12. Τὴν ἀρχὴν οὖν ἀπὸ τῶν ὁμαλὴν τὴν δυσκρασίαν
13. ἐν ἅπασι τοῖς μέρεσι τοῦ σώματος ἐχόντων ποιησάμενοι
14. λέγωμεν ἤδη περὶ τῆς θερμοτέρας κράσεως, οὐ μὴν
15. ἐν τῇ καθ’ ὑγρότητα καὶ ξηρότητα συμμετρίᾳ μεμπτῆς.
16. εὐθὺς μὲν οὖν ἀπ’ ἀρχῆς ἡ τοιαύτη φύσις τοῦ σώματος
17. ὑγιεινοτέρα φαίνεται τῆς κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις
18. δυσκράτου· λέγω δ’ ἀμφοτέρας, τῆς τε κατὰ θερμότητα
1. καὶ ψυχρότητα, καὶ τῆς καθ’ ὑγρότητα καὶ ξηρότητα. καὶ
2. τούς τε ὀδόντας φύσει θᾶττον, καὶ φθέγξεται διηρθρωμένην
3. φωνὴν, καὶ βαδιεῖται θᾶττον, αὐξήσεταί τε κατὰ τὴν ἀναλογίαν
4. ἑκάστοτε τῶν ἐτῶν. ἐπειδὰν δὲ τὴν τῶν μειρακίων
5. ἡλικίαν διεξέλθῃ, τὸ μεταξὺ πᾶν ἄχρι τῆς παρακμῆς σαφῶς
6. πλέον ἤδη φανεῖται θερμὸν, ὡς τοῖς ἀπὸ ξανθῆς χολῆς
7. νοσήμασί τε καὶ συμπτώμασιν εὐάλωτον ὑπάρχειν. ἡ γὰρ
8. τοι πολλὴ θερμότης ἐκδαπανῶσα τὴν ὑγρότητα ξηροτέραν
9. ἐργάζεται τὴν κρᾶσιν. οὔσης δὲ καὶ τῆς τῶν ἀκμαζόντων
10. ἡλικίας θερμῆς, ἡ συζυγία τῆς κράσεως αὐτῶν ἔσται θερμή
11. τε ἅμα καὶ ξηρά· χολὴ δὲ ἐν ταῖς τοιαύταις κράσεσιν ἡ
12. ὠχρά τε καὶ ξανθὴ καλουμένη πλεονάζει. τοὺς οὖν οὕτως
13. πεφυκότας ἄχρι μὲν τῆς τῶν μειρακίων ἡλικίας ὁμοίως χρὴ
14. τοῖς ἄριστα πεφυκόσι διαιτᾷν, ὑπὲρ ὧν εἴρηται κατὰ τὸν
15. ἔμπροσθεν λόγον· ἐπειδὰν δὲ τέλειον αὐτῶν ᾖ τὸ σῶμα, διασκέψασθαι
16. προσήκει, πότερον ὑπέρχεται τὸ περιττὸν τῆς χολῆς
17. αὐτοῖς ἅμα τοῖς διαχωρήμασιν, ἢ πρὸς τὴν ἄνω κοιλίαν
18. ὁρμᾷ. κάτω μὲν ὑπιόντος αὐτοῦ, πρόδηλον, ὡς χρὴ
1. οὐδὲν περιεργάζεσθαι, πρὸς δὲ τὴν ἄνω γαστέρα φερομένου,
2. δι’ ἐμέτων ἐκκενοῦν, μακρὰν χαίρειν εἰπόντας ἐκείνοις
3. τῶν φιλοσόφων, ὅσοι κωλύουσι μετὰ τὰ γυμνάσια πρὸ τῆς
4. τροφῆς ἀφ’ ὕδατος χλιαροῦ ἐμεῖν. οἴνῳ γὰρ οὐδ’ ἐγὼ
5. συμβουλεύω τηνικαῦτα χρῆσθαι, πλὴν εἰ δυσχερῶς ἐμοῖεν
