Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 6.10, ed. Kühn, 1823, vol. 6, p. 425-433. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:6.10

4. Τὰς μὲν συνεχῶς ὀδυνωμένας διὰ τὴν τῶν
5. νεύρων εὐαισθησίαν, ὅσα τῆς κεφαλῆς ἐκφυόμενα τῷ πλείστῳ
6. μὲν ἑαυτῶν μέρει τὸ τῆς γαστρὸς στόμα διαπλέκει, φέρεται
7. δέ τις αὐτῶν μοῖρα καὶ πρὸς τὴν λοιπὴν γαστέρα,
8. τῆς ὑγιεινῆς τέχνης ἔργον ἰάσασθαι, μᾶλλον δ’, ὅπως μηδ’
9. ὅλως γίγνηται ταῦτα, παρασκευάζειν, ἀρίστῃ προφυλακῇ
10. προνοουμένων ἡμῶν τὸν χολώδη χυμὸν ἤτοι μηδ’ ὅλως
11. συῤῥεῖν εἰς τὴν κοιλίαν, ἢ ὅτι τάχιστα κενοῦσθαι.
12. τοῦ μὲν οὖν μηδ’ ὅλως συῤῥεῖν ἡ πρόνοια γίγνεται διὰ τοῦ
13. θᾶττον ἐσθίειν. ὅταν μὲν γὰρ ἡ μὲν ὅλου τοῦ σώματος
14. κρᾶσις ᾖ χολωδεστέρα, τὰ δὲ κατὰ κοιλίαν ἀτονώτερα,
15. στηρίζεσθαι δεῖται διὰ τροφῆς εὐστομάχου. μὴ γενομένου
16. δὲ τούτου, καταῤῥέουσιν ἰχῶρες εἰς αὐτὴν, οὓς ἀθροίζει τὸ
17. σῶμα περιττούς. ἐκ δὲ τῆς τούτων ἀναθυμιάσεως οὐ μόνον
18. αἱ κεφαλαλγίαι γίνονταί τισιν, ἀλλὰ καὶ τὰ τῶν ὑποχεομένων
1. συμπτώματα, καί τισιν αὐτῶν ἐπιληπτικοὶ σπασμοί. τούτοις
2. οὖν ἅπασιν ἡ μὲν ὅλη δίαιτα πρὸς τὸ ψυχρότερον μᾶλλον
3. καὶ ὑγρότερον ὑπαλλαχθήτω, κενούσθω δὲ τὰ συῤῥέοντα
4. δι’ ἐμέτων τε καὶ γαστρὸς ὑπαγωγῆς, ῥωννύσθω δ’ ὁ στόμαχος
5. ἐδέσμασι μὲν ἑκάστης ἡμέρας, πρὶν ἐκχολωθῆναι,
6. φαρμάκοις δ’ ἐκ διαλειμμάτων μακροτέρων, ἀψινθίου τε
7. κόμης, καὶ διὰ τῆς ἀλόης, ἣν καλοῦσι πικράν. ἐκκαθαίρει
8. γὰρ τοῦτο καὶ τὸ διὰ βάθους χολῶδες ἐν τοῖς χιτῶσι τῆς
9. γαστρὸς, οὐ πάνυ τι τοῦ ἀψινθίου δυναμένου ποιεῖν τοῦτο·
10. ῥυπτικαί τε γὰρ αὐτῷ καὶ στυπτικαὶ δυνάμεις εἰσὶ μόναι,
11. ὥστε τὸ μὲν, ὡς ἂν εἴποι τις, ῥύπον τῶν χιτώνων τῆς γαστρὸς
12. ἀποσπᾷν, οὐ μὴν, εἴ τι κατὰ βάθος αὐτοῦ ἐστιν,
13. ἕλκειν ἔξω τοῦτο καὶ κενοῦν, ὥσπερ ἡ ἀλόη. τὰ δ’ ἔξωθεν
14. τοῦ σώματος χρίσματα τῆς γαστρὸς ἐπὶ ταύτῃ ἔστω μετρίως
15. στύφοντα. μήλινον δέ ἐστι, καὶ μαστίχινον, καὶ νάρδινον,
16. καὶ τὰ τοιαῦτα· θέρους μὲν τὸ μήλινον μᾶλλον,
17. ἐν χειμῶνι δὲ ἡ νάρδος, ἦρος δὲ τὸ μαστίχινον· ἐν τῷ
18. μέσῳ γὰρ τοῦτό ἐστι μηλίνου τε καὶ ναρδίνου μύρου,
1. θερμαίνοντος μὲν τοῦ ναρδίνου, καὶ μάλισθ’ ὅταν ἀμώμου
2. πλέον ἔχῃ, ψύχοντος δὲ τοῦ μηλίνου. ταῖς δὲ πλουσίαις
3. γυναιξὶν ὑπάρχει νάρδου κρεῖττον χρίσμα, φουλιάτον τε καὶ
4. τὰ καλούμενα σπικάτα, θερμαίνοντα καὶ ῥωννύντα τὴν γαστέρα.
