1. Κάλλιον δὲ καὶ περὶ τῶν ἄλλων διελθεῖν,
2. ὅσα τοῖς πλείστοις τῶν γερόντων γίνεται· βράγχοι, καὶ κόρυζαι,
3. καὶ λίθων γενέσεις ἐν νεφροῖς, ἀρθρίτιδές τε καὶ
4. ποδάγραι, καὶ ἄσθματα, καὶ τἄλλα ὅσα τοιαῦτα. πρὸς μὲν
5. οὖν τοὺς βράγχους τε καὶ τὰς κορύζας δίαιταν μὲν τήνδε,
6. φάρμακα δὲ τάδε προσφέρεσθαι χρή· πρὸς δὲ τὰς τῶν λίθων
7. γενέσεις ταῦτα. καθ’ ἕκαστον τῶν ἄλλων οὕτως ἐπερχόμενος
8. ἐπιμελὴς εἶναί τις δόξει καὶ περιττὸς εἰς ἐπιστήμην
9. γηροκομικήν. ἀλλ’ ὥσπερ οὐδὲν τούτων χρὴ γράφειν ἐν
10. συγγράμματι γηροκομικῷ, μεταφέρειν γε δυναμένων αὐτὰ τῶν
11. γεγυμνασμένων ἐν ταῖς τῶν νοσημάτων θεραπείαις, οὕτως
12. αὖ πάλιν οὐδ’ ἐπὶ μόνοις τοῖς κοινοῖς παύεσθαι, προειπόντα
13. δ’ αὐτὰ προστιθέναι τινὰ τῶν κατὰ μέρος, ἃ μάλιστ’
14. ἐστὶν οἰκεῖα τῷ προκειμένῳ σκέμματι, καθάπερ ἡμεῖς
15. ἐποιήσαμεν. ἐπειδὴ γὰρ ἐδείχθη τὸ γῆρας ἐν τοῖς περὶ
16. κράσεων ὑπομνήμασιν ὁμολογουμένως εἶναι ψυχρὸν, οὐχ
17. ὁμολογουμένως δὲ ξηρὸν, ἐνίων ὑγρὸν αὐτὸ φάντων εἶναι,
1. προσήκει δήπου λαβόντας ὑπόθεσιν εἰς τὸ γηροκομικὸν
2. μέρος τῆς τέχνης, ὃ νῦν ἡμῖν πρόκειται, τὰ δειχθέντα περὶ
3. τῆς κράσεως αὐτοῦ, τὸν μὲν σκοπὸν αὐτῶν τῶν πραγμάτων
4. ἀπ’ ἐκείνης λαβεῖν, ἐπελθεῖν δ’ ἔνια τῶν κατὰ μέρος, τὰ
5. μὲν ἕνεκα τοῦ γυμνάσαι τὸν μαθητὴν, τὰ δ’ ὡς παραδείγματα
6. πρὸς τὴν τῶν οὐκ εἰρημένων εὕρεσιν γενησόμενα,
7. διὰ τὸ μὴ πάντας οὕτως εἶναι συνετοὺς, ὡς ἐκ μόνου τοῦ
8. καθόλου γνωσθέντος εὑρίσκειν τὰ κατὰ μέρος, ἀλλὰ τοῦ
9. ποδηγήσοντος ἐπ’ αὐτὰ προσδεῖσθαι. γεγυμνασμένος γάρ τις
10. τὸν λογισμὸν, ἀκούσας τὸ τοῦ γέροντος σῶμα κατὰ μὲν
11. αὐτὰ τὰ μόρια ψυχρὸν καὶ ξηρὸν, ἐμπίπλασθαι δὲ ῥᾳδίως
12. ὀῤῥωδῶν τε καὶ φλεγματωδῶν περιττωμάτων δι’ ἀῤῥωστίαν
13. τῆς δυνάμεως, ἐξοχετεύειν μὲν ταῦτα πειράσεται, τὰ στερεὰ
14. δ’ αὐτὰ τοῦ σώματος μόρια θερμαίνειν τε καὶ ὑγραίνειν.
