲν ἀγαθός ἐστιν,
7. ἐπὶ πλέον αὐξανόμενος. ἀτὰρ οὖν οὗτος καθ’ ἧπάρ τε καὶ
8. σπλῆνα καὶ νεφροὺς ἐμφράξεις ἐργάζεται, καὶ μάλισθ’ ὅτε
9. φύσει στενότερα τῶν ἐπὶ τούτοις τοῖς σπλάγχνοις ἀγγείων
10. ἐστὶ τὰ πέρατα. καθάπερ γὰρ ἐπὶ τῶν ἐκτὸς τούτων φλεβῶν,
11. ἃς ἐναργῶς ὁρῶμεν, οὐ σμικρὰ διαφορὰ φαίνεται κατὰ
12. τὸ εὖρος ἄλλου τε πρὸς ἄλλον ἄνθρωπον καὶ καθ’ ἕκαστον
13. ἐν τοῖς μορίοις, οὕτως εἰκὸς ἔχειν κᾀπὶ τῶν ἔνδον.
14. ἀλλ’ οὐχ οἷόν τε γνῶναι τὴν διαφορὰν πρὸ τῆς πείρας·
15. λέγω δὲ πεῖραν, ἣν ἐφ’ ἑκάστῳ τῶν προσφερομένων ἔνεστι
16. ποιεῖσθαι. γέροντα γοῦν τινα γεωργικὸν ἔγνωμεν, ἔτη πλείω
17. τῶν ἑκατὸν βιώσαντα κατ’ ἀγρὸν, ᾧ τὸ πλεῖον τῆς τροφῆς αἴγειον
18. ἦν γάλα, ποτὲ μὲν αὐτίκα λαμβανόμενον, ἄρτου θρυμμάτων
1. ἐν αὐτῷ διαβρεχομένων, ἔστιν ὅτε δὲ καὶ μέλιτος
2. ἐμίγνυε, καί ποτε ἥψει, ἐμβάλλων ἀκρέμονας θύμων ἅμα
3. τοῖς ἄρτοις. ἀλλὰ τοῦτόν γέ τις μιμησάμενος, (ᾤετο γὰρ
4. αἴτιον αὐτῷ τὸ γάλα τῆς πολυχρονίου ζωῆς γεγονέναι,) διὰ
5. παντὸς ἐβλάβη καὶ κατὰ πάντα τρόπον προσφορᾶς. ἐβαρύνετο
6. γὰρ αὐτῷ τὸ στόμα τῆς γαστρὸς, καὶ μετὰ ταῦτα
7. τὸ δεξιὸν ὑποχόνδριον ἐτείνετο. καί τις ἕτερος, ὁμοίως ἐπιχειρήσας
8. χρήσασθαι τῷ γάλακτι, τῶν μὲν ἄλλων οὐδὲν
9. ἐμέμφετο, (καὶ γὰρ ἔπεττε καλῶς αὐτὸ, καὶ οὔτε ὀξυρεγμία
10. τις, ἢ ἐρυγὴ κνισσώδης, ἢ πνευμάτωσις; ἢ βάρος ἐπεγίνετο
11. καθ’ ὑποχόνδριον,) τῇ δ’ ἑβδόμῃ ἡμέρᾳ μετὰ τὴν ἀρχὴν
12. ἐναργῶς ἔφη τοῦ ἥπατος αἰσθάνεσθαι βαρυνομένου, δοκεῖν
13. γὰρ ἑαυτῷ κατὰ τὸ δεξιὸν ὑποχόνδριον ἐγκεῖσθαί τι, καθάπερ
14. λίθον, ὡς κατασπᾶσθαί τε τὰ ἐπικείμενα καὶ μέχρι
15. κλειδὸς ἀνήκειν τὴν τάσιν. εὔδηλον οὖν, ὅτι τούτῳ μὲν ἐνεφράττετο
16. τὸ ἧπαρ, ἐπνευματοῦτο δὲ θατέρῳ. καὶ μὲν δὴ
17. καὶ ἐπὶ γάλακτος χρήσει πολυχρονίῳ λίθον γεννήσαντα κατὰ
18. τοὺς νεφροὺς οἶδα, καί τινα ἕτερον ἀπολέσαντα καὶ
1. βλαβέντα ἅπαντας ὀδόντας. τοῦτο μὲν οὖν καὶ ἄλλοις ἐγένετο
2. πολλοῖς τῶν ἐπὶ γάλακτι μακρῶς διαιτηθέντων. ἀλύπως
3. δ’ ἕτεροι διαπαντὸς ἐχρήσαντο τῷ γάλακτι, καὶ μετ’