6. ἀφ’ ὕδατος. εἰσὶ γάρ τινες καὶ τοιαῦται φύσεις σωμάτων,
7. αἷς συγχωρητέον οἴνου γλυκέος προσφέρεσθαι, εἰ προπίονται
8. αὐτοῦ τὸ ὕδωρ. ἔτι δὲ καὶ μᾶλλον, ὅταν ἡ κρᾶσις ἐξ
9. ἀρχῆς ᾖ θερμοτέρα τε καὶ ξηροτέρα, πρὸς τοὺς ἐμέτους ἔρχεσθαι·
10. καὶ γὰρ καὶ μᾶλλόν εἰσιν οὗτοι χολώδεις ἐπὶ τῆς
11. ἀκμαστικῆς ἡλικίας. καὶ δὴ καὶ γυμνάζεσθαι βέλτιον αὐτοὺς,
12. οὐκ ὀξὺ καὶ σύντονον γυμνάσιον, ἀλλὰ σχολαιότερόν
13. τε καὶ μαλακώτερον· εἰσὶ γὰρ δὴ καὶ ἰσχνότεροι πάντες οἱ
14. τοιοῦτοι. συμπεφώνηται δὲ τοῖς γυμνασταῖς ἅπασι, λεπτύνειν
15. μὲν τὰ ὀξέα γυμνάσια, σαρκοῦν δὲ τὰ βραδέα. τινὲς
16. δὲ καὶ τῶν σφόδρα θερμῶν τὴν κρᾶσιν οὐδ’ ὅλως χρῄζουσι
17. γυμνασίων, ἀλλ’ ἀρκεῖ περίπατός τε καὶ λουτρὸν αὐτοῖς,
1. ἀνατριψαμένοις ἐλαίῳ μαλακαῖς τρίψεσι. δριμὺ γὰρ καὶ
2. θερμὸν καὶ δακνῶδες τὸ διαπνεόμενον ἀπ’ αὐτῶν ἐστιν, οὐκ
3. ἀτμῶδες οὐδ’ ἡδὺ καὶ ἄδηκτον. οὗτοι δὲ καὶ τοῖς μετὰ
4. τροφὴν χαίρουσι λουτροῖς. καὶ τινες αὐτῶν ἄπιστον ὅπως
5. ἐπαχύνθησαν ἐπὶ τῇ τοιαύτῃ διαίτῃ. παλαιὸς δὲ οἶνος
6. ἐναντίος αὐτοῖς ἐστι, οἰκεῖος δὲ ὁ λευκὸς καὶ λεπτός. ἐπιβλέπειν
7. δὲ ἐπὶ πάντων τῶν μετὰ τροφὴν λουομένων, μή
8. πως κατὰ τὸ δεξιὸν ὑποχόνδριον, ἔνθα κεῖται τὸ ἧπαρ,
9. αἰσθάνονταί τινος ἀλγήματος, ἢ βάρους, ἢ τάσεως. αἱ γὰρ
10. τοιαῦται κατασκευαὶ τῶν σωμάτων ἡπατικαῖς ἁλίσκονται
11. νόσοις, ἐὰν ἐδηδοκότες λούωνται. κᾂν αἴσθωνται δέ ποτε
12. τοιούτου τινὸς συμπτώματος, αὐτίκα διδόναι τι τῶν ἐκφραττόντων
13. τὸ ἧπαρ, ἀπέχειν τε καὶ τῶν παχυχύμων ἐδεσμάτων,
14. καὶ μάλιστα ὅσα γλίσχρα. λέγεται δὲ περὶ αὐτῶν ἐπὶ
15. πλέον ἐν τοῖς τρισὶν ὑπομνήμασιν, ἃ περὶ τῶν ἐν ταῖς
16. τροφαῖς δυνάμεων ἔγραψα, καὶ τῷ περὶ τῆς εὐχυμίας τε
17. καὶ κακοχυμίας, ἔτι τε κᾀν τῷ τῆς λεπτυνούσης διαίτης.
