16. Μοχθηροτάτη δὲ σώματός ἐστι καὶ
17. ἡ τοιάδε. σπέρμα πολὺ καὶ θερμὸν ἔνιοι γεννῶσιν, ἐπείγει
1. γὰρ αὐτοὺς εἰς ἀπόκρισιν, αὗ μετὰ τὴν ἔκκρισιν ἔκλυτοί
2. τε γίγνονται τῷ στόματι τῆς κοιλίας, ὃ καὶ αὐτὸ καλεῖται
3. στόμαχος, οὐ μόνον ὑπὸ τῶν ἰατρῶν, ἀλλὰ καὶ ὑπὸ τῶν
4. ἄλλων ἀνθρώπων, ὥσπερ ὑπὸ τῶν παλαιῶν ἐκαλεῖτο καρδία,
5. καὶ τῷ σώματι δὲ παντὶ καταλύονταί τε καὶ ἀσθενεῖς γίγνονται,
6. καὶ ξηροὶ, καὶ λεπτοὶ, καὶ ὠχροὶ, καὶ κοιλοφθαλμιῶντες
7. οἱ οὕτω διακείμενοι. εἰ δὲ ἐκ τοῦ ταῦτα πάσχειν ἐπὶ
8. ταῖς συνουσίαις ἀπέχοιντο μίξεως ἀφροδισίων, δύσφοροι μὲν
9. τὴν κεφαλὴν, δύσφοροι δὲ καὶ τῷ στομάχῳ, καὶ ἀσώδεις.
10. οὐδὲν δὲ μέγα διὰ τῆς ἐγκρατείας ὠφελοῦνται· συμβαίνει
11. γὰρ αὐτοῖς ἐξονειρώττουσι παραπλησίας γίνεσθαι βλάβας,
12. ἃς ἔπασχον ἐπὶ ταῖς συνουσίαις. ὡς δέ τις ἐξ αὐτῶν ἔφη
13. μοι, δακνώδους τε καὶ θερμοῦ πάνυ τοῦ σπέρματος αἰσθάνεσθαι
14. κατὰ τὴν ἀπόκρισιν, οὐ μόνον ἑαυτὸν, ἀλλὰ καὶ
15. τὰς γυναῖκας, αἷς ἂν ὁμιλήσῃ. τούτῳ τοίνυν ἐγὼ συνεβούλευσα,
16. βρωμάτων μὲν ἀπέχεσθαι τῶν γεννητικῶν σπέρματος,
17. προσφέρεσθαι δὲ οὐ βρώματα μόνον, ἀλλὰ καὶ φάρμακα
18. τὰ τούτου σβεστικά· λέλεκται δὲ αὐτῶν ἡ ὕλη κατὰ τὰ
1. περὶ τροφῶν καὶ τὰ τῶν ἁπλῶν φαρμάκων ὑπομνήματα·
2. γυμνάζεσθαι δὲ γυμνάσια τὰ διὰ τῶν ἄνω μορίων μᾶλλον,
3. ὁποῖόν ἐστι τό τε διὰ τῆς σμικρᾶς σφαίρας, καὶ τὸ διὰ
4. τῆς μεγάλης, καὶ τὸ διὰ τῶν ἁλτήρων· μετὰ δὲ τὸ λουτρὸν
5. ὅλην τὴν ὀσφὺν ἀλείφεσθαι τῶν ψυχόντων τινὶ χρισμάτων.
6. ἔστι δὲ τὰ τοιαῦτα τό τε καλούμενον ὠμοτριβὲς καὶ ὀμφάκινον
7. ἔλαιον, ῥόδινόν τε καὶ μήλινον ἐκ τοιούτου γεγονὸς
8. ἐλαίου. συνέθηκα δ’ αὐτὸς ἐνίοις καὶ παχύτερα τῇ συστάσει
9. χρίσματα πρὸς τὸ μὴ ῥᾳδίως ἀποῤῥεῖν. ἡ δὲ σύνθεσις
10. αὐτῶν ἐστι διά τε κηροῦ καί τινος ἄλλου τῶν ψυχόντων γιγνομένη.
11. τὸ πρῶτον δὲ, τὸ καλούμενον ὑπὸ τῶν ἰατρῶν
12. κηρέλαιον, ποιήσας, εἶτ’ ἐν θυίᾳ μαλάξας ταῖς χερσὶν ἱκανῶς
13. ἐπίχει τὸν ψύχοντα χυλὸν ἐπὶ πλεῖστον, ὡς ἑνωθῆναι. τὴν
14. δ’ ὕλην τῶν τοιούτων χυλῶν ἐν τῇ τῶν ἁπλῶν φαρμάκων
15. πραγματείᾳ γεγραμμένην ἔχετε. προχειρότατοι δὲ αὐτῶν
16. εἰσι καὶ ῥᾷστοι πορισθῆναι οἵ τε τῶν ἀειζώων καὶ τοῦ
17. στρύχνου, κοτυληδόνος τε καὶ ψυλλίου, καὶ πολυγόνου,
18. καὶ τριβόλου, καὶ ἀνδράχνης· οὐκ ἀνίησι δὲ αὕτη
1. χυλὸν, ἐὰν μὴ κοπτομένης ἐν ὅλμῳ παρεγχέηταί τις ἄλλου
2. ὑγροῦ, καὶ λεπτοῦ, καὶ ὑδατώδους τῆς συστάσεως, μὴ γλίσχρου
3. καὶ παχέος, ὥσπερ ὁ τῆς ὄμφακός τε καὶ τῶν ῥόδων.
