Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 6.13, ed. Kühn, 1823, vol. 6, p. 440-443. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:6.13

12. Ὥσπερ δὲ ὑπὸ τῶν ἐκ τῆς κεφαλῆς καταῤῥεόντων
13. βλάπτεται πολλάκις πολλὰ τῶν ὑποκειμένων, οὕτως
14. καὶ δι’ ἧπαρ ἢ νεφροὺς ἢ σπλῆνα νόσοι συμβαίνουσιν
15. ἑτέροις μορίοις ἀσθενεστέροις αὐτῶν. ἐδείχθη
16. γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἕκαστον
17. μόριον ἑλκτικὴν τῶν οἰκείων αὐτοῦ χυμῶν ἔχον δύναμιν,
1. οὕς τ’ ἀλλοιοῦσά τε κᾀξομοιοῦσα εἰς τὴν τροφὴν καταχρῆται,
2. καί τινι πάλιν ἑτέρᾳ δυνάμει τὸ περιττὸν ἀποκρίνειν
3. ἐφιέμενον εἴς τι τῶν πλησίον. ἂν μὲν οὖν αὐτὸ τὸ πεπονθὸς
4. εὔρωστον ἔχῃ τὴν ἕξιν τοῦ σώματος, οὐ δέχεται τὸ
5. πεμπόμενον, ὥστ’ ἐν τῷ πρώτῳ παθόντι μόνον ἐκείνῳ τῷ
6. μορίῳ συνεχῶς πάσχοντα τὸν ἄνθρωπον ἀπέδειξεν· ἐὰν
7. δ’ ἀσθενέστερον ᾖ κατά τι τοῦ πέμποντος, ἐδέξατο μὲν,
8. αὖθις δὲ ὠθεῖ πρός τι καὶ αὐτὸ τῶν ἀσθενεστέρων, κᾀκεῖνο
9. πάλιν εἰς ἄλλο, μέχρις ἂν εἴς τι τῶν οὐδὲν ἐχόντων ἀσθενέστερον
10. ἑαυτῶν κατασκήψῃ τὸ περιττόν. κατὰ τοῦτον μὲν
11. οὖν τὸν λόγον ἄλλῳ μέρει συνεχῶς ἐνοχλεῖται τῶν ἀμελῶς
12. διαιτωμένων· τοῖς δὲ μηδὲν ἀθροίζουσιν περιττὸν ἀβλαβὲς
13. ἀεὶ μένει τὸ ἀσθενές. ἀπόδειξις δὲ τούτου σαφεστάτη
14. τὸ δι’ ἓξ μηνῶν ἢ πλεόνων ἐνίους ἐνοχλεῖσθαι τοῖς ἀσθενέσι
15. μορίοις. εἰ γὰρ αὕτη μόνη ἦν ἀσθένεια, τὴν βλάβην
16. διὰ παντὸς ἂν ἔπασχε τὸ ἄῤῥωστον μόριον, ὡς ἄν γε διαπαντὸς
17. ἔχον ἐν αὑτῷ ἐνυπάρχουσαν τὴν τοῦ πάσχειν αἰτίαν.
1. ἐπεὶ τοίνυν οὐ πάσχει διὰ παντὸς, εὔδηλόν ἐστι, καὶ
2. ἄλλο τι προσέρχεσθαι τὸ συμπληροῦν τοῦ παθήματος αὐτοῦ
3. τὴν γένεσιν, ὅπερ οὐδὲν ἕτερόν ἐστι τοῦ περιττεύοντος
4. ἢ κατὰ τὸ πλῆθος. ἢ κατὰ ποιότητα. καὶ τοῦτό γε αὐτὸ
5. τὸ περιττεῦον ἢ καθ’ ὅλον ἀθροίζεται τὸ σῶμα, καὶ καλοῦσι
6. πληθώραν τὴν τοιαύτην διάθεσιν, ἢ ἔν τινι τῶν κυρίων
7. μὲν, ἀσθενῶν δὲ φύσει μορίων, ὅπερ ἤτοι γε ἐν
8. αὐτῷ μένον, ἢ πρός τι τῶν ἀσθενεστέρων φύσει μορίων
9. ἀποχωροῦν τὴν βλάβην ἐργάζεται. σκεπτέον οὖν ἐστι καὶ
10. διοριστέον αὐτὸ τοῦτο πρῶτον, εἴτε δι’ ἑαυτοῦ συνεχῶς νοσεῖ
11. τὸ μόριον, εἴτε δι’ ἄλλο τι πρότερον αὐτοῦ πάσχον.
12. ἐνίοτε μὲν οὖν ἔξωθεν ἡ βλάβη τοῖς ἀσθενέσι γίνεται μορίοις,
13. ἤτοι ψυχθεῖσιν, ἢ θλασθεῖσιν, ἢ πληγεῖσιν, ἢ κοπωθεῖσιν,
14. ὡς τὰ πολλὰ δὲ ἐπὶ τοῖς διαιτήμασι πλῆθος ἢ
15. κακοχυμίαν ἀθροίζουσι. προσέχειν οὖν χρὴ τῷ μεγέθει τῆς
16. φυσικῆς ἀσθενείας τοῦ μορίου, διορισμῷ χρώμενον τοιῷδε.
17. λεπτότερον χρὴ διαιτῆσαι τὸν ἄνθρωπον, ἢ πρόσθεν, ἅμα
18. τῷ δηλονότι καὶ τὰ προσήκοντα γυμνάσια γυμνάζεσθαι,
1. φυλάττεσθαι δὲ καὶ τὴν ἀπὸ τῶν ἔξωθεν αἰτίων βλάβην·
2. εἶτ’, ἐὰν μὲν ἐπὶ τούτοις μήτ’ ἰσχνὸς γίγνηται, μήτε διοχλῆται
3. τὸ ἄῤῥωστον αὐτοῦ μόριον, ἐπιμένειν τοῖς
4. διαιτήμασιν, ἐὰν δ’ ἤτοι λεπτύνηται πᾶσι τοῖς μέρεσιν, ἢ
5. καί τι πάσχῃ τὸ φαύλως κατεσκευασμένον, ὑπαλλάττειν τὴν
6. τοιαύτην δίαιταν· ἐὰν μὲν πάσχῃ, δυοῖν θάτερον ἐργαζομένους,
7. ἢ τὴν δίαιταν ἐπὶ τὸ λεπτότερον ἄγοντας, ἢ κενώσεσιν
8. ἀραιαῖς χρωμένους. ἐνίοις μὲν οὖν ἦρος εἰσβάλλοντος
9. αὐτάρκης κένωσις μία καθ’ ἕκαστον ἔτος γιγνομένη, τισὶ δ’
10. ἐπὶ τῇδε καὶ δευτέρας φθινοπωρινῆς γίνεται χρεία. πλῆθος
11. μὲν οὖν ἀθροίζοντος τοῦ σώματος, αἵματος ἀφαιρέσει κενοῦν,
12. κακοχυμίαν δὲ διὰ καθαίροντος φαρμάκου τὸν ἐπικρατοῦντα
13. χυμόν. ἐὰν δὲ ἐπὶ τῇ προσηκούσῃ διαίτῃ μηδὲν πάσχῃ τὸ
14. μόριον, ἰσχναίνηται δὲ τὸ σῶμα, τῇ πιττώσει χρηστέον, ὡς
15. ἔμπροσθεν εἴπομεν, εἰς ἀνάθρεψιν ἕξεως λεπτυνούσης.

Cliquer un n° de page pour en afficher l’image