1. καὶ γὰρ οὖν καὶ χρῆσθαι ἐν τοῖς ἀλγήμασι τοῖς καθ’ ἧπαρ
2. ἀναγκαῖόν ἐστι λεπτυνούσῃ διαίτῃ, μέχρι περ ἂν αὐτοῖς
3. ἀνώδυνόν τε καὶ κοῦφον γένηταί πως τὸ δεξιὸν ὑποχόνδριον.
4. ἀγαθὸν δὲ καὶ τῆς κόμης τοῦ ἀψινθίου τὸ ὑπόβρεγμα προσφέρεσθαι,
5. καὶ τὸ διὰ ταύτης τε καὶ ἀνίσου καὶ πικρῶν
6. ἀμυγδάλων συντιθέμενον, ὃ δι’ ὀξυμέλιτος ἄμεινον πίνειν
7. ἐν τῷ μέσῳ χρόνῳ τῆς τε ἐκ τῶν ὕπνων ἀναστάσεως καὶ
8. τοῦ λουτροῦ. προκατειργασμένων τε γὰρ τῶν ἀναδεδομένων
9. εἰς ἧπαρ ἐκ τῆς γαστρὸς ἄμεινον προσφέρεσθαι τὰ τοιαῦτα,
10. τῇ τε ἐξ αὐτῶν ἐνεργείᾳ χρόνον τινὰ δίδοσθαι πρὸ τῆς
11. τῶν σιτίων προσφορᾶς. ἀγαθὸν δὲ καὶ τὸ διὰ τῆς καλαμίνθου
12. φάρμακον, οὗ τὴν σύνθεσιν ἐν τῷ δ΄ τῶν ὑπομνημάτων
13. ἔγραψα. ἀλλ’ ἐπί γε τῶν χολωδῶν κράσεων φυλάττεσθαι
14. προσήκει τὴν συνεχῆ τοῦδε χρῆσιν. καὶ μέντοι καὶ
15. ὁπότε τις αὐτῶν χρῆται αὐτῷ τῆς καθ’ ἧπαρ ἐμφράξεως
16. ἕνεκεν, ἄμεινον δι’ ὀξυμέλιτος πίνεσθαι. τὸ δὲ τῶν τροφῶν
17. εἶδος, εἰ μὲν ὑπαλλάττειν ἐπὶ τὸ βέλτιον ἐθέλεις τὴν
18. κρᾶσιν τῶν οὕτως ἐχόντων, ἐναντίον ἔστω τῇ δυσκρασίᾳ.
1. κατὰ βραχὺ δὲ γίνεται τοῦτο χωρὶς βλάβης, ἐπιστατοῦντος
2. μὲν ἰατροῦ, σχολὴν δ’ ἄγοντος αὐτῷ τοῦ βοηθουμένου τοσαύτην,
3. ὡς ἅπαντα ποιεῖν ἐν τῷ προσήκοντι καιρῷ. πράττοντι
4. δὲ ἀνθρώπῳ τὰ πολιτικὰ καὶ πολλαῖς ἀσχολίαις δουλεύοντι
5. κάλλιόν ἐστι μηδ’ ἐπιχειρεῖν ὑπαλλάττειν τὴν κρᾶσιν,
6. ἀλλὰ τὰς οἰκείας τροφὰς αὐτῷ δοτέον. οἰκεῖαι δ’ εἰσὶν
7. αἱ μὲν ὑγραὶ ταῖς ὑγραῖς, αἱ δὲ ξηραὶ ταῖς ξηραῖς.