4. ἀλλ’ οὗτοι μὲν ἐν τῷ θέρει, τῶν δ’ ἄλλων πολλοὶ καὶ
5. κατὰ τὰς ἄλλας ὥρας εἰσὶν, ὥσπερ ὁ τῆς θριδακίνης, τῶν
6. ψυχόντων καὶ αὐτὸς ὑπάρχων. ἀλλὰ καὶ τὸ λινόσπερμον
7. ἑψόμενον ἐν ὕδατι ψύχοντα χυλὸν ἐργάζεται. γυμναστῶν
8. δέ τινα τῶν ἀθληταῖς ἐπιστατούντων ἐθεασάμην μολυβδίνην
9. λεπίδα ταῖς ψόαις ὑποβάλλοντα τοῦ ἀθλητοῦ πρὸς τὸ
10. μὴ ἐξονειρώττειν αὐτὸν, καί τινι τῶν οὕτω πασχόντων ἰδιωτῶν
11. ἐδήλωσα, καὶ χάριν ἔγνω τῇ χρήσει τοῦ δηλωθέντος.
12. ἕτερος δέ τις, ἀσθενεστέραν ἔχων τὴν φύσιν τῆς σαρκὸς,
13. οὐκ ἠνέσχετο τῆς τοῦ μολύβδου σκληρότητος, ᾧ συνεβούλευσα,
14. τῶν εἰρημένων ἄρτι βοτανῶν ὑποστρώννυσθαί τινας,
15. ἀναμιγνύναι δὲ αὐταῖς καὶ ἄγνου κλῶνας ἁπαλοὺς καὶ πηγάνου,
16. ᾔσθετό τε παραχρῆμα τῆς ἐξ αὐτῶν ὠφελείας, ὡς
17. χρῆσθαι τοῦ λοιποῦ διαπαντός. ἀλλὰ καὶ συνεχῶς ἐσθίειν
18. τὸ σπέρμα τοῦ ἄγνου συμβουλεύσαντός μου, καὶ τούτου χάριν
1. ᾔδει ἐμοὶ, καθάπερ καὶ τοῦ πηγάνου. τῶν μὲν
2. οὖν τοιούτων ἡ ὕλη κατά τε τὰ τῶν ἁπλῶν φαρμάκων
3. ὑπομνήματα καὶ ἐν τῷ περὶ τῶν τροφῶν δυνάμεως εἴρηται.
4. νυνὶ δ’ ἀναγκαῖον εἶναί μοι δοκεῖ προσθεῖναι τῷ
5. λόγῳ, φυλάττεσθαι τὰ σφοδρῶς ψύχοντα, καθάπερ ὅσα
6. διὰ μήκωνός τε καὶ μανδραγόρου γίνεται χρίσματα. μήτε
7. γὰρ τούτων τι προσφέρειν, μήτε, ὅταν ἀκμάζῃ τὰ φυτὰ, καθάπερ
8. τοῖς προειρημένοις, οὕτω καὶ τούτοις ἔστιν ὑποστρώμασι
9. χρῆσθαι· αἱ γὰρ σφοδραὶ ψύξεις τῶν ἐπιτιθεμένων τοῖς
10. κατὰ τὴν ὀσφὺν χωρίοις ἀδικοῦσι τοὺς νεφρούς. καὶ ῥόδων
11. ἠξίωσά τινα πειραθῆναι, καὶ ὠνήσατο δὲ οὗτος ὑποστρωννὺς
12. αὐτὰ χωρὶς τοῦ βλαβῆναί τι κατὰ τοὺς νεφρούς. ἐπενόησα
13. δέ τι καὶ ἄλλο τοῖς οὕτω διακειμένοις χρήσιμον, ὡς ἐκ τῆς
14. πείρας ἐμαρτυρήθην. ταύτην γὰρ ἀεὶ κριτήριον ἔχειν τῶν
15. ἐπινοηθέντων, καὶ μηδὲν γράφειν ὡς χρήσιμον, ὅτε τις
16. αὐτοῦ οὐκ ἐπειράθη, πλὴν εἰ παραγράφοιτο τοῦτο αὐτὸ,
17. πεπειρᾶσθαι μηδέπω. τί οὖν ἐστιν, ὃ ἔφην ἐπινοήσαντός
1. μου μεγάλης ὠφελείας; φράσω. παραφυλάττειν ἔφην χρῆναι
2. τοὺς τοιαύτῃ κατασκευῇ σώματος ἐνοχλουμένους, ἡνίκα μάλιστα
3. φαίνονται πλῆθος ἠθροικέναι σπέρματος ἀποκρίσεως
4. δεόμενον, ἐν ἡμέρᾳ τινὶ διαιτηθέντας εὐχύμῳ τε καὶ μετρίως,
5. χρῆσθαι μὲν ἐπὶ τῷ δείπνῳ, τρεπομένους εἰς ὕπνον,
6. τῇ συνουσίᾳ· κατὰ δὲ τὴν ἑξῆς ἡμέραν, ὅταν αὐτάρκως ἔχωσιν
7. ὕπνου, διαναστάντας ἀνατρίψασθαι σινδόνι, μέχρις ἂν
8. ἔρευθός τι σχῇ τὸ δέρμα· κᾄπειτά τινι δι’ ἐλαίου τρίψει
9. συμμέτρως χρησαμένους, εἶτα μὴ πολὺ διαλιπόντας, ἄρτον
10. εὔζυμον, κλιβανίτην, καθαρὸν, ἐξ οἴνου κεκραμένου προσενεγκαμένους,
11. οὕτως ἐπὶ τὰς συνήθεις ἔρχεσθαι πράξεις· ἐν
12. τῷ μεταξὺ τῆς τε δι’ ἐλαίου τρίψεως καὶ τῆς δι’ ἄρτου
13. προσφορᾶς, εἰ χωρίον ἔχει τι πλησίον, ἐμπεριπατῆσαι τούτῳ,
14. πλὴν εἰ κρύος εἴη χειμέριον, ἄμεινον γὰρ ἔνδον μένειν τηνικαῦτα.