15. ὅσοι δ’ ἐκ τοῦ τῶν περιττωμάτων πλήθους ἀπατηθέντες
16. ἀδιορίστως ἀπεφῄναντο, τὴν τῶν γερόντων κρᾶσιν ὑπάρχειν
17. ὑγρὰν, οὗτοι περὶ τὸν πρῶτον εὐθέως ἐσφάλησαν σκοπὸν,
1. ἡγούμενοι χρῆναι ξηραίνειν τὰ πρεσβυτικὰ σώματα. τῶν τε
2. οὖν ἐδεσμάτων ὅσα ξηραντικὰ, διδόασι μᾶλλον, οἷον ἐν μὲν
3. τοῖς λαχάνοις τὴν κράμβην πρὸ τῆς μαλάχης καὶ βλίτου,
4. καὶ τοῦ λαπάθου, καὶ τῆς ἀτραφάξυος, καὶ τῆς θριδακίνης,
5. ἐν δὲ τοῖς ὀσπρίοις τὴν φακῆν πρὸ τῆς πτισάνης, καὶ τὸν
6. κέγχρον πρὸ τοῦ κυάμου, καὶ τὸν ἔλυμον πρὸ τῆς ζειᾶς,
7. ἐν δὲ τοῖς καρποῖς ἀμύγδαλα καὶ τερμίνθου σπέρμα
8. μᾶλλον, ἢ κολοκύνθης τε καὶ σικύων πέπονα, καὶ κοκκύμηλα,
9. καὶ μόρα, κρεῶν δὲ τὰ τῶν ἀγρίων ζώων μᾶλλον,
10. ἢ τὰ τῶν ἡμέρων, καὶ τὰ ταριχηρὰ τῶν προσφάτων, ἐν
11. ὅλῃ τε τῇ διαίτῃ φεύγουσι μὲν, ὧν ἡ δύναμις ὑγρὰ, προαιροῦνται
12. δὲ διδόναι τὰ ξηραίνοντα. καίτοι γε τοὐναντίον
13. ἅπαν ἐστὶν ἀληθὲς, ὠφελουμένων ἐναργῶς τῶν γερόντων
14. ὑπὸ τῶν ὑγραινόντων ἐδεσμάτων. ἐπεὶ δ’ ἐξ αὐτῶν
15. ἔνια ψυχρὰ ταῖς κράσεσίν ἐστιν, καὶ διὰ τοῦτο φλέγμα γεννῶσιν
16. ἐν τῇ γαστρὶ καὶ κατὰ τὰς πρώτας φλέβας, ἐντεῦθεν
17. οὖν ἔδοξαν εἶναι βλαβερὰ τοῖς μήτε τὴν ὅλην κρᾶσιν ἐπισταμένοις
18. τῶν γερόντων, μήτε τὸ κεφάλαιον τῆς διαίτης
1. ὁρῶσιν. οὔτε γὰρ ἔλαιον αὐτοὺς, οὔτε λουτρὰ θερμὰ ποτίμων,
2. οὔτ’ οἴνου πόσις ὠφελεῖ, μὴ δεομένους ὑγραίνεσθαι.
3. καὶ μὴν καὶ τὸ μέτρια κινεῖσθαι καὶ τὸ χρῄζειν ὕπνων
4. ἱκανὰ μαρτύρια τοῦ σκοποῦ τῆς διαίτης. ὥστε καὶ εἴποτε,
5. φλέγματος γεννηθέντος, ἐξ ἀνάγκης ἑλοίμεθά τι τῶν τεμνόντων
6. αὐτὸ, μετιέναι χρὴ ταχέως ἐπὶ τὴν ὑγραίνουσαν δίαιταν.
7. οὕτως δὲ κᾂν δι’ ὑποψίαν ἐμφράξεως ἐπί τι τῶν ἐκφραττόντων
8. ἐδεσμάτων ἢ φαρμάκων ἀφικώμεθα, οὐδὲ τὰ θρέψοντα
9. τῶν σιτίων ὑγρᾶς εἶναι κράσεως οὐ χρὴ παντάπασιν οὐδὲ
10. κατ’ ἐκείνην αὐτὴν ἀποστῆναι τὴν ἡμέραν, πολὺ δὲ δὴ μᾶλλον
11. ἐπὶ τῆς ὑστεραίας ἔχεσθαι προσήκει τοῦ σκοποῦ, τόν
12. τε χόνδρον ἅμα τῷ μέλιτι διδόντας, ἢ ὄξους τι αὐτῷ μιγνύντας,
13. ὅταν ὡς πτισάνην σκευάζωμεν, δι’ οἰνομέλιτος ἢ οἴνου
14. Φαλερίνου προσφέρεσθαι κελεύοντας, ἢ τῷ γάλακτι
15. χρωμένους, ὡς προεῖπον, ἢ πτισάνην καλῶς ἑφθὴν, πεπέρεως
16. ἀκριβῶς χνοώδους ἐπεμβάλλοντας. οὕτως δὲ καὶ πέπειρα
17. σῦκα πρὸ τῆς ἄλλης ὀπώρας αἱρετέον ἐστὶν, καὶ κατὰ
18. τὸν χειμῶνα τὰς ἰσχάδας, ἄρτον τε παρεσκευασμένον, ὡς εἶπον,
1. ἢ μετὰ μέλιτος, ἢ μετ’ οἰνομέλιτος, ἢ μετά τινος οἴνου τῶν
2. ἐπιτηδείων. ὡς παραδείγματα γὰρ ἕνεκα σαφηνείας λέγεται
3. αὐτὰ τάδε πρὸς τὸ καὶ τοὺς ἀναγνόντας αὐτὰ δύνασθαι
4. κρίνειν τὴν ὕλην ὁμοίως ἀποβλέποντας εἰς τὸν καθόλου
5. σκοπὸν, ὃν ἐν τῷ θερμαίνειν τε καὶ ὑγραίνειν ἔφην κεῖσθαι.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 5.8, ed. Kühn, 1823, vol. 6, p. 349-353. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:5.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