8. ἡ γάρ τοι θρέψις ὁμοιουμένου γίνεται τοῦ θρέψοντος ἐδέσματος
9. τῷ τρεφομένῳ σώματι· θᾶττον δὲ ὁμοιοῦται τὰ
10. μὲν ξηρὰ ταῖς ξηραῖς, τὰ δ’ ὑγρὰ ταῖς ὑγραῖς. ἐπὶ δὲ τῶν
11. ὁμαλὴν τὴν κρᾶσιν ἐχόντων, ὅσον περ ἂν ἥδιον ᾖ τὸ βρῶμα,
12. τοσοῦτον τροφιμώτερον γίγνεται· τῶν δ’ ἀνώμαλον ἐχόντων
13. τὴν κρᾶσιν σωμάτων, ὡς ἄλλην μὲν εἶναι τὴν τοῦ ἥπατος,
14. ἄλλην δὲ τὴν τῆς γαστρὸς, ἤ τινος τῶν καθ’ ἧπαρ, ἕτερον
15. μὲν ἐστι τὸ κατὰ τὴν προσφορὰν ἡδὺ, ἕτερον δὲ τὸ καθ’ ἕκαστον
16. μόριον οἰκεῖον. ἐπεὶ δὲ καὶ τὸ καθ’ ἕκαστον μόριον οἰκεῖον
17. ἐδείχθη διττὸν, ἕτερον μὲν τὸ κατὰ τὰς ἁπλᾶς ποιότητας,
1. ἕτερον δὲ τὸ κατὰ τὴν ὅλην οὐσίαν, ἡ μὲν οὖν κατὰ τὰς
2. ἁπλᾶς ποιότητας οἰκειοτάτη ὁποία τίς ἐστιν, ὀλίγῳ πρόσθεν
3. εἴρηται, μεταβάλλειν τε αὐτὴν βουλομένοις ἐπὶ σχολῆς,
4. ὑπηρετεῖν τε ἀναγκαζομένοις ἐν ἀσχολίᾳ, ἡ δὲ κατὰ
5. τὴν ὅλην οὐσίαν τῇ πείρᾳ μόνῃ· γινώσκεται. μεγίστην οὖν
6. δύναμιν εἰς τὴν τῶν ἐσθιομένων τε καὶ πινομένων κατεργασίαν,
7. οὐ κατὰ τὴν γαστέρα μόνον, ἀλλὰ καὶ κατὰ
8. σύμπαν τὸ σῶμα, ἡ κατὰ τὴν ὅλην οὐσίαν οἰκειότης ἔχει,
9. δι’ ἥν αἱ τροφαὶ τοῖς ζώοις ὑπηλλαγμέναι τε καὶ πολὺ διαφέρουσαι
10. ταῖς ἰδέαις εἰσὶν, οὐδὲν ὅμοιον ἐχούσης τῆς ἐκ
11. τῶν ἀχύρων τε καὶ πόας τῇ ἐξ ὀστῶν τε καὶ σαρκῶν, ἢ
12. τῆς ἐξ ἄρτων τῇ ἐκ κωνίου τε καὶ ἑλλεβόρου· καὶ γὰρ
13. ταῦτα ζώοις τισίν εἰσι τροφαί. γίνονται δὲ καὶ κατὰ τὴν
14. ποιότητα οἰκειότητες, εἰ μὲν φυλάττειν ἐθέλοις τὰς κράσεις,
15. ταῖς μὲν ὑγραῖς τῶν ὑγραινόντων ἐδεσμάτων ἁρμοττόντων,
16. ταῖς δὲ ξηραῖς τῶν ξηραινόντων, εἰ δὲ ὑπαλλάττειν,
17. τῶν ἐναντίων. ἐπὶ δὲ τῆς κατὰ τὸ θερμὸν καὶ ψυχρὸν
1. εἰς δυσκρασίαν ἐκτροπῆς ἡ τῶν ἐναντίων προσφορὰ διαπαντὸς
2. ἁρμόττει. δραστικώταται γάρ εἰσι καὶ, ὡς ἂν εἴποι
3. τις, δυναστικώτεραι τῶν καθ’ ὑγρότητα καὶ ξηρότητα δυσκρασιῶν
4. αἱ τοιαῦται· ῥᾳδίως γοῦν ὑπὸ τῶν ὁμοίων τροφῶν
5. εἰς νοσώδη δυσκρασίαν ἀφικνοῦνται. ξηρότερον δ’ ἐργασάμενος
