Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 6.6, ed. Kühn, 1823, vol. 6, p. 407-410. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:6.6

11. Εἰ δὲ συνεχῶς τις νοσοίη, σκεπτέον
12. ἐπ’ αὐτοῦ τὴν αἰτίαν. εὑρεθήσεται δὲ, τὴν ἀρχὴν τῆς ζητήσεως
13. ἡμῶν ἀπὸ τοῦ τῶν νόσων εἴδους ποιησαμένων. ὅσα
14. γὰρ ἐκ τῆς ἐντὸς κακίας νοσεῖ τὸ σῶμα, διττὴν ἔχει τὴν
15. πρόφασιν, ἤτοι πλῆθος, ἢ κακοχυμίαν. εἰ μὲν δὴ πληθωρικὰς
16. νόσους νοσεῖν φαίνοιτο, σκοπὸς ἔστω καθόλου εἰς
17. τὴν ὑγιεινὴν δίαιταν αὐτῷ, ὅπως συμμέτρους ἕξει τοὺς
1. χυμούς· εἰ δὲ διὰ κακοχυμίαν, ὅπως ἀρίστους. ἡ δὲ κατὰ
2. μέρος πρόνοια τῆς μὲν ἐν ποσότητι συμμετρίας εἰρήσεται
3. πρότερον, τῆς δ’ ἐν ποιότητι δεύτερον. λέγωμεν οὖν ἤδη
4. περὶ τῆς προτέρας, ἐπ’ ἀρχὴν ἀναγαγόντες τὸν λόγον. ὅταν
5. ἐλάττω τὰ διαπνεόμενα τοῦ σώματος ᾖ τῶν λαμβανομένων,
6. αἱ πληθωρικαὶ νόσοι γίγνονται. φυλακτέον οὖν ἐστι τὴν
7. συμμετρίαν τῶν ἐσθιομένων τε καὶ πινομένων πρὸς τὰ κενούμενα·
8. σύμμετρα δὲ ἔσται, σκεψαμένων ἡμῶν ἐν ἑκατέροις
9. τὴν ποσότητα. τοὺς μὲν γὰρ ἄντικρυς εἰς τὸ βαλανεῖον
10. εἰσιόντας, ἔπειτα τρίψει τε χρῆσθαι, καὶ τι καὶ βραχὺ
11. κινεῖσθαι πρότερον, ὅσοι δ’ ἔφθανον ταῦτα ποιεῖν, ἐπ’
12. ὀλίγον μὲν αὐξῆσαι καὶ αὐτὰ ταῦτα συμβουλεύσομεν.
13. ἀφαιρεῖν δὲ χρὴ καὶ τῶν τροφῶν ἤτοι τῆς ποιότητος ἢ
14. τῆς ποσότητος, ἢ καὶ συναμφοτέρων. τοὺς μὲν γὰρ ταχέως
15. ἀθροίζοντας ἀξιόλογον πλῆθος ἑκατέρων· ὅσοι δ’ οὐ ταχέως
16. ἢ οὐκ ἀξιόλογον, ἀρκέσει θάτερον, ὃ ἂν αὐτὸς ὁ
17. ἄνθρωπος αἱρῆται. τὸ μὲν οὖν τῆς ποσότητος ἀφελεῖν
1. γνώριμον, τὸ δὲ τῆς ποιότητος ἐν τῇ τῶν ὀλιγοτρόφων
2. προσφορᾷ ἐδεσμάτων γίγνεται. πολλοὶ γὰρ ἐπὶ χοιρείοις
3. κρέασι διαιτώμενοι πλῆθος ἀθροίζουσι τάχιστα, δεομένης
4. τῆς τοιαύτης τροφῆς τρίψεών τε καὶ γυμνασίων ἰσχυρῶν.
5. ἐπὶ λάχανα τοίνυν αὐτοὺς ἀκτέον ἐστὶ καὶ χέδροπα τὰ μὴ
6. πολύτροφα, καὶ ἰχθῦς ὁμοίως καὶ ὄρνιθας, ὅσοι μὴ πολύτροφοι.
7. τῶν δὲ κακοχυμίαν ἀθροιζόντων, οὐχ ὡσαύτως
8. τοῖς τὸ πλῆθος ἀθροίζουσιν, οὐχ εἷς ἐστιν ὁ σκοπὸς,
9. ὅτι μηδὲ τῆς κακοχυμίας ἰδέα μία. τινὲς μὲν γὰρ ψυχροτέραν
10. τε καὶ φλεγματικωτέραν ἀθροίζουσι κακοχυμίαν, τινὲς
11. δὲ θερμοτέραν τε καὶ χολωδεστέραν, ἔνιοι δὲ ὑδατωδεστέραν,
12. ὥσπερ ἄλλοι μελαγχολικωτέραν. ἀφεκτέον οὖν ἐστιν
13. ἑκάστῳ σιτίων τε καὶ ποτῶν, ὅσα πέφυκε γεννᾷν ἑτοίμως
14. τὸν ἀθροιζόμενον αὐτῷ χυμόν. εἴρηται δὲ περὶ αὐτῶν ἱκανῶς
15. ἐν τρισὶ μὲν ὑπομνήμασιν, ἃ περὶ τῶν ἐν ταῖς
16. τροφαῖς δυνάμεων ἐπιγέγραπται, καθ’ ἕτερον δὲ, ἐν ᾧ
17. περὶ εὐχυμίας καὶ κακοχυμίας ἡ διαίρεσις γίγνεται. καὶ
18. τούτων δ’ ἔξωθέν ἐστι τὸ περὶ τῆς λεπτυνούσης διαίτης,
1. ἥτις ἐπιτήδειος τοῖς τὸν καλούμενον ὠμὸν χυμὸν ἀθροίζουσι
2. γίγνεται, παχὺν μὲν ὑπάρχοντα πάντως, οὐκ ἀεὶ δὲ καὶ γλίσχρον.
3. ἐπὶ πάντων δὲ τούτων κοινὸν βοήθημα γαστρὸς
4. ὑπαγωγὴ, καὶ μάλισθ’ ὅσοις ἐστὶ φύσει σκληροτέρα, κοινὸν
5. δὲ καὶ τὸ τῶν ἀφροδισίων σύμμετρον.

Cliquer un n° de page pour en afficher l’image