Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 6.12, ed. Kühn, 1823, vol. 6, p. 438-440. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:6.12

3. Τοῖς μέντοι ῥᾳδίως πάσχουσιν, ὡς καὶ
4. τοῖς μεγάλοις νοσήμασιν ἐμπίπτειν συνεχῶς, οἷον τοῖς ἐπιληπτικοῖς
5. τε καὶ σκοτωματικοῖς καὶ κεφαλαλγικοῖς, ἔτι τε τοῖς
6. ἄλλοις, ἐφ’ ὧν ἡ κεφαλὴ τοῖς ὑποκειμένοις μορίοις αἰτία
7. γίγνεται τῶν συμπτωμάτων, ἐν οἷς εἰσιν ὀδόντες, οὖλά τε
8. καὶ κίων, καὶ συλλήβδην εἰπεῖν ἅπαντα τὰ κατὰ τὸ στόμα
9. καὶ τὸν φάρυγγα μόρια, καὶ πρὸς αὐτοῖς ὦτα, καὶ ὀφθαλμοὶ,
10. καὶ στόμαχος, καὶ κοιλία, καὶ τὰ πνευματικὰ μόρια,
11. λάρυγξ, καὶ τραχεῖα ἀρτηρία, καὶ πνεύμων, καὶ θώραξ, ὁ
12. σκοπὸς τῶν διαιτημάτων κοινὸς, αὐτὴν μὲν καὶ πρώτην
13. καὶ μάλιστα τὴν κεφαλὴν ἐργάζεσθαι δυσπαθῆ, μετὰ
14. ταῦτα δὲ καὶ τῶν βλαπτομένων μορίων προνοεῖσθαι, γινώσκοντας,
15. ὡς καὶ τοῦτ’ αὐτὸ πάλιν ἑτέρου δεῖται διορισμοῦ,
16. λέγω δὲ τοῦ μὴ πάντα ῥωννύναι τὰ βλαπτόμενα μόρια.
17. ἄριστος δὲ διορισμὸς ὁ εἰς τὴν χρείαν αὐτῶν ἀναγόμενος.
18. ὀφθαλμῶν μὲν γὰρ καὶ ὤτων ἡ χρεία μεγάλη, καὶ διὰ
1. τοῦτο προσήκει τῶν ἐκ τῆς κεφαλῆς περιττωμάτων εἰς αὐτὰ
2. φερομένων τὴν ὑφ’ Ἱπποκράτους ὀνομαζομένην παροχέτευσιν
3. ἐργάζεσθαι, μάλιστα μὲν ἐπὶ ῥῖνα περισπῶντα τὸ φερόμενον
4. ἐπ’ αὐτὰ ταύτης δ’ οὐχ ὑπακουούσης, εἰς τὸ στόμα
5. διὰ τῶν ἀποφλεγματιζόντων φαρμάκων, ὥσπερ γε καὶ ἐπὶ
6. τὴν ῥῖνα διὰ τῶν πταρμοὺς κινούντων, ὅσα τε πρὸς τὰς
7. ἐμφράξεις αὐτῶν ἁρμόττει. ὀφθαλμοὺς δὲ τονώσεις τῷ διὰ
8. τοῦ Φρυγίου λίθου χρώμενος ξηρῷ κολλυρίῳ, τοῖς βλεφάροις
9. ἐπάγων τὴν μήλην χωρὶς τοῦ προσάπτεσθαι τοῦ κατὰ τὸν
10. ὀφθαλμὸν ἔνδον ὑμένος. οὕτως γοῦν πράττουσιν ὁσημέραι
11. καὶ αἱ στιμμιζόμεναι γυναῖκες. εἰς δὲ τὴν τῶν ὤτων ῥώμην
12. ἀπόχρη μὲν καὶ τὸ γλαύκιον μόνον, ἀποτριβόμενον ἐπ’
13. ἀκόνης σὺν ὄξει, κᾄπειτα διὰ μήλης ἐκχεόμενον ἀτρέμα
14. χλιαρὸν, ἢ διὰ τούτου δὴ τοῦ συνήθους ὀργάνου, καλουμένου
15. δὲ ὑπὸ πάντων ὠτεγχύτου· κᾀπειδὰν ἤδη σοι δοκῇ
16. τονοῦσθαι καλῶς, ὡς μηδὲν ἐπιῤῥεῖν αὐτοῖς, συνεχῶς ἐνστάζειν
17. τι ναρδίνου μύρου τοῦ ἀρίστου, πρότερον μὲν ἐν
18. Λαοδικείᾳ μόνῃ τῆς Ἀσίας σκευαζομένου καλλίστου, νυνὶ δὲ
1. καὶ κατ’ ἄλλας πόλεις. ἔτι δὲ μᾶλλον τὸ διὰ γλαυκίου
2. καλούμενον κολλύριον ὀνήσει τε καὶ ῥώσει τὰ ὦτα, καὶ τὸ
3. διὰ ῥόδων, καὶ τὸ κροκῶδες, καὶ τὸ νάρδινον, καὶ τὸ δι’
4. οἴνου, καὶ τῶν μύρων τὰ ἐν ῾Ρώμῃ σκευαζόμενα ταῖς πλουσίαις
5. γυναιξὶν, ἃ φουλίατά τε καὶ σπικάτα προσαγορεύουσιν.
6. εἰ δὲ πολὺ συνεχῶς ἐπὶ τὰ ὦτα φέροιτο τὸ ἀπὸ τῆς κεφαλῆς
7. ῥεῦμα, καὶ πύον καὶ ἕλκωσις ἤδη γεγονυῖα τύχοι,
8. τὴν μὲν ἕλκωσιν διά τε τοῦ Ἀνδρωνίου φαρμάκου καὶ
9. τῶν ὁμοίων ἐκθεραπευτέον, ἐν δὲ τῷ ταῦτα πράττειν
10. ἀντισπαστέον ἐπὶ ῥῖνά τε καὶ στόμα, καὶ μετὰ ταῦτα τοῖς
11. εἰρημένοις χρηστέον.

Cliquer un n° de page pour en afficher l’image