Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 6.5, ed. Kühn, 1823, vol. 6, p. 403-407. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:6.5

4. Περὶ δὲ τῶν ἀνώμαλον ἐχόντων τὴν κατασκευὴν
5. τοῦ σώματος οὐκ ἐγχωρεῖ διὰ βραχέων εἰπεῖν,
6. ἐπειδὴ πολλαὶ τῶν τοιούτων ὑπαλλάξεις εἰσὶν, ἄλλων ἄλλο
7. μόριον ἐχόντων δύσκρατον. ἀλλὰ κᾂν δύο δύσκρατα ἔχωσί
8. τινες, ὑπαλλάξεις καὶ τούτων γίνονται πολλαί. καὶ διὰ
9. τοῦτο πρότερον εἰπόντες, ὅσα τῷ τε τὴν ἄμεμπτον ἔχοντι
10. κατασκευὴν, βιοῦντι δὲ βίον δουλικὸν, ἢ περισταστικὸν, ἢ
11. ὅπως ἄν. τις ὀνομάζειν ἐθέλοι, ποιητέον ἐστὶν, καὶ μετὰ
12. ταῦτα, ὅσα τοῖς ὁμαλὴν τὴν δυσκρασίαν ἐν ὁμοίῳ βίῳ, μεταβήσομεν
13. τηνικαῦτα πρὸς τοὺς ἀνώμαλον ἔχοντας ἐν τοῖς
14. τοῦ σώματος μέρεσι τὴν κατασκευήν. ἄμεμπτον δὲ κατασκευὴν
15. σώματος, ὡς πολλάκις εἴρηται, κατὰ πλάτος νοητέον
16. ἐστὶν, ὥσπερ καὶ αὐτὴν τὴν ὑγίειαν. οὔτε γὰρ ὑγιαίνειν τις
17. ἡμῶν ἂν δόξειε τήν γ’ ἀκριβῶς ἄμεμπτον ὑγίειαν οὐκ ἔχων,
1. οὔτ’ ἀμέμπτως κατεσκευάσθαι τὸ σῶμα. λέγουσι δ’ ὑγιαίνοντας
2. μὲν, ὅσοι μήτ’ ὀδυνῶνταί τι μέρος σώματος, εἴς τε
3. τὰς κατὰ τὸν βίον ἐνεργείας ἀπαραπόδιστοι τυγχάνουσιν
4. ὄντες, οὕτω δὲ κατασκευὴν σώματος ἄμεμπτον ἔχειν, ὅταν
5. μήθ’ ὑπὸ τῶν ἔξωθεν αἰτίων ἑτοίμως εἰς νόσον ἄγηται,
6. μήθ’ ὑπὸ τῶν ἐξ αὐτῶν, διωρισμένου δηλονότι τοῦ νοσεῖν
7. ἐνίους συνεχῶς, οὐ διὰ τὴν οἰκείαν κατασκευὴν τοῦ σώματος,
8. ἀλλὰ καὶ διὰ μοχθηρὰν δίαιταν, ἤτοι γ’ ἀργὸν
9. βίον βιοῦντας, ἢ ὑπερπονοῦντας, ἢ περὶ τὰς τῶν σιτίων
10. ποιότητας ἢ ποσότητας ἢ καιροὺς ἁμαρτάνοντας, ἤ τινα
11. τῶν ἐπιτηδευμάτων βλαβερῶς ἐπιτηδεύοντας, ἢ περὶ τὴν
12. τῶν ὕπνων ποσότητα σφαλλομένους, ἢ χρῆσιν ἀφροδισίων
13. ἄμετρον, ἢ καὶ συντήκοντας ἑαυτοὺς ἐν λύπαις καὶ φροντίσιν
14. οὐκ ἀναγκαίαις. οἶδα γὰρ παμπόλλους διὰ τοιαύτας
15. αἰτίας νοσοῦντας καθ’ ἕκαστον ἐνιαυτόν· ἀλλ’ οὐ φήσομεν
16. αὐτοὺς κακῶς κατεσκευάσθαι τὸ σῶμα, καθάπερ ἐκείνους,
17. ὅσοι μηδὲν ἁμαρτάνοντες ὧν κατέλεξα συνεχῶς νοσοῦσιν.
