ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟΣ Ζ.
1. Ἑτέρας ὑποθέσεως ὑγιεινῶν θεωρημάτων
2. ἀρχὴν ἐν τῷδε ποιούμενον ἀναμνῆσαι δεῖ με τὰ κεφάλαια
3. τῶν ἔμπροσθεν εἰρημένων, ἀναγκαῖα τοῖς λεχθησομένοις
4. ὄντα. πρῶτον μὲν οὖν ἐῤῥήθη, τί ποτ’ ἐστὶν ὑγίεια· δεύτερον
5. δὲ ὑπ’ αὐτῇ, καθόλου τίς ὑπογραφή· τρίτον δὲ,
6. πῶς ἂν φυλάττοιτο· καὶ πρὸς τούτῳ, ὅτι μεταβάλλει διαπαντὸς
7. τὰ τῶν ζώων σώματα, καὶ κατὰ τοῦτο ἀναγκαῖον
8. εἴη καὶ τὴν ὑγίειαν αὐτῶν κινδυνεύουσαν φθαρῆναι τῆς
9. ἐξ ἡμῶν ἐπικουρίας δεῖσθαι πρὸ τοῦ μεγάλην γενέσθαι
1. μεταβολὴν, ὡς νοσεῖν ἤδη σαφῶς. ἐπικουρία δ’ ἐστὶν ἐξ
2. ἐδεσμάτων τε καὶ πομάτων ἀναπληρούντων ὅσον ἀποῤῥεῖ τῆς
3. τοῦ σώματος οὐσίας. ἑτέρα δ’ ἀβοήθητος ἐδείχθη μεταβολὴ,
4. κατὰ τὸν τῶν ἡλικιῶν λόγον γιγνομένη, ξηραινομένου
5. τοῦ παντὸς ζώου μετὰ τὴν πρώτην γένεσιν ἄχρι τῆς
6. τελευτῆς ἐν τῷ μεταξὺ χρόνῳ παντί. τοὺς δ’ ἀγνοοῦντας
7. τὴν ὑγιεινὴν δίαιταν εἰκός ἐστι θᾶττον ἢ κατὰ τὸν τῆς
8. φύσεως λόγον ἀποθνήσκειν. ἐπεὶ δ’, ὡς ἔφην, ἀναγκαῖον
9. μὲν ἐστὶ τρέφεσθαι ζῶον ἅπαν γεννητὸν, ἡ δ’ οὐσία τῶν
10. ἐδεσμάτων οὐκ ἔστιν ἅπασα τρόφιμος, καὶ διὰ τοῦτο τὸ
11. περιττὸν αὐτῆς ὑπολείπεταί τι μοχθηρὸν, ὃ καλοῦσιν ἰδίως
12. περίττωμα, παρεσκευάσθη τῇ φύσει μόρια τοῦ σώματος εἰς
13. τὴν διάκρισίν τε καὶ κένωσιν αὐτοῦ. πολλῆς δὲ οὔσης ἐν
14. τῇ τῶν σωμάτων φύσει διαφορᾶς, εὔλογόν ἐστι καὶ τὴν ἑκάστου
15. πρόνοιαν ὑγιεινὴν ἰδίαν ὑπάρχειν ἑκάστῳ. πρῶτον
16. οὖν ὑποθέμενοι τῷ λόγῳ τὸν ἄριστα κατεσκευασμένον
17. ἄνθρωπον, ὅπως ἄν τις τοῦτον ὑγιαίνοντα διαφυλάττοι,
1. διελθεῖν προὐθέμεθα. πολλῶν δ’ αἰτίων κατὰ πολλοὺς
2. τρόπους διακοπτόντων τὴν ὑγιεινὴν ἀγωγὴν, ὑπεθέμεθα τὸν
3. ἄριστα κατεσκευασμένον ἑαυτῷ φυλάττειν ἐλεύθερον ὄντα
4. πολιτικῆς ἀσχολίας ἁπάσης. καὶ τοῦτον ὥσπερ ἄν τις ἀπὸ
5. πρώτης ἡλικίας ἄχρι γήρως ἐσχάτου διαφυλάξειεν ὑγιαίνοντα,
6. διελθόντες ἐν τοῖς πρώτοις ὑπομνήμασι πέντε, μεταβησόμεθα
7. νῦν ἐπί τε τοὺς κατὰ περίστασιν πραγμάτων ἀδυνατοῦντας ἐν
8. τοῖς προσήκουσι καιροῖς ἐσθίειν τε καὶ πίνειν καὶ γυμνάζεσθαι,
9. καὶ τοὺς εὐθὺς ἐξ ἀρχῆς νοσώδη κατασκευὴν σώματος
10. ἔχοντας. συντομώτερος δὲ τοῦ πρόσθεν ὁ περὶ τούτων ἐστὶ
11. λόγος, καίτοι γε, ὅσον ἐφ’ ἑαυτῷ, μακρότερος ὢν, διὰ τὸ
12. προειρῆσθαι τῶν πλείστων ὑλῶν τὰς δυνάμεις, αἷς εἰς τὴν
13. ὑγιεινὴν πρόνοιαν χρώμεθα. διά τε γὰρ τρίψεων, καὶ λουτρῶν,
14. καὶ γυμνασίων, ἐδεσμάτων τε καὶ ποτῶν, θάλψεών τε καὶ
15. ψύξεων, ἀφροδισίων τε χρήσεως καὶ ἀποχῆς, εἴ τί τε τοιοῦτόν
16. ἐστιν ἄλλο, τὰς μεταβολὰς τοῦ σώματος ὁρῶμεν γιγνομένας,
17. ὧν, ὡς ἔφην, εἴρηνται πρόσθεν αἱ δυνάμεις.