5. ἐὰν δὲ μὴ μόνον ἡ κεφαλὴ θερμοὺς ἰχῶρας ἐπιπέμπῃ
6. τοῖς κατὰ γαστέρα χωρίοις, ἀλλὰ καὶ αὐτὴν τύχῃ θερμὴν
7. δυσκρασίαν ἔχειν, τοῖς ἐμψύχουσιν ἐδέσμασί τε καὶ πόμασιν
8. ἀεὶ χρῆσθαι προσήκει, τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς
9. ὑπαλλάττοντα κατὰ τὰς ὥρας τοῦ ἔτους, οὐ πρὸς
10. τοὐναντίον ἀφικνουμένους, ὥσπερ ἐπὶ τῶν εὐκράτων ἐργαζόμεθα,
11. χειμῶνος μὲν θερμαίνοντες, θέρους δὲ ψύχοντες.
12. ὡσαύτως δὲ, εἰ καὶ ἀμφότερα τὰ μόρια τὴν ψυχρὰν ἔχει
13. δυσκρασίαν, ἀεὶ μὲν χρῆσθαι τοῖς θερμοῖς ἐδέσμασί τε καὶ
14. πόμασι καὶ χρίσμασιν, ὑπαλλάττειν δὲ αὐτὰ κατὰ τὴν
15. ὥραν, ἐπιτείνοντας καὶ ἀνιέντας. χαλεπὴ δὲ γίνεται μίξις,
16. ὅταν ἤτοι γε εἰς θερμὴν γαστέρα καταῤῥέωσιν ἐκ τῆς κεφαλῆς
17. οἱ ψυχροὶ καὶ φλεγματώδεις ἰχῶρες, εἰς τὴν ψυχρὰν
1. δὲ οἱ θερμοί· καὶ τούτων γ’ ἀμφοτέρων |ἐπειράθην ἀεὶ
2. δυσμεταχειριστοτέρας οὔσης τῆς ἑτέρας, καθ’ ἣν εἰς θερμὴν
3. κοιλίαν οἱ φλεγματώδεις τε καὶ ψυχροὶ καταφέρονται
4. χυμοί. χειρίστη δὲ, ὅταν οὕτως ἔχῃ κατασκευῆς τε καὶ
5. φύσεως ὁ ἄνθρωπος, ὡς μήτ’ εὔλυτον ἔχειν γαστέρα, μήτ’
6. ἐμεῖν ἑτοίμως. διαφθείρονται γὰρ οἱ φλεγματώδεις χυμοὶ,
7. κατὰ τὴν γαστέρα χρονίζοντες, ὡς δάκνειν ταύτην, ἀναπέμπειν
8. τε πρὸς τὴν κεφαλὴν ἀτμοὺς ἔστιν ὅτε μοχθηρούς. ὡς
9. ἐάν γε φλεγματώδεις χυμοὶ ἐκ τῆς κεφαλῆς εἰς ψυχρὰν φύσει
10. γαστέρα καταῤῥέωσι, ῥᾷστα τοῖς τοιούτοις βοήθεια γίγνεται,
11. λαμβάνουσιν ἕωθεν τοῦ διὰ τριῶν πεπέρεων ἁπλοῦ φαρμάκου.
