5. Τούτων ἤδη γεγραμμένων, ἀναγνούς
6. τις τῶν ἑταίρων ὅλον τὸ βιβλίον, ἕν τι τῶν πρόσθεν ἀναλειφθέντων,
7. ὕστερον δὲ ῥηθησομένων παραλελεῖφθαί μοι
8. τελέως ἔφη, τὸ διὰ χυλοῦ τῶν μήλων φάρμακον, ἐπιτήδειον
9. εἴς τε τὰς ὀρέξεις τοῖς ἀνορέκτοις καὶ τὰς πέψεις τοῖς μὴ
10. καλῶς πέττουσι, καὶ συνελόντι φάναι, τὴν γαστέρα ῥωμαλεωτέραν
11. ἐργαζόμενον. ἐπαινέσας οὖν αὐτὸν ἀναμνήσαντα,
12. προσθήσω τῷ λόγῳ τὴν σκευασίαν αὐτοῦ, τοιαύτην οὖσαν.
13. τῶν κυδωνίων μήλων τὰ μείζω τε καὶ ἡδίω καὶ ἧττον στρυφνὰ,
14. ἃ στρουθία καλοῦσιν οἱ κατὰ τὴν ἡμετέραν Ἀσίαν
15. Ἕλληνες, ἐκ τούτων τοῦ χυλοῦ λαβόντας ξέστας Ῥωμαϊκοὺς
16. δύο, χρὴ μίξαι μέλιτος ὅτι καλλίστου τὸ ἴσον μέτρον, ὄξους
17. δὲ ξέστην α΄ καὶ ἡμίσειον. καὶ ταῦτα ἐπ’ ἀνθράκων
18. διακεκαυμένων προεψήσαντα μετρίως, καὶ προαφρίσαντα,
1. μίξαι ζιγγιβέρεως ὀγ. γ΄, πεπέρεως δὲ τοῦ λευκοῦ δύο, καὶ
2. οὕτως πάλιν ἐπὶ τῶν ὁμοίως διακεκαυμένων ἀνθράκων ἑψῆσαι
3. μέχρι μελιτώδους συστάσεως, ἐν οἵᾳ καὶ τὰ στομαχικὰ
4. τῶν φαρμάκων σκευάζεται. τοῦτο τὸ φάρμακον ἐν τοῖς ἄτονον
5. ἔχουσι τὸ ἧπαρ ὠφελιμώτατόν ἐστιν. εὔδηλον δὲ, ὅτι
6. μάλιστα μὲν αὐτὸ νήστην ὄντα προσφέρεσθαι χρὴ πλῆθος,
7. ὅσον ἂν ᾖ μύστρου συμμέτρου τῷ μεγέθει. βλάπτει δὲ οὐδὲν,
8. οὐδὲ ἐὰν μετὰ τροφήν τις αὐτὸ λαμβάνῃ. καλῶς δ’ ἂν
9. προσφέροιτο καὶ εἰ προηριστηκώς τις εἴη, εἶτα δειπνεῖν μέλλων
10. προσλάβοι. κάλλιστος δὲ καιρὸς ὁ πρὸ δυοῖν ἢ
11. τριῶν ὡρῶν τῆς τροφῆς. εἰ δὲ στυπτικώτερον αὐτὸ βούλοιο
12. ποιῆσαι, καὶ διὰ τοῦ χυλοῦ τῶν κυδωνίων μήλων σκεύαζε.
13. τοῖς μέντοι δύσκρατον ἔχουσι κατὰ θερμότητα τὴν γαστέρα,
14. καὶ τοῖς ὁπωσοῦν πληρουμένοις χολῆς, ἀφελὼν τό τε ζιγγίβερι
15. καὶ τὸ πέπερι, τὸν χυλὸν τῶν μήλων δίδου, μετ’ ὄξους
16. τε καὶ μέλιτος ἑψήσας μόνον ἐν τῇ προγεγραμμένῃ συμμετρίᾳ.
17. ὅσαι δὲ μέσαι πέρ εἰσι κατὰ τὴν κρᾶσιν γαστέρες,
18. ὡς μήτε χολῶδες ἀθροίζειν περίττωμα, μήτε φλεγματῶδες,
1. ἥμισυ τῆς προειρημένης συμμετρίας τοῦ τε ζιγγιβέρεως καὶ
2. πεπέρεως ἐμβαλεῖν, ὡς εἶναι τοῦ πεπέρεως μὲν ὀγ. α΄, ζιγγιβέρεως
3. δὲ μίαν καὶ ἡμίσειαν. ὅσαι δὲ δυσκρασίαι κατὰ
4. ψυχρότητα, τέτταρας μὲν τοῦ ζιγγιβέρεως οὐγγίας, τοῦ πεπέρεως
5. δὲ τρεῖς, ἢ δύο καὶ ἡμίσειαν. ἔξεστι δέ σοι καὶ
6. κατὰ τὴν μέσην συμμετρίαν σκευάζοντι προσβάλλειν ἐπὶ
7. τῆς χρήσεως τοῦ πεπέρεώς τι. οὕτω μὲν οὖν προνοητέον
8. ἐστὶ τῶν ἐν διαφέρουσι μορίοις τοῦ σώματος ἐναντίας ἐχόντων
9. κράσεις. ὅσοι δὲ καθ’ ἓν ὁτιοῦν, ἤτοι γε ὁμοιομερὲς,
10. ἢ ὀργανικὸν, ἀνώμαλον ἔχουσι κρᾶσιν, ἕτερος ἐπ’ αὐτοῖς
11. εἰρήσεται λόγος.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 6.15, ed. Kühn, 1823, vol. 6, p. 450-452. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:6.15
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