Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 5.9, ed. Kühn, 1823, vol. 6, p. 353-357. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:5.9

6. Ὅτι δὲ τά τε φλεγματώδη καὶ ὀῤῥώδη περιττώματα
7. κατὰ τὸ τῶν πρεσβυτέρων ἀθροίζεται σῶμα,
8. τήν τε οὔρησιν ἐφ’ ἡμέρᾳ προτρέπειν χρὴ, μὴ διὰ τῶν φαρμακωδῶν,
9. ἀλλὰ σελίνῳ, καὶ μέλιτι, καὶ οἴνοις οὐρητικοῖς,
10. ὑπάγειν τε τὴν γαστέρα, δι’ ἐλαίου μάλιστα, καταῤῥοφοῦντας
11. αὐτὸ πρὸ τῶν σιτίων. εὔδηλον δὲ, ὅτι καὶ τὰ λαχανώδη
12. πάντα πρὸ τῶν ἄλλων σιτίων ἐσθίειν χρὴ δι’ ἐλαίου
13. τε καὶ γάρου. τὸ μὲν οὖν ἐφ’ ἡμέρᾳ διά τε τούτων ἱκανῶς
14. ἐνίοις ἡ γαστὴρ λαπάττεται, καὶ σύκων, ὁπότ’ εἴη, καὶ
15. κοκκυμήλων, ὅσα τ’ ἄλλα κατὰ θέρος καὶ φθινόπωρον ἀκμάζει,
16. χειμῶνος δὲ διά τε τῶν ἰσχάδων καὶ τῶν Δαμασκηνῶν
17. κοκκυμήλων, ἤτοι γ’ ἑψημένων, ἢ ἁπλῶς διαβεβρεγμένων ἐν
18. μελικράτῳ, τὸ πλέον ἔχοντι μέλιτος. ἔσται δὲ τοῦτο κάλλιον,
19. ἐὰν Ἀττικὸν ᾖ τὸ μέλι. πολύ γε τῶν Δαμασκηνῶν
1. ὑπακτικώτερα τὰ ἀπὸ τῆς Ἱσπανίας ἐστί. καὶ τῶν ἐλαιῶν δὲ
2. τῶν ἐκ τῆς ἅλμης ἐγχωρεῖ ποτε προλαμβάνειν. οὐ μὴν ἀλόην
3. γε συμβουλεύω προσφέρεσθαι, καθάπερ ὁρῶ πολλοὺς τῶν γερόντων,
4. ὅσοις ἡ γαστὴρ ξηρά. τινὲς μὲν ἀναπλάττοντες εἰς
5. καταπότια καὶ χυμῷ κράμβης· ἔνιοι δὲ καὶ μόνης αὐτῆς λείας
6. ἐπιπάττοντες ὑγρῷ τινι, καὶ γὰρ καὶ τοῦτο τισὶ μὲν ὕδωρ ἐστὶ,
7. τισὶ δὲ μελίκρατον· ὅσοι δ’ ἐξ αὐτῶν πλούσιοι, τὴν μετὰ
8. τοῦ κινναμώμου σκευαζομένην ἀλόην λαμβάνουσιν. ὀνομάζουσι
9. δὲ τὸ φάρμακον ἔνιοι μὲν ἱερὰν τὴν δι’ ἀλόης, ἔνιοι
10. δὲ πικράν. ἔχουσι δέ τινες ξηρὸν, ὡς ἐπιτάττειν τῷ ποτῷ·
11. τινὲς δὲ μετὰ μέλιτος ἀνέφθου μετρίως ἀνειλημμένου.
12. ἀλλ’ οὐδενὸς τούτων ἐστὶ χρεία τοῖς γέρουσιν, ὅτι μὴ
13. μεγάλης ἀνάγκης καταλαβούσης. ὑπακουούσης μὲν γὰρ τοῖς
14. εἰρημένοις τῆς γαστρὸς, εἰ καὶ μὴ καθ’ ἑκάστην ἡμέραν, ἀλλὰ
15. παρὰ μίαν, οὐδὲν ὅλως χρὴ φαρμακῶδες προσφέρειν· εἰ δὲ
16. μὴ διὰ τρίτης ὑπέλθοι, δυοῖν ἡμερῶν ἐπισχεθεῖσα, τηνικαῦτα
17. καὶ λινόζωστις αὐτάρκης ἐστὶ, καὶ ἡ καλουμένη θαλασσοκράμβη,
18. καὶ κνίκος ἐπὶ πτισάνῃ διδόμενος, ὅσα τ’ ἄλλα μετρίως
19. φαρμακώδη, καθάπερ οὖν καὶ ἡ τερμινθίνη ῥητίνη. λαμβάνουσι
1. δὲ αὐτῆς ἐνίοτε μὲν καρύου Ποντικοῦ μέγεθος, ἐνίοτε
2. δὲ καὶ δυοῖν, ἢ τριῶν, οὐ μόνον γὰρ ἀλύπως λαπάττειν
3. πέφυκεν, ἀλλὰ καὶ τὰ σπλάγχνα πάντα διαῤῥύπτειν, ἧπαρ
4. καὶ σπλῆνα καὶ νεφροὺς καὶ πνεύμονα. ποικίλως δὲ χρῆσθαι
5. δεῖ τοῖς εἰρημένοις, οὐχ ἕν ἐπιλεξαμένους ἐκεῖνο μόνον
6. προσφέρεσθαι· συνήθης γὰρ ἐν τῷ χρόνῳ τοῦ λαμβάνοντος
7. ἡ φύσις αὐτῶν γινομένη καταφρονεῖ τῆς τοῦ φαρμάκου δυνάμεως.
