13. Αὐτάρκως οὖν εἰρημένων τούτων, ὥρα μεταβαίνειν
14. ἐπ’ ἄλλην κατασκευὴν ἀνώμαλον, οὐδεμιᾶς τῶν
15. πρόσθεν ἀπολειπομένην τῇ κακίᾳ, καθ’ ἣν οἱ μὲν νεφροὶ
16. λίθους, ἢ πώρους, ἢ ὅπως οὖν ὀνομάζειν ἐθέλεις, γεννῶσιν,
17. ἡ δὲ τοῦ σώματος ἅπαντος φύσις ἰσχνὴ τετύχηκεν οὖσα.
18. χρῄζουσι μὲν γὰρ οὗτοι φαρμάκων καὶ διαιτημάτων λεπτυνόντων,
1. ἐναντιώτατα δ’ ἐστὶ ταῦτα τοῖς ἰσχνοῖς σώμασιν.
2. ὥστε τις τῶν χρωμένων αὐτοῖς διὰ τοὺς νεφροὺς, δυσκινήτων
3. τε καὶ δυσαισθήτων καὶ ὥσπερ ψοφούντων τι καπνηστὸν,
4. ὡς αὐτὸς ὠνόμαζεν, αἰσθανόμενος τῶν δακτύλων,
5. ἐκοινώσατο μὲν τὰ πρῶτα τοῖς κατὰ τὴν Καμπανίαν ἰατροῖς,
6. ἔνθα διέτριβεν, οἱ δὲ, ὡς κατισχομένου αὐτοῦ ἐπὶ διαθέσει
7. παράλυσιν ἀπειλούσῃ, τοῖς δι’ εὐφορβίου καὶ λιμνήσεως,
8. ἣν ἀδάρκην τε καὶ ἄδαρκον ὀνομάζουσιν, ἐχρῶντο φαρμάκοις.
9. ὡς δὲ πολὺ χείρων ἡ διάθεσις ἐγένετο, καὶ προανέβαινεν
10. ἀεὶ τὰ συμπτώματα τοῖς ὑπερκειμένοις μέρεσι μετὰ τοῦ
11. σφόδρα ὀδυνᾶσθαι, κατά τινα τύχην ἐπιδημήσαντί μοι τὴν
12. Καμπανίαν δηλώσας ὁ κάμνων τὰ συμβάντα παρεκάλει
13. βοηθεῖν. ἐγὼ δὲ, ὅτι μὲν ἐκ τῶν φαρμάκων ὧν εἶπεν
14. ὑποξηρανθεὶς εἰς τοιαύτην ἧκε διάθεσιν, συνῆκα, ζητῶν
15. δὲ, τίνα ἄν τις αὐτῷ δίαιταν εὕροι, καθ’ ἣν ἄνευ τοῦ βλάπτεσθαι
16. τοὺς νεφροὺς ἰάσεται τῆς ξηρότητος, πτισάνης τε
17. χυλὸν ἐπενόησα, καὶ τῶν ἰχθύων τοὺς πετραίους τε καὶ πελαγίους,
18. ὅσοι τ’ ἄλλοι μηδὲν ἔχουσι γλίσχρον. οὕτω δὲ
1. καὶ τῶν πτηνῶν ζώων ὅσα παραπλήσιον ἔχει τὴν σάρκα.
2. πολλὰ δέ ἐστι τῶν ὀρείων ὀνομαζομένων ὀρνίθων
3. τοιαῦτα ταῖς κράσεσιν· ὅσα γὰρ ἐν ταῖς πόλεσι κατακλείσαντες
4. ὑγραῖς καὶ πολλαῖς τροφαῖς πιαίνουσιν οἱ τὰ τοιαῦτα
5. καπηλεύοντες, ἐναντιώτατα τούτοις ἐστί. ἀρίστη δὲ σὰρξ
6. εἰς τὰς τοιαύτας διαθέσεις ἐστὶν, ὡς τῶν ὀρνίθων περδίκων,
7. ἐπ’ αὐτοῖς δὲ τῶν ἀτταγήνων, καὶ ψάρων, καὶ κοττύφων,
8. καὶ κιχλῶν. ἐὰν δὲ ἀπορῶμεν ὀρείων ὀρνίθων, ἐκ
9. τῶν ἐν τοῖς ἀγροῖς τρεφομένων καὶ τῶν κατὰ τοὺς πύργους
10. περιστερῶν νομάδων λαμβάνειν προσήκει, καθάπερ γε
11. καὶ τῶν ἐν τοῖς πύργοις νεοττευόντων στρουθίων, οὓς ὀνομάζουσι
12. πυργίτας· ἔστωσαν δὲ ἐν ὑψηλοῖς χωρίοις οἱ τοιοῦτοι
13. τῶν πύργων· οὕτω γὰρ καὶ ταῖς ἀλεκτορίσι καὶ τοῖς
14. ἀλεκτρυόσι τοῖς κατὰ τὰς ἐπαύλεις τρεφομένοις ἔνεστι χρῆσθαι.