12. καὶ πέπερι δὲ μόνον ἀκριβῶς λεῖον ὕδατι μίξαντα πίνειν ἐγχωρεῖ·
13. κάλλιον δ’ ἐστὶ καὶ εὐστομαχώτερον εἰς αὐτὰ τὸ λευκόν.
14. ἀψινθίου δὲ πόσις ἐναντιωτάτη τοῖς οὕτω διακειμένοις·
15. ἐμπλάττει γὰρ αὐτῶν τῇ γαστρὶ τὸν φλεγματώδη χυμὸν, ὡς
16. ἂν οὐκ ἔχον ἀξιόλογον ἐν ἑαυτῷ δύναμιν ῥυπτικήν. οὐ μὴν
17. οὐδ’ ἀλόη τούτους ὀνίνησιν, ἑλκτικὴν δύναμιν ἔχουσα χολώδους
1. χυμοῦ. καὶ διὰ τοῦτ’ ἐπενοήθη καλῶς ἡ καλουμένη
2. πικρὰ, τῇ τῶν μιγνυμένων δριμύτητι καὶ θερμότητι τέμνουσα
3. καὶ ῥύπτουσα τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς,
4. ὁποῖόν ἐστι τὸ κιννάμωμον. ἀλλ’ οὐχ οἷόν τε τοιούτῳ φαρμάκῳ
5. χρῆσθαι συνεχῶς, ὥσπερ τῷ διὰ τριῶν πεπέρεων, ἢ
6. τῷ διὰ τῆς καλαμίνθης. εἰ γὰρ καὶ καθ’ ἑκάστην ἡμέραν
7. χρῷτο τούτοις ὁ τὴν ψυχρὰν ἔχων γαστέρα, βλάβης οὐδεμιᾶς
8. πειραθήσεται. τοὐπίπαν μὲν οὖν εἰς ρ΄ δραχμὰς τῆς ἀλόης
9. ἓξ ἑκάστου τῶν ἄλλων μίγνυται, ὄντων καὶ αὐτῶν ἕξ. καὶ
10. αὕτη γ’ ἐστὶν, ἣν ἅπαντες ἐν Ῥώμῃ σκευάζουσι πικράν.
11. ἐγὼ δὲ καὶ δύο ἄλλας συντίθημι, κατὰ μὲν τὴν ἑτέραν
12. αὐτῶν πλέονα μιγνὺς τὰ θερμαίνοντα, κατὰ δὲ τὴν ἑτέραν
13. ἐλάττονα. πλέονα μὲν οὖν τἄλλα ἐμβληθήσεται, τῆς ἀλόης
14. μόνης ἀφελόντων ἡμῶν τοῦ πλήθους, ὡς εἰς π΄ ἀλόης
15. δραχμὰς ἐμβάλλεσθαι τῶν ἄλλων ἑκάστου τὰς ἕξ· ἐλάττονα
16. δὲ, τῆς ἀλόης τὸ πλῆθος αὐξησάντων κ΄ δραχμαῖς, ὡς
17. εἰς ρ΄ καὶ κ΄ τῆς ἀλόης ἑκάστου τῶν ἄλλων ἐμβάλλειν ἕξ.
18. εὔδηλον δὲ, ὅτι κινναμώμου τις ἀπορῶν ἐμβάλλει κασίας τῆς
1. ἀρίστης τὸ διπλάσιον, ἔνιοι γὰρ εἰς τοσοῦτον ἥκουσι τῆς
2. κασίας τῆς ἀρετῆς, ὡς μηδὲν ἀποδεῖν ἀτόνου κινναμώμου,
3. τοῦ γὰρ εὐτόνου καὶ ἡ τοιαύτη κασία πολλῷ λείπεται.