18. ὑποκείσθω τοίνυν ἐν λόγῳ πρῶτος ὁ τὴν κατὰ πλάτος
1. ἄμεμπτον ἔχων κατασκευὴν σώματος, ἐν βίῳ δουλικῷ, δι’
2. ὅλης ἡμέρας ὑπηρετῶν, ἤτοι τῶν μεγίστων δυνάμεών τισιν,
3. ἢ μονάρχῳ, χωριζόμενος δὲ τοῦ δεσπότου περὶ τὰ πέρατα
4. τῆς ἡμέρας. ὁρίσαι δὲ πάλιν ἐπὶ τούτου χρὴ, τίνα
5. λέγω πέρατα, παρακοὴν γὰρ ὁ λόγος ἐργάσεται τοῖς ἀναλεγομένοις
6. αὐτὸ, εἰ μὴ τύχοι διορισμοῦ προσήκοντος. ἐὰν
7. γοῦν εἴπω, χωρίζεσθαι τηνικαῦτα πρῶτον εἰς τὴν ἐπιμέλειαν
8. τοῦ σώματος, ἡνίκα ὁ ἥλιος δύνῃ, μὴ προσθεὶς, ὁποίας
9. ἡμέρας λέγω, πότερον τῆς περὶ τὰς θερινὰς τροπὰς, ἢ χειμερινὰς,
10. ἢ κατά τινα τῶν ἰσημερινῶν, ἢ χρόνον ἑκάτερον
11. ἐν τῷ μεταξὺ τῶν εἰρημένων καιρῶν, ἀδύνατόν ἐστι συμφερούσας
12. ὑποθήκας ποιήσασθαι. κατὰ γοῦν τὴν Ῥωμαίων
13. πόλιν αἱ μέγισται μὲν ἡμέραι καὶ νύκτες βραχὺ μείζους
14. ὡρῶν ἰσημερινῶν ιε΄ γίγνονται, καθάπερ γε πάλιν αἱ ἐλάχισται
15. μικρὸν ἀποδέουσαι τῶν θ΄, κατὰ δὲ τὴν μεγάλην
16. Ἀλεξάνδρειαν ιδ΄ μὲν ὡρῶν αἱ μέγισται, ι΄ δὲ αἱ σμικρόταται.
17. ὁ μὲν οὖν ταῖς σμικροτάταις μὲν ἡμέραις, μεγίσταις
18. δὲ νυξὶν ἀφιστάμενος τῆς ὑπηρεσίας, ἡλίου δυομένου,
19. καὶ τρίψασθαι κατὰ σχολὴν, καὶ λούσασθαι δύναται,
1. καὶ κοιμηθῆναι συμμέτρως. οὐδεὶς δ’ ἐστὶν ὃς οὐδ’ ἐν ταῖς
2. μεγίσταις, οὐδ’ ἐν τούτοις οἷός τ’ ἐστί τι πρᾶξαι μετρίως·
3. οὐ μὴν οὐδ’ ἔγνων τινὰ τοιαύτη δυστυχίᾳ βίου
4. χρησάμενον. ὁ γοῦν ὧν ἴσμεν αὐτοκρατόρων ἑτοιμότατα
5. πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν ἀφικόμενος Ἀντωνῖνος
6. ἐν μὲν ταῖς μικραῖς ἡμέραις ἡλίου δύνοντος εἰς τὴν παλαίστραν
7. παρεγίγνετο, κατὰ δὲ τὰς μεγίστας ὥρᾳ θ΄ ἢ τὸ
8. πλεῖστον ι΄. ὥστ’ ἔξεστι τοῖς παραμένουσιν αὐτῷ κατὰ τὰς
9. ἡμερησίας πράξεις, ἀπαλλαγεῖσι, προνοήσασθαι τοῦ σώματος
10. ἐν τῷ λοιπῷ μέρει τῆς ἡμέρας, ὡς ἅμα τῷ δῦναι τὸν
11. ἥλιον εἰς ὕπνον τρέπεσθαι. τῆς γάρ τοι σμικροτάτης νυκτὸς
12. ἴσης οὔσης θ΄ ταῖς ἰσημεριναῖς ὥραις, αὐτάρκης ὁ τοσοῦτος
13. χρόνος αὐτοῖς ὕπνου τυχεῖν. ἐπισκεπτέον οὖν, εἴτε γυμνάζεσθαι
14. κατὰ τὸν ἔμπροσθεν βίον ὁ τοιοῦτος ὑπηρέτης ἔθος
15. ἔχει, εἴτ’ ἀγύμναστος λούεσθαι. τινὲς γὰρ οὐδὲ ἄχρι τοῦ
16. τρίψασθαι προνοοῦνται σφῶν αὐτῶν, ἄντικρύς τ’ εἰς τὸ βαλανεῖον
17. εἰσίασιν παραχεόμενοι τὸ ἔλαιον, ἢ καὶ στλεγγίδα
18. μόνον λαβόντες, ὡς κατ’ αὐτὸ τὸ βαλανεῖον ἀποστλεγγίζεσθαι
1. τὸν ἱδρῶτα. καὶ μέντοι καὶ μετρίως φέρουσι τὸ τοιοῦτον
2. ἔθος ἔνιοι. ὥστε τινὰς αὐτῶν μηδὲ νοσεῖν συνεχῶς, ὅταν
3. ὦσιν εὐδιάπνευστοι. καὶ καλοῦσί γε αὐτοὺς ἀραιοσυγκρίτους
4. ἔνιοι τῶν ἰατρῶν τε καὶ γυμναστῶν. εἴρηται δὲ καὶ
5. ὑφ’ Ἱπποκράτους, ὑγιεινοτέρους μὲν εἶναι τοὺς τοιούτους·
6. ἀραιότης γὰρ, φησὶ, σώματος ἐς διαπνοὴν οἷς πλείω φέρεται,
7. ὑγιεινότεροι, ὅσοις δ’ ἐλάσσω, νοσερώτεροι. τὴν
8. μὲν δὴ τοιαύτην φύσιν σώματος οὐ χρὴ μετάγειν ἐφ’ ἕτερον
9. ἔθος, οὐδ’ ὅλως οὐδεμίαν, ἀλλ’ ὅσαι διὰ τοῦ πολλοῦ
10. χρόνου νοσοῦσιν.

Cliquer un n° de page pour en afficher l’image