6. ὁτιοῦν τῶν μορίων οὐδέν τι βλάψεις σαφὲς, ὥσπερ
7. οὐδ’ εἰ φυλάττοις ὑγρότερον. ἐναργέστερον δέ σοι τεκμήριον
8. καὶ αἱ ἡλικίαι γινέσθωσαν, αἱ μὲν ἀπὸ τῆς πρώτης γενέσεως
9. ἄχρι τῶν μειρακίων ὑγροτάτην ἔχουσαι τὴν σάρκα,
10. ξηρὰν δὲ ἱκανῶς αἱ πρεσβυτικαί. μεμνῆσθαι δ’ ἐν τοῖς
11. τοιούτοις λόγοις χρὴ τῶν εἰρημένων ἐν τοῖς περὶ κράσεων,
12. ὅπως μή τις ὑπολάβῃ, τοὺς ὑπὸ περιττῶν ὑγρῶν βαρυνομένους
13. ὑγροὺς γίνεσθαι τὴν κρᾶσιν, ὃ καὶ τοὺς οἰηθέντας,
14. ὑγρὸν καὶ ψυχρὸν εἶναι τὸ γῆρας, ἐξηπάτησεν. οὐ γὰρ αὐτὰ
15. τὰ μόρια τοῖς γέρουσιν ὑγρότερα ταῖς κράσεσίν ἐστιν, ἀλλὰ
16. αἱ μεταξὺ τῶν σωμάτων χῶραι τῆς περιττῆς ὑγρότητος
17. ἐμπίπλανται γερόντων τε καὶ νοσούντων νόσους ὑγράς.
1. ὁποῖον δέ τι τὸ ξηρὸν νόσημά ἐστιν, ἐπιστημονικὴν ἕξει
2. γνῶσιν τὸ γεγραμμένον μοι περὶ μαρασμοῦ βιβλίον ἐπιμελῶς
3. ἀναγνοὺς, οὐχ ἅπαξ ἢ δὶς, οὐδὲ παρατρέχων, ἀλλ’
4. ἐφιστὰς καὶ προσέχων τὸν νοῦν ἑκάστῳ τῶν λεγομένων.
5. προγεγυμνάσθαι δὲ χρὴ τὸν μέλλοντα καλῶς ἀναλέξασθαι
6. ταῦτα τῷ δευτέρῳ περὶ κράσεων ὑπομνήματι, καθ’ ὃ δέδεικται
7. τοῦ γέροντος ἡ κρᾶσις ξηρά. τὸ δὲ προκείμενον ἐν
8. τῷ νῦν λόγῳ σῶμα θερμότερον τοῦ δέοντος, ἐὰν μὲν ἐν
9. τῇ πρώτῃ συστάσει μέσον ὑγρότητός τε καὶ ξηρότητος ᾖ,
10. πάντως τοῦτο κατὰ τὴν ἀκμαστικὴν ἡλικίαν γίνεται ξηρὸν,
11. ἔτι δὲ μᾶλλόν τε καὶ θᾶττον, εἰ καὶ φύσει ξηρότερον εἴη.
12. καὶ δὴ καὶ γηράσει τοῦτο θᾶττον, ὅσῳ καὶ θᾶττον εἰς
13. ἀκμὴν ἀφίκοιτο. πάντων γὰρ ἐν τῇ παρακμῇ ξηραινομένων,
14. εὔλογόν ἐστι τὸ φύσει ξηρότερον εἰς τὴν τῆς γεροντικῆς
15. ἀμετρίας ξηρότητα ἀφικνεῖσθαι θᾶττον. δέονται τοίνυν
16. οὗτοι μάλιστα κατὰ τὴν ἀκμαστικὴν ἡλικίαν ὑγρᾶς
17. διαίτης, ἧς τὸν τύπον ἄρτι ὑπέγραψα, διά τε τῶν ὑγραινόντων
1. ἐδεσμάτων καὶ λουτρῶν, ἀποχῆς τε καὶ γυμνασίων
2. συντόνων καὶ πολλῶν γινομένης, ὥστε θέρους ὥρᾳ καὶ
3. θᾶττον λούεσθαι, καὶ μετὰ τροφὴν αὖθις τὸ δεύτερον.