4. ἀλλ’ ὥσπερ, ὅταν ἀπορῶμεν ἄρτου καλοῦ, τὸν φαυλότατον
5. ἐσθίομεν, οὕτω καὶ κασίας τῇ καλλίστῃ χρησόμεθα κατὰ
6. τὴν ἀπορίαν τοῦ κινναμώμου. ἐφ’ ὧν μὲν οὖν σωμάτων ἡ
7. γαστήρ ἐστι ψυχρὰ, ἤτοι γ’ εὔκρατος μὲν, ἀλλ’ ἐπὶ τὸ
8. ψυχρότερον ῥέπουσα, ἐπιτήδειόν ἐστι τὸ Διοσπολιτικὸν καλούμενον
9. φάρμακον, ὃ καὶ αὐτὸ διττῶς εἴωθα συντιθέναι,
10. τοῖς μὲν ἐπεχομένοις τὴν γαστέρα, νίτρου τοῦ Βερενικαρίου
11. καλουμένου μιγνὺς ἴσον τῷ τε κυμίνῳ καὶ τῷ πηγάνῳ καὶ
12. τῷ πεπέρει, τοῖς δ’ εὔλυτον ἔχουσιν ἥμισυ. συμπεφώνηται
13. γὰρ, ὑπὸ τούτου τοῦ φαρμάκου λεπτύνεσθαι μὲν τὸ
14. φλέγμα, καὶ φυσώδη πνεύματα ἐκκενοῦσθαι. χαλεπὴ δ’
15. ἐστὶ καὶ δυσμεταχείριστος ἡ ἐπιπλοκὴ τῆς δυσκράτου κατὰ
16. θερμότητα γαστρὸς τῇ ψυχρᾷ κεφαλῇ. τὸ μὲν γὰρ φλέγμα
17. τὸ καταῤῥέον εἰς τὴν γαστέρα χρῄζει τοῦ διὰ τῶν τριῶν
18. πεπέρεών τε καὶ καλαμίνθης, ὥσπερ γε καὶ τοῦ προειρημένου
1. Διοσπολιτικοῦ, τὸ δὲ στόμα τῆς γαστρὸς ὑπὸ τῶν ἐκπυρούντων
2. βλάπτεται. τέμνειν οὖν τῶν οὕτω διακειμένων
3. καὶ ἀποῤῥύπτειν τὸ φλέγμα πειρᾶσθαι χρὴ διὰ τῶν μὴ
4. θερμαινόντων, ὁποῖόν ἐστι καὶ ὀξύμελι. χαλεπὴ δὲ καὶ
5. δυσδιάθετός ἐστιν ἐπιπλοκὴ καὶ ἡ τῶν τοιούτων κατασκευῶν
6. τοῦ σώματος, ἐν αἷς ἄτονον μέν ἐστι καὶ ναυτιῶδες
7. τὸ στόμα τῆς κοιλίας, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσιν,
8. ἴσχεται δὲ ἡ γαστήρ. ὅσα γὰρ αὐτὴν προτρέπει, πάντα
9. εὐθέως ἀνατρέπει τὸν στόμαχον, ὡς ἐπιπολάζειν τε αὐτοῦ
10. τὰ σιτία καὶ ναυτίαν ἐργάζεσθαι πολλάκις· οἷς ἐξ ἀνάγκης
11. ἕπεται τὸ μὴ πέττεσθαι καλῶς τὴν τροφήν. ἐὰν δὲ πάλιν
12. εὐστόμαχα διδῷς αὐτοῖς ἐδέσματα, καὶ τρίτης καὶ τετάρτης
13. ἡμέρας ἡ γαστὴρ ἐπέχεται. τοῖς τοιούτοις οὖν ἓν εἶδος εὗρον
14. διαίτης ἁρμόττειν, ἐν ἀρχῇ προσφερομένοις λάχανά τε δι’
15. ἐλαίου καὶ γάρου, καὶ τἄλλα, ὅσα μαλάττειν εἴωθε τὴν
16. γαστέρα, μετὰ δὲ τὴν αὐτάρκη τροφὴν ἐπιλαμβάνουσί τι