15. ταύτην μέντοι τὴν διὰ τῆς ἐδωδῆς ῥῶσιν τοῦ στομάχου
16. καὶ γραμματικῷ τινι συνεχῶς ἁλισκομένῳ σπασμοῖς
17. ἐπιληπτικοῖς συνεβούλευσα, καὶ μεγάλως ὤνητο. μάλιστα δὲ
18. αὐτὸν ὠφελῆσαι ἤλπισα, πυθόμενος παρ’ αὐτοῦ, τὸ τῶν
1. σπασμῶν σύμπτωμα τότε περιπίπτειν, ὅταν ἐπὶ πλεῖον ἄσιτος
2. διαμείνῃ, καὶ μᾶλλον ἐπανιέντων μεταξὺ λύπης ἢ
3. θυμοῦ. καὶ μέντοι καὶ τὴν ἕξιν αὐτοῦ τοῦ σώματος ἰσχνὴν
4. ἑώρων, ἐρωτώμενός τε συνεχῶς ἐκχολοῦσθαι τὸν στόμαχον
5. ὡμολόγει. κοινὴν δέ τινα συμβουλὴν ἅπασι τοῖς ταῦτα ἀναγνωσομένοις,
6. ἰδιώταις μὲν τῆς ἰατρικῆς, οὐκ ἀγυμνάστοις δὲ
7. τὸν λογισμὸν, ὑποτίθεμαι τοιῶσδε· μὴ, καθάπερ οἱ πολλοὶ
8. τῶν ἀνθρώπων ὡς ἄλογα ζῶα διαιτῶνται, καὶ αὐτοὺς οὕτως
9. ἔχειν, ἀλλὰ καὶ διὰ τῆς πείρας κρίνειν, τίνα μὲν αὐτοὺς
10. ἐδέσματά τε καὶ πόματα βλάπτει, τίνες δὲ καὶ πόσαι κινήσεις·
11. ὁμοίως δὲ καὶ περὶ χρήσεως ἀφροδισίων ἐπιτηρεῖν, εἴτε ἀβλαβής
12. ἐστιν αὐτοῖς, εἴτε βλαβερὰ, καὶ διὰ πόσων ἡμερῶν χρωμένοις
13. ἀβλαβής τε καὶ βλαβερὰ γίγνεται. καθάπερ γὰρ ἱστόρησα μεγάλως
14. βλαπτομένους ἐνίους, οὕτως ἑτέρους ἀβλαβεῖς διαμένοντας
15. μέχρι γήρως ἐπὶ ταῖς χρήσεσιν αὐτῶν. οὗτοι μὲν οὖν
16. σπάνιοι καθ’ ἑκάτερον τὸ γένος, οἵ τε μεγάλως βλαπτόμενοι
17. καὶ οἱ μηδὲν ἀδικούμενοι· τὸ δὲ μεταξὺ πᾶν ἐν τῷ μᾶλλόν τε
18. καὶ ἧττον εἰς τὸ πολὺ τῶν ἀνθρώπων ἐκτέταται πλῆθος. ὧν
1. τοῖς πεπαιδευμένοις (οὐ γὰρ οἱ τυχόντες γε ταῦτα ἀναγνώσονται)
2. συμβουλεύω παραφυλάττειν, ὑπὸ τίνων ὠφελοῦνται καὶ
3. βλάπτονται· συμβήσεται γὰρ οὕτως αὐτοῖς εἰς ὀλίγα δεῖσθαι
4. τῶν ἰατρῶν, μέχρις ἂν ὑγιαίνωσιν.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 6.14, ed. Kühn, 1823, vol. 6, p. 443-450. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:6.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