15. γάλακτος δὲ τοῦ μὲν τῶν ἄλλων ζώων εἴργειν τοὺς
16. οὕτω διακειμένους, μόνῳ δ’ ἐπιτρέπειν χρῆσθαι τῷ τῶν
17. ὄνων, ἐπειδὴ λεπτομερέστερόν ἐστι τοῦτο τῶν ἄλλων. καὶ
18. συνελόντι φάναι, μεταξὺ τῆς τε λεπτυνούσης διαίτης καὶ
19. τῆς παχυνούσης εἶναι χρή. τὴν δὲ τούτοις ἁρμόττουσαν
1. τὴν κατὰ μέρος ὕλην ἐν τοῖς περὶ τῶν τροφῆς δυνάμεων
2. ὑπομνήμασιν ἔγραψα, καὶ προσέτι ἐν τῷ περὶ τῆς εὐχυμίας
3. τε καὶ κακοχυμίας. διὸ καὶ μηκύνειν ἐν τῷ παρόντι περιττὸν,
4. ἀρκεῖ γὰρ τοῦτο μόνον εἰπεῖν, ὡς καὶ τῆς τοῦ ὅλου
5. σώματος ἀναθρέψεως ἐπὶ τῶν τοιούτων προνοεῖσθαι χρὴ
6. δι’ ἧς ἔμπροσθεν εἶπον ἀγωγῆς, ἡνίκα ἐμνημόνευσα
7. τοῦ πάντα μᾶλλον ὑπομένοντος παθεῖν, ἢ πιττώσασθαι.
8. παχέος δὲ ὄντος τοῦ λιθιῶντος ἀνθρώπου, θαῤῥῶν ἂν
9. προσφέροιτο τῇ λεπτυνούσῃ διαίτῃ. τὰ δ’ αὐτὰ νόμιζε καὶ
10. περὶ τῶν ἀρθριτικῶν προϊέναι. πίνοντες γὰρ κᾀκεῖνοι τὰς
11. ἀρθριτικάς τε καὶ ποδαγρικὰς ἀντιδόσεις, οἱ μὲν εὔσαρκοι
12. καὶ παχεῖς καὶ πιμελώδεις οὐδὲν βλάπτονται, λεπτοὶ δὲ
13. ὑπάρχοντες, ὅλον τε τὸ σῶμα ξηραίνοντες, καὶ πόδας αὐτοὺς
14. ἐνίοτε καὶ τὰς χεῖρας, εἰ πρότερον ἐπεπόνθεισαν, εἰς χαλεπωτάτην
15. ἄγουσι διάθεσιν. εἰδέναι μέντοι χρὴ, τὰς ποδαγρικὰς
16. ταύτας ἀντιδότους πολλῷ τῶν νεφριτικῶν διαλλάττειν,
17. οὐ μόνον τῷ λεπτύνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς,
1. ἀλλὰ καὶ τῷ θερμαίνειν τε καὶ ξηραίνειν· ἐπὶ γάρ τοι τῶν
2. νεφριτικῶν οὐδὲ τὴν ἀρχὴν ὅσα θερμήνειε σφοδρῶς διδόναι
3. χρή. λέλεκται δὲ τελέως δηλονότι περὶ τῶν τοιούτων
4. ἁπάντων ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ, κᾀν
5. ταῖς περὶ τῶν φαρμάκων, διτταῖς οὔσαις καὶ ταύταις, προτέρας
6. μὲν τῇ τάξει τῆς τῶν ἁπλῶν, δευτέρας δὲ τῆς τῶν
7. συνθέτων, οὔτε μηδ’ ὅλως, οὔτ’ ἐπὶ πλέον μεμνῆσθαι προσήκει,
8. διὰ τὸ καὶ τὰ τοιαῦτα σώματα μεταξὺ τῶν τε ἀκριβῶς
9. ὑγιαινόντων καὶ τῶν ἤδη νοσούντων εἶναι· τὸ γάρ τοι
10. προφυλακτικὸν ὀνομαζόμενον μέρος τῆς ἰατρικῆς τῶν οὕτω
11. διακειμένων προνοεῖται σωμάτων. οὐδένα γοῦν τῶν ἄμεμπτον
12. ἐχόντων τὴν τοῦ σώματος ἕξιν οὔτ’ ἀξιοῦμεν φάρμακα
13. πίνειν, οὔτε λεπτυνούσῃ διαίτῃ χρῆσθαι· τοὺς δὲ διὰ φυσικὴν
14. ἀσθένειαν ἤτοι τοῦ σώματος ἅπαντος ἢ μορίων
15. τινῶν ἑτοίμως βλαπτομένους εἰς τὴν προφυλακτικὴν ὀνομαζομένην
16. ἀγωγὴν ἀξιοῦμεν ἕλκεσθαι, τῆς ὑπόπτου διαίτης
17. ἀφισταμένους, ὑφ’ ἧς οὐδὲν ὁρῶμεν βλαπτομένους, ὅσοι
1. καλῶς κατεσκευασμένοι τὰ σώματα φύσει διαπονεῖν οὐκ
2. ὀκνοῦσι τὰ μέτρια.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 6.11, ed. Kühn, 1823, vol. 6, p. 433-438. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:6.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