4. ὀνίνησι τούτους καὶ ἡ τοῦ ψυχροῦ πόσις. ἐναντιώτατα δὲ
5. ταῖς ξηραῖς κράσεσίν εἰσιν ἀφροδίσια. φείδεσθαι δὲ χρὴ καὶ
6. μάλιστα αὐτοὺς ἐγκαύσεων, καὶ κόπων, καὶ φροντίδων,
7. καὶ ἀγρυπνιῶν, καὶ κινήσεων ἁπασῶν ὀξειῶν. καὶ οἱ θυμοὶ
8. δὲ μάλιστα τὰς χολώδεις φύσεις ἐκπυροῦντες ὀξεῖς γεννῶσι
9. πυρετούς. ἅπερ οὖν ἐπῄνηται διαιτήματα τοῖς θερμοῖς
10. τὴν κρᾶσιν ἐπὶ τῆς ἀκμῆς καὶ σύμμετρον ἐξ ἀρχῆς
11. ἔχουσιν ὑγρότητα, ταῦτα μᾶλλον ἁρμόττει τοῖς φύσει θερμοῖς
12. καὶ ξηροῖς. εὔδηλον δ’, ὅτι τὴν ποσότητα τῆς ὑπεροχῆς
13. τοῦ κρατοῦντος στοιχείου σκεπτέον ἐστὶν ἐν τοῖς μάλιστα.
14. τοσοῦτον γὰρ ἐπιτείνειν τε καὶ ἐκλύειν ἢ αὐξάνειν
15. χρὴ τὸ τῆς διαίτης εἶδος, ὅσον ὑπὲρ τὸ κατὰ φύσιν ηὔξηταί
16. τε καὶ μεμείωται τὰ τῆς κράσεως στοιχεῖα. διὸ καὶ τοὺς
17. ὑγροτέρους τε καὶ τοὺς φύσει θερμοτέρους, εἰ μὲν ὑπαλλάττειν
18. αὐτῶν ἐθέλοις τὴν κρᾶσιν ἐπὶ τὸ ξηρότερόν τε καὶ
1. ψυχρότερον εἶδος, χρὴ διὰ τῆς ἐναντίας διαίτης ἄγειν, εἰ
2. δὲ φυλάττειν, διὰ τῶν ὁμοίων. αἱ δὲ τοιαῦται φύσεις ἐν
3. τῇ τῶν παίδων ἡλικίᾳ ῥευματικοῖς τε καὶ πληθωρικοῖς ἁλίσκονται
4. νοσήμασι, καὶ πρὸς τούτοις γε σηπεδονώδεσι.
5. δέονται τοίνυν γυμνασίων πλεόνων, ἀκριβοῦς τε τῆς ἐν τῇ
6. γαστρὶ πέψεως· ὅσα γὰρ ἐν ταύτῃ διαφθείρεται, νοσημάτων
7. σηπεδονωδῶν ὑπόθεσις γίνεται παντὶ τῷ σώματι. διὸ
8. καὶ πρὸ τροφῆς δὶς καὶ τρὶς οὗτοι λουόμενοι, καὶ τοῖς
9. αὐτοφυέσι θερμοῖς ὕδασιν οὗτοι χρώμενοί, μάλιστα ὠφελοῦνται.