17. τῶν τονούντων τὸν στόμαχον. ἔστι δὲ δὴ μῆλόν τε καὶ
1. ἄπιον καὶ ῥοιά· ἔνια γάρ ἐστι τοιαῦτα γένη, χωρὶς ὀξύτητος
2. στύφοντα. αὐτὸς δὲ ὁ ἄνθρωπος, ἁπάντων
3. αὐτῷ ἐν μέρει πειραθέντων, ὅπερ ἂν ἀβλαβέστατόν τε καὶ
4. ἥδιστον εὑρίσκῃ, τούτῳ χρήσθω. μὴ πάνυ δὲ τούτων
5. ἑκάστου λαμβάνειν, ἀλλ’ ὅσον, ὡς ἔφην, ἰάσασθαι τὴν ἀτονίαν
6. τοῦ στομάχου· τῆς γὰρ τοιαύτης αὐτῶν χρήσεως ἐπειράθην,
7. εὔλυτον ἐργαζομένης τὴν κοιλίαν. καὶ μᾶλλόν γε
8. τοὐπίπαν οἱ οὕτω διακείμενοι διαχωροῦσιν, ἐπιφαγόντες τι
9. τῶν στυφόντων, ἢ εἰ μηδ’ ὅλως ἐχρήσαντο. τονωθὲν γὰρ
10. αὐτῶν τὸ στόμα τῆς κοιλίας ὠθεῖ κάτω τά τ’ ἐπιπολάζοντα
11. καὶ σὺν αὐτοῖς τὰ καθ’ ὅλην τὴν ἄνω γαστέρα, καὶ τήν γε
12. φορὰν τῶν σιτίων ὑποδεχόμενα τὰ ἔντερα διαφυλάττει,
13. προωθοῦντα καὶ αὐτὰ τὸ περιγινόμενον ἐκ τῶν ὑπερκειμένων
14. εἰς αὐτά. φαίνεται γὰρ ἡ προωστική τε καὶ ἀποκριτικὴ
15. δύναμις, κᾂν ἐκ τῶν κατὰ τὴν ἕδραν χωρίων ὁρμήσῃ τι
16. πρὸς τὴν ἄνω φορὰν, ἄχρι πλείστου διαφυλάττουσα, καίτοι
17. παρὰ φύσιν οὔσης ἐν ζώῳ τῆς τοιαύτης ὁδοῦ. ὅτι δὲ
1. ἀληθές ἐστιν ὃ λέγω, πάρεστι μαθεῖν ἑκάστῳ, τῶν πολλάκις
2. ἡμῖν συμβαινόντων ἀναμνησθέντι. δακνώδης γ’ οὖν
3. ἐνίοτε χυμὸς, εἰς τὰ κατὰ τὴν ἕδραν χωρία παραγενόμενος,
4. ἐρεθίζει μὲν ἡμᾶς ἐπὶ τὴν ἔκκρισιν αὐτοῦ· κατασχεῖν δὲ
5. αὐτὸν ἀναγκασθέντες, ἐπειδὰν ἐν πολιτικαῖς ὦμεν πράξεσιν,
6. ἀπαλλαγέντες αὐτῶν, οὐκέτ’ ἀποκρίνομεν, αἰσθανόμεθά τε
7. πολλάκις ἐκ τούτου τῆς κεφαλῆς ὀδυνηρᾶς γινομένης, ἀνατροπῆς
8. γινομένης. εὐλόγως οὖν, εἰ καὶ τοῖς ὑπακτικοῖς σιτίοις
9. ἐπιπολευομένου στομάχου, τὰ στύφοντα ληφθέντα,
10. τόνον ἐποιήσαντο τοῖς ἄνω μέρεσι τῆς γαστρὸς, ἀρχὴν τῆς
11. κάτω φορᾶς ἐργάζεται τοῖς ἐν αὐτῷ περιεχομένοις, ἣν διαδεχόμενα
12. τὰ ἔντερα μέχρι τοῦ κάτω πέρατος εἴωθε φυλάττειν.

Cliquer un n° de page pour en afficher l’image