Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 6.2, ed. Kühn, 1823, vol. 6, p. 384-389. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:6.2

1. Αἱ μοχθηραὶ δὲ τῶν σωμάτων κατασκευαὶ
2. διτταὶ κατὰ γένος εἰσίν· ἔνιαι μὲν γὰρ αὐτῶν ὁμαλῶς, ἔνιαι
3. δὲ ἀνωμάλως ἔχουσι κεκραμένα τὰ στοιχειώδη τε καὶ πρῶτα
4. τοῦ σώματος μόρια, καλούμενα δ’ ὑπ’ Ἀριστοτέλους ὁμοιομερῆ.
5. λέγω δ’ ὁμαλῶς μὲν, ὅταν ἐπί τινα δυσκρασίαν ἐκτραπῇ
6. πάντα ὁμοίως τὰ τοῦ σώματος μόρια, ψυχρότερα τοῦ
7. προσήκοντος ἢ θερμότερα γενόμενα, ἢ ξηρότερα ἢ ὑγρότερα,
8. καὶ κατὰ συζυγίαν τινὰ μὲν ἅμα θερμότερά τε καὶ
9. ξηρότερα, τινὰ δὲ ὑγρότερα καὶ ψυχρότερα γιγνόμενα, καί
10. τινα μὲν ὑγρότερα καὶ θερμότερα, τινὰ δὲ ψυχρότερα καὶ
11. ξηρότερα. καὶ μέντοι καὶ κατὰ τὴν τῶν ὀργανικῶν μορίων
12. σύνθεσιν ἔνια μὲν ὁμαλῶς, ἔνια δὲ ἀνωμάλως σύγκειται.
13. πρῶτον μὲν οὖν ἐρῶ καὶ νῦν, ὁποῖαι κατασκευαὶ σωμάτων
14. εἰσὶν αἱ νοσωδέσταται, καθάπερ καὶ πρόσθεν ἐδήλωσα τὴν
15. ὑγιεινήν. ἀλλ’ αὕτη μὲν μία, τὸ γὰρ ἄριστον ἐν παντὶ
16. γένει πράγματος ἕν ἐστι· τὰ μοχθηρὰ δὲ δηλονότι πάμπολλα.
17. διττὴ δ’ αὐτῶν ἐστιν ἡ γενικὴ διαφορὰ, καθάπερ
18. ἀρτίως εἶπον, ἐνίων μὲν ἐν ὁμοίᾳ δυσκρασίᾳ ἅπαντα
1. ἐχόντων τὰ μόρια, τινῶν δ’ ἐν διαφερούσῃ. τῶν μὲν οὖν
2. ὁμοίαν ἐχόντων δυσκρασίαν εὔδηλον ὡς χείριστά ἐστι τὰ
3. σφοδρὰς ἔχοντα ταύτας, καὶ μάλιστα τὰς ψυχρὰς ἅμα καὶ
4. ξηράς· τῶν δ’ ἀνωμάλους ἐχόντων κατασκευὰς σωμάτων
5. οὐδ’ ἀριθμῆσαι ῥᾴδιόν ἐστι τὰς ὑπαλλάξεις. ἀλλὰ κᾀκεῖνα
6. δ’ ὑπαλλάξειεν ἄν τις διττοῖς εἴδεσιν, ἢ γένεσιν, ἢ ὅπερ
7. ἄν τις ὀνομάζειν ἐθέλοι. νοσωδέστατα μὲν γὰρ αὐτῶν ἐστιν,
8. ὅσα ταῖς ἐναντίαις κράσεσι τὰ κυριώτατα τῶν μορίων ἔχει
9. πλεονεκτούμενα· μετριώτερα δ’, ἐν οἷς οὕτω διάκειται τὰ
10. μὴ κύρια. τεθέαμαι γάρ τινας ἤδη ἔχοντας κοιλίαν μὲν ψυχρὰν,
11. κεφαλὴν δὲ θερμὴν, ὥσπερ ἐνίους ἔμπαλιν ἐπὶ κεφαλῇ
12. ψυχρᾷ θερμὴν κοιλίαν. ἐθεασάμην δὲ κατὰ συμβεβηκὸς,