10. σκοπὸς γὰρ ἐπ’ αὐτῶν ἐστιν αὐτὰ μὲν τὰ μόρια τοῦ
11. ζώου φυλάττειν ὑγρὰ, κοινὸν ὂν τοῦτο πάσης κράσεως, εἴ
12. γε καὶ τοὐναντίον αὐτῆς θᾶττον ἐπὶ τὸ γῆρας ἄγει τὰ σώματα
13. τῶν ζώων ἁπάντων, αὐτό τε τὸ θνητὸν εἶναι τὸ γεννητὸν
14. σῶμα τὴν αἰτίαν ἔχει· ὡς, εἴγε δυνατὸν ἦν ἀεὶ
15. διαφυλάττειν ὑγρὰν τὴν κρᾶσιν τοῦ σώματος, ὁ τοῦ σοφιστοῦ
16. λόγος, ὃν ἐν ἀρχῇ διῆλθον, ἀθάνατον ἐπαγγελλόμενος
17. ποιήσειν τὸν αὐτῷ πειθόμενον, ἀληθὴς ἦν. ἀλλ’ ἐπεὶ
18. τὴν φυσικὴν ὁδὸν τὴν ἐπὶ τὸ ξηραίνεσθαι τὸ σῶμα φυγεῖν
1. οὐκ ἔστιν, ὡς ἐδείχθη, διὰ τοῦτο γηρᾷν ἀναγκαῖον ἡμῖν
2. ἐστι καὶ φθείρεσθαι, πολυχρονιώτατος δ’ ἂν ὁ ἥκιστα ξηραινόμενος
3. γένοιτο. τῆς δ’ ὑγρᾶς διαίτης περιττώματά τε
4. καὶ πλῆθος χυμῶν γεννώσης, χαλεπὸν γίνεται κρατῆσαι τῆς
5. συμμετρίας, ὡς μήτε νόσοις ἁλίσκεσθαι, μήτε ταχέως γηρᾷν.
6. ὅσον δ’ αὖ ἐπὶ τῇ κράσει, πολυχρονιώτατοι πάντων εἰσὶν οἱ
7. ὑγρότατοι, καὶ μέντοι καὶ ὑγιαίνουσιν, ἐπειδὰν κρατυνθῇ
8. τὸ σῶμα, τῶν ἄλλων μᾶλλον, ὥσπερ καὶ ἰσχυρότεροι μέχρι
9. γήρως ἐσχάτου τῶν τὴν αὐτὴν ἡλικίαν ἐχόντων εἰσί. καὶ
10. κατὰ τοῦτο ἐπῄνηται σχεδὸν ὑπὸ πάντων ἰατρῶν τε καὶ
11. φιλοσόφων, ὅσοι τὰ στοιχεῖα τοῦ σώματος ἀκριβῶς ἔγνωσαν,
12. ἡ κρᾶσις αὕτη· καὶ μέντοι καὶ διὰ τοῦτο μόνη τισὶν ἔδοξε
13. κατὰ φύσιν εἶναι. κρείττων γὰρ ἐν τῷ χρόνῳ τῶν ἄλλων
14. γίγνεται, τό γε κατ’ ἀρχὰς οὖσα χείρων. ὥστε καὶ τὸν ἐπιστατοῦντα
15. τῷ τοιούτῳ σώματι τῶν ἀποῤῥοιῶν αὐτοῦ προνοεῖσθαι
16. χρὴ διά τε γυμνασίων, ὡς ἔφην, καὶ λουτρῶν
1. πρὸ τροφῆς πλεόνων, ἐκκρίσεώς τε τῶν δι’ οὔρων καὶ γαστρὸς
2. γιγνομένων. οὐδὲν δὲ κωλύει καὶ ἀποφλεγματισμοῖς ποτε
3. χρῆσθαι καὶ καθάρσεσιν, εὐχύμοις τε πρὸ πάντων ἐδέσμασιν,
4. οἴνων τε πόσει τῶν οὔρησιν κινούντων.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 6.3, ed. Kühn, 1823, vol. 6, p. 389-401. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:6.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