5. Περὶ μὲν οὖν τῶν θερμῶν κράσεων αὐτάρκως
6. εἴρηται· περὶ δὲ τῶν ψυχρῶν ἐφεξῆς ἂν εἴη λεκτέον.
7. εἰσὶ δὲ καὶ τούτων αἱ μέγισται διαφοραὶ τρεῖς· ἤτοι γὰρ
8. εὔκρατοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ὡς μηδὲν μᾶλλον
9. ὑγροὺς ἢ ξηροὺς ὑπάρχειν, ἢ τὸ ὑγρὸν, ἢ τὸ ξηρὸν ἐν
10. αὐτοῖς ἐπικρατεῖ. χειρίστη δ’ εἰκότως ἐστὶν ἡ ξηρὰ κρᾶσις·
11. ὃ γὰρ ἐν τῷ χρόνῳ τοῖς γηρῶσι γίνεται, τοῦτ’ εὐθέως
12. ἐξ ἀρχῆς ὑπάρχει τούτοις. ὑγραίνειν τε οὖν αὐτοὺς χρὴ καὶ
13. θερμαίνειν. ἔσται δὲ τοῦτο γυμνασίοις συμμέτροις καὶ τροφαῖς
14. ὑγραῖς τε καὶ θερμαῖς, οἴνου τε πόσει τῶν θερμοτέρων,
15. ὕπνοις τε πλείοσι, προνοουμένων ἡμῶν, ὅπως τὰ καθ’ ἑκάστην
16. ἡμέραν ἐν τῷ σώματι γεννώμενα περιττώματα τῆς τε τροφῆς
17. καὶ τοῦ πόματος ἐκκενῶται πάντα. περὶ δὲ τῶν ἀφροδισίων
1. εἴρηται μὲν καὶ πρόσθεν, ὡς ἅπαντας μὲν τοὺς ξηροτέρους
2. τῇ κράσει βλάπτει, νυνὶ δ’, ὅτι τούτων αὐτῶν μάλιστα
3. τοὺς πρὸς τῇ ξηρότητι καὶ ψυχρούς. ἀβλαβῆ γὰρ
4. ἀφροδίσια μόνοις τοῖς ὑγροῖς καὶ θερμοῖς ἐστι, καὶ ὅσοι
5. φύσει πολύσπερμοι, περὶ ὧν ἐν ταῖς ἀνωμάλοις κράσεσιν
6. αὐτίκα λεχθήσεται. μοχθηραὶ δὲ καὶ αἱ μεθ’ ὑγρότητος
7. ψυχραὶ κράσεις εἰσὶ, καὶ μάλιστα αὗται τοῖς ῥευματικοῖς
8. ἁλίσκονται νοσήμασιν, ὀνίνησί τ’ αὐτὰς ἀλουσία τε καὶ
9. γυμνάσια, καὶ δίαιται λεπτότεραι, καὶ χρίσματα μετρίως
10. θερμαίνοντα, περὶ ὧν τῆς ἰδέας ἔμπροσθεν εἴρηται
11. κατὰ τὸν περὶ τῶν κόπων λόγον. ὅσοι δὲ ψυχρότεροι μέν
12. εἰσι φύσει, συμμέτρως δ’ ἔχουσι τῆς κατὰ τὸ ξηρόν τε
13. καὶ ὑγρὸν κράσεως, ἧττον οὗτοι τῶν κατὰ τοῦτο δυσκράτων
14. εἰσὶ μοχθηροὶ πρὸς ὑγίειαν τε καὶ ῥώμην σώματος.
15. ἐπεγείρειν οὖν αὐτῶν χρὴ καὶ ῥωννύναι τὴν θερμασίαν, ἐν
16. δὲ τῇ καθ’ ὑγρότητα καὶ ξηρότητα τῆς ὅλης διαίτης ἰδέᾳ
17. τὸ μέσον ἐκλέγεσθαι. ταῦτά μοι σύμπαντα περὶ τῶν ὁμαλὴν
1. τὴν δυσκρασίαν ἐχόντων εἴρηται, τουτέστιν ὁμοίως
2. ἅπαντα μόρια πρὸς τὸ θερμότερον, ἢ ψυχρότερον, ἢ ὑγρότερον,
3. ἢ ξηρότερον ἐκτεταμένα.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 6.4, ed. Kühn, 1823, vol. 6, p. 401-403. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:6.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