13. οὐ πρώτως, οὐδὲ κατὰ τὸν ἴδιον λόγον τῆς κράσεως ἐκχολουμένην
14. γαστέρα συνεχῶς, οὐκ οὖσαν φύσει θερμὴν, ὥσπερ γε
15. καὶ ψυχομένην ἑτέραν, καίτοι οὐκ οὖσαν φύσει ψυχράν· οὕτως
16. δὲ καὶ κεφαλὴν, ἧπάρ τε καὶ σπλῆνα, καὶ ἄλλο μόριον ἀπολαῦον
17. ἐνίοτε τῆς ἑτέρας δυσκρασίας, ἤτοι μηδὲν αὐτὸ φύσει βεβλαμμένον
1. εἰς τὴν προσήκουσαν κρᾶσιν, ἢ διακείμενον ἐναντίως
2. αὐτῇ. περὶ πρώτων οὖν ὁ λόγος ἔσται μοι τῶν ὁμαλὴν τὴν
3. δυσκρασίαν ἐχόντων, ἀπὸ τῶν θερμοτέρων ἀρξαμένῳ. λέλεκται
4. δ’ ἐν τοῖς περὶ κράσεων, ἀδύνατον εἶναι διαμένειν ἐπὶ πολὺ
5. δυσκρασίαν τινὰ μίαν, αὐτὴ γὰρ ἑαυτῇ προσκτᾶταί τινα ἐξ
6. ἀνάγκης ἑτέραν. διὸ καὶ τοῖς πλείστοις τῶν ἰατρῶν τέτταρες
7. ἔδοξαν εἷναι μόναι δυσκρασίαι σύνθετοι, τὰς δὲ ἁπλᾶς
8. οὐκ εἶναι· τήν τε γὰρ θερμὴν ἐξικμάζουσαν ἀεὶ τὰς ὑγρότητας
9. ἐπικτᾶσθαι ξηρότητα, τήν τε ψυχρὰν, ἅτε οὐκ ἐκδαπανῶσαν,
10. ὑποτρέφειν ὑγρότητα, κατὰ ταὐτὰ δὲ καὶ τὴν
11. ξηρὰν ἐν μὲν τῷ χρόνῳ τῶν αὐξητικῶν ἡλικιῶν ἑαυτοῦ θερμότερον
12. ἀποφαίνειν τὸ ζῶον, ἐν δὲ τῷ τῶν παρακμαστικῶν
13. ἀποψύχειν· ξηραίνειν μὲν τὰ στερεὰ μόρια τοῦ σώματος,
14. ἀθροίζειν δὲ περιττωμάτων πλῆθος· ὥσπερ γε καὶ τὴν
15. ὑγρὰν, ἢν ἅμα τῷ θερμοτάτῳ συμμέτρῳ συστῇ, γίνεσθαί
16. ποτε κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις εὔκρατον. ἀμφοτέρας
17. δ’ ἀντιθέσεις δηλονότι λέγω τὴν κατὰ τὸ θερμὸν καὶ
1. ψυχρὸν καὶ τὴν κατὰ τὸ ξηρὸν καὶ ὑγρόν. ἔσται δ’ εὔκρατος
2. ἡ τοιαύτη κατὰ τὸν τῆς ἀκμῆς καιρὸν, οὐχ ἥκιστα
3. δὲ κᾀν τῷ κατὰ τὴν παρακμὴν, ὡς ἐκείνοις πρέπει. τὴν
4. μὲν γὰρ ἀρίστην κρᾶσιν ἴσχει τὸ σῶμα κατὰ τὴν τῶν μειρακίων
5. ἡλικίαν, αἱ δ’ ἄλλαι πᾶσαι χείρους ταύτης εἰσὶν, ὡς
6. ἐδείχθη. καὶ μέντοι καὶ τοῦτ’ ἀναμεμνήσθω, ἕν τι ὂν αὐτὸ
7. τῶν εἰρημένων. διττῶν γὰρ οὐσῶν ἐνεργειῶν κατὰ τὰ ζῶα,
8. τὰς μὲν σωματικὰς οἱ παῖδες ἀρίστας ἔχουσι, τὰς δὲ ψυχικὰς
9. ἡ μετὰ τοὺς παῖδας ἡλικία μέχρι τῆς παρακμαστικῆς.