8. ὑπαλλάττειν οὖν χρὴ τοῖς εἰρημένοις, καὶ πρὸς
9. αὐτοῖς τὸ διὰ τῶν ἰσχάδων σκευαζόμενον· ἔστωσαν δὲ λιπαραὶ,
10. καὶ ἀφαιρείσθω τὸ περικείμενον αὐταῖς ἔξω δέρμα·
11. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς κνίκους, εἶτ’ ἄμφω
12. μιγνύμενα κοπτέσθω. τῷ σταθμῷ δ’ ἔστω παραπλησία τοῦ
13. κνίκου ἡ ἰσχάς. ἔξεστι δὲ κᾀνταῦθα πειρωμένους τοῦ φαρμάκου,
14. ὡς ἔχει πρὸς τὴν τοῦ λαμβάνοντος φύσιν, ἐνίοτε
15. μὲν ἔλαττον, ἐνίοτε δὲ πλέον μιγνύναι τοῦ κνίκου. λαμβάνειν
16. δὲ τὸ μέγεθος ἰσχάδων δυοῖν ἢ τριῶν. ἐξ αὐτῆς δὲ, ὡς
17. εἶπον, τῆς πείρας ἑαυτῷ τις εὑρήσει τὸ μέτρον ἐπὶ τῶν
18. τοιούτων ἁπάντων· ἐνίοις μὲν γὰρ μᾶλλον, ἐνίοις δ’ ἧττον
1. ὑπακούσει τοῖς φαρμάκοις ἡ γαστήρ. ἀλλ’ ἱκανῶς γε δαψιλὲς
2. οὐδέν ποτε χρὴ τῶν εἰρημένων φαρμάκων. ἐν μὲν γὰρ
3. τῷ παραχρῆμα χαίρουσιν ἔνιοι σφοδρῶς κενωθέντες, ὅσῳ δ’
4. ἂν μᾶλλον κενωθῶσι, τοσούτῳ μᾶλλον αὐτοῖς ἡ γαστὴρ ἴσχεται
5. κατὰ τὰς ἐφεξῆς ἡμέρας. διὰ τοῦτο δ’ ἐγὼ καὶ τοὺς
6. ἐν νόσοις χρονίαις τὴν κοιλίαν ἐπεχομένους, ὁποῖαι μάλιστα
7. κατὰ χειμῶνα γίνονται πολλοῖς, καὶ μετὰ μακρὰν ἀῤῥωστίαν
8. ἐν ταῖς ἀναλήψεσιν ὁμοίως ἐνοχλουμένους οὐ κλύζω δριμέσι
9. κλύσμασιν, ἀλλ’ ἔλαιον ἐνίημι μόνον. ὅπερ οὐδὲν κωλύει καὶ
10. τοῖς ὑγιαίνουσιν ἐγχεῖν ἐνίοτε, τῆς γαστρὸς ἐπισχεθείσης,
11. καὶ γὰρ διαβρέχεται τὰ σκληρὰ τῶν περιττωμάτων, καί τις
12. ὄλισθος ἐν τῇ διόδῳ γίγνεται, καὶ τὸ σῶμα τῶν γερόντων
13. αὐτὸ μαλάττεται, ταῖς σκληραῖς ὁμοίως διφθέραις ἐσκληρυμμένον.
14. ἀλλ’ οὐδὲ ταῦτα τοῦ γέροντος, ᾗ γέρων ἐστὶν,
15. ἰδία, καὶ γὰρ καὶ τοῖς ἐκ νοσημάτων μακρῶν ἀνακομιζομένοις
16. συμφέρει. τί τοίνυν ἴδιόν ἐστι τοῦ γέροντος, ᾗ γέρων
17. ἐστί; τὸ τῇ κράσει συμφέρον. αὕτη γάρ ἐστι, δι’ ἣν καὶ
18. γηρῶμεν, ἄλλος ἐν ἄλλῳ χρόνῳ, πρωϊαίτερον ἢ ὀψιαίτερον,
1. ὡς ἂν καὶ τῆς φύσεως ἔχωμεν ἐξ ἀρχῆς, ἢ ἐπιτηδεύματος,
2. ἢ διαίτης, ἢ νόσου, ἢ φροντίδος, ἤ τι τοιοῦτον ξηρανθέντες
3. ἀμετρότερον τύχωμεν. ἔστι μὲν γὰρ, ὅ γε κυρίως ἅπαντες
4. ἄνθρωποι γῆρας ὀνομάζουσιν, ἡ ξηρὰ καὶ ψυχρὰ κρᾶσις
5. τοῦ σώματος, ἐκ πολυετείας γινομένη. συμβαίνει δέ
6. ποτε καὶ διὰ πυρετῶδες νόσημα, καὶ καλοῦμεν αὐτὸ ἐκ νόσου
7. γῆρας, ὡς ἐν τῷ περὶ μαρασμοῦ λέλεκται γράμματι·
8. μαρασμὸς γάρ τοι καὶ ἡ τοιαύτη διάθεσίς ἐστιν, οὐκ ἐν
9. ζώοις μόνον, ἀλλὰ καὶ φυτοῖς γιγνομένη. γέγραπται δὲ
10. κατὰ τὸ πρῶτον βιβλίον τῆσδε τῆς πραγματείας ἡ ἀναγκαία
11. τοῦ γήρως γένεσις. ἔκ τε οὖν ἐκείνων κᾀξ ὧν ἐν τοῖς
12. περὶ κράσεων εἴρηται, καὶ προσέτι τοῦ περὶ μαρασμοῦ γράμματος
13. εὐπορώτερος δή τις εἰς τὸ γηροκομικὸν μέρος τῆς
14. τέχνης ἂν γενηθείη.

Cliquer un n° de page pour en afficher l’image