4. ὠφελείας μεγίστης, παραπλησίως τῷ κατ’ ἀγρὸν βιώσαντι
5. πλείω τῶν ἑκατὸν ἐτῶν, ὡς ἔφην. ὅταν γὰρ
6. ἥ τε ποιότης αὐτοῦ τῇ τοῦ χρωμένου φύσει μηδὲν ὑπεναντίον
7. ἔχῃ, τῶν τε σπλάγχνων εὐπετεῖς αἱ διέξοδοι διὰ τὴν
8. τῶν ἀγγείων εὐρύτητα ὦσι, τῶν μὲν ὠφελίμων ἀπολαύουσιν
9. οὗτοι, μοχθηροῦ δ’ οὐδενὸς πειρῶνται. τὰ δ’ ἐκ τοῦ γάλακτος
10. ἀγαθὰ λέλεκται καὶ τοῖς ἔμπροσθεν ἰατροῖς· ὑπαγωγὴ
11. μετρία γαστρὸς, εὐχυμία τε καὶ θρέψις, οὐ βραχέα
12. συντελούσης εἰς ταῦτα καὶ τῆς νομῆς τῶν ζώων, ὧν μέλλεις
13. χρήσασθαι τῷ γάλακτι. καίτοι γ’ ἀμελοῦσιν ἔνιοι παντάπασιν
14. τῆς νομῆς, ὡς ἤτοι μηδὲν, ἢ βραχύτατον εἰς ἀρετὴν
15. γάλακτος συντελούσης. ἀλλ’ ἐναργῶς γε θεώμεθα τὰ νεμηθέντα
16. τῶν ζώων, ὧν μέλλομεν χρήσασθαι τῷ γάλακτι, ἢ
17. σκαμμωνίαν, ἢ τῶν τιθυμάλλων τινὸς, καθαρτικὸν ἴσχοντα
18. τὸ γάλα. δῆλον οὖν, ὡς καὶ δριμὺ, καὶ ὀξὺ, καὶ
1. αὐστηρὸν ἐπὶ ταῖς μοχθηραῖς ἔσται νομαῖς, ἐξομοιούμενον
2. ἀεὶ τῇ φύσει τῆς πόας. καὶ διὰ τοῦτο καὶ τοῖς πρὸ ἡμῶν
3. ἰατροῖς ἐκ τῆς πείρας διδαχθεῖσιν εἴρηνταί τινες ἀγάλακτοι
4. νομαὶ, προσαγορεύουσι γὰρ οὕτως αὐτὰς, ὑπὲρ ὧν καὶ ἡμεῖς
5. ἑτέρωθι διερχόμεθα. νῦν δ’ ἀρκεῖ τό γε τοσοῦτον ἐπίστασθαι
6. περὶ αὐτῶν, ὡς οὔτε δριμείας, οὔτ’ ὀξείας, οὔτ’ αὐστηρὰς
7. πάνυ χρὴ τὰς τροφὰς εἶναι τῶν ζώων, ὧν τῷ γάλακτι
8. μέλλομεν ὡς εὐχυμοτάτῳ χρῆσθαι. καὶ μὴν καὶ ὅτι
9. κατὰ τὴν ἡλικίαν ἀκμάζον εἶναι χρὴ καὶ κατὰ τὴν ἕξιν τοῦ
10. σώματος ἄμεμπτον τὸ ζῶον, εὔδηλον δήπου, κᾂν ἐγὼ μὴ
11. λέγω. κάλλιόν γε, τὸ μὲν αἶγα, τὸ δ’ ὄνον εἶναι, χρῆσθαι
12. δὲ τῷ γάλακτι παρὰ μέρος ἑκατέρου· λεπτότερον μὲν γάρ
13. ἐστι καὶ ὀῤῥωδέστερον τὸ τῆς ὄνου, σύμμετρον δὲ τῷ πάχει
14. τὸ τῆς αἰγός. ὥστε τοῦτο μὲν ἀνατρέφει μᾶλλον, εἰ
15. τούτου χρεία, τὸ δ’ ὄνειον ἀσφαλέστερον πάντη. καὶ γὰρ
16. εἰ μόνον ποτὲ λαμβάνοιτο χωρὶς ἄρτου, καὶ ὑπέρχεται θᾶττον,
17. καὶ ἥκιστά ἐστι φυσῶδες, οὐ τυροῦταί τε κατὰ τὴν
18. γαστέρα, καὶ μάλισθ’ ὅταν ἁλῶν καὶ μέλιτος προσλάβῃ.