10. οὐκ ἔστι δὲ καὶ ἐτῶν ἀριθμῷ περιορίσαι ταύτας, καθάπερ
11. ἔνιοι πεποιήκασι, πλὴν ἢ κατὰ πλάτος. ἡβάσκειν οὖν ἄρχονταί
12. τινες ἅμα τῷ πληρῶσαι τὸ τεσσαρεσκαιδέκατον ἔτος, ἔνιοι δὲ
13. μετ’ ἐνιαυτὸν, ἢ καὶ πλείονα χρόνον· ἀρχήν τε τῆς παρακμῆς
14. ἴσχουσιν, ἔνιοι μὲν εὐθέως μετὰ τὸ τριακοστὸν ἔτος, ἔνιοι δὲ
15. μετὰ τὸ τριακοστὸν πέμπτον. τὴν μὲν οὖν ἰσχὺν ἅπαντες ἄνθρωποι
16. καθαιροῦνται μετὰ τὴν ἀκμαστικὴν ἡλικίαν, οὐ μὴν
17. τήν γε ὑγίειαν ἀπολλύουσιν, ἀλλ’ ἧττον μὲν ἐπαινετὴν ἔχουσιν
1. ἢ πρόσθεν, ἔχουσι δ’ ὅμως οὐ μόνον ἄχρι γήρως ἀρχῆς,
2. ἀλλὰ καὶ κατ’ αὐτὸ τὸ γῆρας ὅλον, ὃ δὴ δοκεῖ τισιν εἶναι
3. νόσημα φυσικὸν, ὁπόταν μήτ’ ὀδυνῶνταί τι, μήτε τινὰ τῶν
4. ἐνεργειῶν, αἷς εἰς τὰς κατὰ τὸν βίον πράξεις χρώμεθα,
5. τελέως ἀπολέσωσιν, ἢ μὴ παντάπασιν ἄῤῥωστον ἔχωσιν,
6. ὑγιαίνουσιν ὑγίειαν οὖσαν οἰκείαν γήρᾳ. μεμνῆσθαι
7. γὰρ δεῖ που καὶ τῶν περὶ τῆς ὑγιείας ἀποδεδειγμένων, ὡς
8. πάμπολυ τὸ πλάτος αὐτῆς ἐστιν. εἰ δὲ καὶ τρίτη τίς ἐστι
9. διάθεσις σώματος, ἣν οἱ περὶ τὸν Ἡρόφιλον οὐδετέραν ὀνομάζουσι,
10. τὴν τοῖς ἐκ πυρετῶν χαλεπῶν διασωθεῖσιν ὑπάρχουσαν
11. κατὰ τὸν τῆς ἀναλήψεως χρόνον, καὶ τῇ τοῦ γήρως
12. ἡλικίᾳ, τὸ μὲν ἔξω νόσου τοῖς γέρουσιν εἶναι πάντως
13. ὑπάρξει, τὸ δὲ τὰς ἐνεργείας ἰσχυρὰς ἔχειν ὁμοίως τοῖς
14. ἀκμάζουσιν οὐχ ὑπάρχει. ἀλλ’ ἐὰν, εἰς ὅσον γέροντι χρεία
15. βλέπειν τε καὶ ἀκούειν καὶ βαδίζειν καὶ τἄλλα πράττειν
16. δύνασθαι, μηδὲν ἐλλίπῃ τὸ σῶμα, καὶ τοῦτ’ ἄν τις
17. εἰκότως ὀνομάζοι γέροντος ὑγίειαν, ὅλον τοῦτο λέγων
18. ὑγίειαν γέροντος, οὐχ ἁπλῶς ὑγίειαν. ἐκείνη μὲν
1. γὰρ ἄμεμπτός ἐστι τὴν διὰ τῶν ἐνεργειῶν ἀρετὴν,
2. μεμπτὴ δ’ ἡ τῶν γερόντων· ἔχουσα γὰρ ἁπάσας τὰς ἐνεργείας
3. οὐδεμίαν ἐῤῥωμένην ἔχει. καὶ δὴ καὶ τὸ γηροκομικὸν
4. ὀνομαζόμενον μέρος τῆς ἰατρικῆς σκοπὸν ἔχει τὴν
5. γεροντικὴν ὑγείαν εἰς ὅσον οἷόν τε διαφυλάττειν. ὅσα δὲ
6. σώματα νοσώδη κατασκευὴν ἔσχηκεν εὐθὺς ἐν τῇ πρώτῃ
7. γενέσει, ταῦτα τὴν ἀρχὴν μὲν οὐδ’ ἀφικνεῖταί ποτε εἰς
8. τὸ γῆρας, εἰ δ’ ἀφίκοιτο, πάντα ἕν γέ τι νόσημα χρόνιον
9. ἴσχει. προὐθέμεθα δ’ ἐν τῷ νῦν λόγῳ περὶ τῶν μοχθηρὰν
10. ἐχόντων κατασκευὴν διελθεῖν, σκοποῦντες, ὅπως ἄν τις
11. αὐτὰ φυλάττοι κατὰ τὸ πλεῖστον ὑγιαίνοντα.

Cliquer un n° de page pour en afficher l’image