1. χρὴ δὲ καὶ τούτου καὶ τῆς ἄλλης ἁπάσης ὕλης τῶν βοηθημάτων
2. τὰς δυνάμεις ἰδίᾳ προμεμαθηκέναι τὸν μέλλοντα
3. χρήσασθαι καλῶς, ἵνα μὴ πολλάκις ἀναγκαζώμεθα περὶ αὐτῶν
4. λέγειν τὰ αὐτά. καὶ νῦν γέ μοι δοκῶ μακρότερον, ἢ
5. ὡς τοῖς ἐνεστῶσι προσήκει, διεληλυθέναι περί τε γάλακτος
6. καὶ οἴνων. ἄμεινον γὰρ ἦν εἰπόντα τὴν ἐξ αὐτῶν ὠφέλειαν
7. τοῖς γέρουσι γινομένην ἐπὶ τὴν τῆς ὕλης ἐκλογὴν ἀποπέμψαι
8. τὸν ἤδη μεμαθηκότα τάς τε κοινὰς δυνάμεις καθ’
9. ἑκάτερον αὐτῶν καὶ τὰς ἐν μέρει διαφορὰς, ἐπὶ μὲν τῶν
10. οἴνων εἰπόντα τὰς διαφορὰς, τοὺς θερμοτέρους τε καὶ οὐρητικωτέρους
11. ἀμείνους εἶναι τοῖς γέρουσι, ἐπὶ δὲ τοῦ γάλακτος,
12. ὡς οὐδὲ πᾶσι δοτέον, ἀλλὰ μόνοις, ὅσοι γε πέττουσιν αὐτὸ
13. καλῶς, καὶ συμπτώματος οὐδενὸς αἰσθάνονται κατὰ τὸ
14. δεξιὸν ὑποχόνδριον. ἐπεὶ δ’ ἔστιν ὅτε διὰ τὴν πολλῶν ὀλιγωρίαν,
15. οὐχ ὑπομενόντων ἀναγινώσκειν τὰ βιβλία, δι’ ὧν
16. ἐπὶ πλέον ὑπὲρ τῆς τῶν βοηθημάτων ὕλης λέλεκται, μηκύνειν
17. ἀναγκαζόμεθα πολλάκις, εἰκότως τις ἂν ἡμῶν καὶ νῦν
18. συγγνοίη τῷ τρόπῳ τῆς διδασκαλίας, οὐ κατὰ τὴν ἀκριβῆ
1. βραχυλογίαν ἐπὶ ταῖς καθόλου μεθόδοις προερχομένης.
2. ἰστέον γε μὴν, ὡς ἀδύνατόν ἐστιν ἀμέμπτως χρήσασθαι
3. ταῖς γραφομέναις ὕλαις ἐκ μόνων τῶν τοιούτων λόγων,
4. οἵους καὶ νῦν εἷπον ὑπὲρ οἴνου τε καὶ γάλακτος.
5. ἀλλὰ χρὴ τὸν ἄριστα μεταχειριούμενον αὐτὰς ἰδίᾳ πρότερον
6. ὑπὲρ ἑκάστης μεμαθηκέναι τὸν οἰκεῖον λόγον, ἐν ᾧ τήν τε
7. κοινὴν τῆς ὕλης δύναμιν ἐπισκεπτόμεθα καὶ τὰς κατὰ
8. μέρος ἐν αὐτῇ διαφορὰς ἄχρι τῶν ἐσχάτων εἰδῶν. οὐδὲ
9. περὶ τῶν ἄλλων ἁπάντων, ὅσα χρὴ γινώσκεσθαι τῷ μέλλοντι
10. προνοήσασθαι γέροντος, ἄμεινον ἐν τῇδε τῇ πραγματείᾳ
11. διέρχεσθαι μακρῶς, ἀλλ’ ἀρκεῖ, περὶ μὲν ἐνίων, ὅσα
12. μάλιστά ἐστι χρήσιμα τοῖς πρεσβύταις, οὕτως εἰπεῖν,
13. ὡς νῦν εἴρηται περὶ γάλακτος καὶ οἴνου, περὶ δὲ
14. ἐνίων ἔτι βραχύτερον ἢ κατὰ ταῦτα διελθεῖν, ὥσπερ γε
15. καὶ περὶ ἄλλων ὅλως μηδὲν εἰπεῖν· καίτοι τῷ γε μηκύνειν
16. βουλομένῳ δυνατόν ἐστι ἁπάντων μνημονεῦσαι, ὅσα πλεονάζει
17. τοῖς γέρουσιν, ᾧδέ πως λέγοντι.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 5.7, ed. Kühn, 1823, vol. 6, p. 342-348. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:5.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