6. Ἐπὶ μὲν γὰρ τῶν ἀμέμπτων κατασκευῶν
7. τοῦ σώματος οὐ χρὴ παντάπασιν ἀφροδισίων ἀπέχεσθαι,
8. καθάπερ ἐπὶ τῶν ξηρῶν ἔμπροσθεν εἴρηται. σκεπτέον δ’
9. ἐν τοῖς μάλιστα, πότερον ἅπαξ ἢ δὶς ἐσθίειν τοὺς ἐν τῷ
10. τοιούτῳ βίῳ συμφέρει. τῆς σκέψεως δ’ ἔστι κεφάλαιον ἥ τε
11. τοῦ σώματος αὐτῶν φύσις, ἥ τ’ ἐπὶ ταὐτὸν συνήθεια τῆς
12. διαίτης, καὶ τρίτον ἐπ’ αὐτοῖς, ἐάν σοι φανῇ μετακινητέον
13. εἶναι τὸ ἔθος, ὅπως αὐτοῦ φέρει τὴν ὑπαλλαγὴν ὁ ἄνθρωπος.
14. ἀπὸ μὲν οὖν τῆς φύσεως ἡ τοῦ συμφέροντος ἔνδειξις
15. γίνεται. τῶν μὲν ἐκχολουμένης τῆς γαστρὸς, εἴρηται μὲν ἤδη
16. καὶ διὰ τοῦ δ΄ γράμματος, εἰρήσεται δὲ καὶ νῦν· ἔστω μὲν
17. ἀεὶ τὰ πρῶτα τῶν ἐσθιομένων τε καὶ πινομένων, ὅσα λαπάττει
18. τὴν γαστέρα, τῶν μὲν οἴνων οἱ γλυκεῖς καὶ ὑπακτικοὶ,
1. (οὐ γὰρ ἅπαντές εἰσι τοιοῦτοι,) ἐδεσμάτων δὲ τὰ λάχανα δι’
2. ἐλαίου τε καὶ γάρον. φυλακτέον δὲ τῶν οἴνων τοὺς αὐστηροὺς,
3. ὥσπερ γε καὶ τῶν ἐδεσμάτων τὰ στύφοντα, πλὴν εἰ
4. μετὰ τὴν ἐδωδὴν ἅπασαν ἕνεκα τοῦ τονῶσαι τὸ στόμα τῆς
5. γαστρὸς ἡ προσφορὰ γίγνοιτο. κριτέον δὲ καὶ τοῦτο τῇ
6. πείρᾳ· τισὶ γὰρ οὐ μόνον ἄλυπός ἐστιν ἡ τοιαύτη χρῆσις
7. τῶν στυφόντων, ἀλλὰ καὶ συντελεῖ τι πρὸς ὑπαγωγὴν γαστρὸς
8. ἐκ τοῦ τονωθῆναι κατὰ τὸ στόμα τὴν κοιλίαν. ἐναργέστατον
9. δὲ ἐπὶ τῶν ἀτονώτερον ἐχόντων αὐτὴν φαίνεται τοῦτο
10. γιγνόμενον. ὅσοι δὲ τοῖς κατὰ παλαίστραν γυμνασίοις ἐχρῶντο
11. πρὸ τοῦ λουτροῦ, πρὶν ἐμπεσεῖν ἀσχόλῳ βίῳ, τούτοις
12. ἀποστῆναι μὲν αὐτῶν βλαβερώτατον, ὁμοίως δὲ χρῆσθαι
13. πρὸς τῷ βλαβερῷ καὶ ἀδύνατον. ὅπερ οὖν ἔφην ὀνομάζεσθαι
14. γυμνασίων εἶδος ἀποθεραπευτικὸν, τούτῳ χρηστέον
15. αὐτοῖς ἅμα καὶ τοῦ πλήθους τῶν χοιρείων κρεῶν ἀφαιρετέον.
16. ἐπεὶ δὲ, ὡς ἔφην, ἐνίοις ἐσθίειν ἄμεινόν τι πρὸ τοῦ
17. λουτροῦ, περί τε τῆς ὥρας, ἐν ᾗ τοῦτο πρακτέον αὐτοῖς ἐστι,
1. καὶ περὶ τῆς ποιότητός τε καὶ ποσότητος ὧν χρὴ προσφέρεσθαι
2. λεκτέον ἐφεξῆς. ὅπερ οὖν εἴωθα ποιεῖν αὐτὸς ἐγὼ
3. καθ’ ἣν ἂν ἡμέραν ὀψιαίτερον ἡγῶμαι λούσασθαι δι’ ἀῤῥώστων
4. ἐπισκέψεις ἤ τινα πολιτικὴν πρᾶξιν, εἰπεῖν οὐκ
5. ὀκνήσω. ὑποκείσθω μὲν ἡμέρα, καθ’ ἣν τοῦτο γίγνεται, ιγ΄
6. τῶν ἰσημερινῶν ὡρῶν, ἐλπίζεσθαι δὲ περὶ δεκάτην ὥραν ἡ
7. τοῦ σώματος ἐπιμέλεια γενήσεσθαι. κατὰ ταύτην τὴν ὑπόθεσιν
8. ἔδοξέ μοι περὶ τετάρτην ὥραν προσφέρεσθαι τροφὴν
9. ἁπλουστάτην, ἥτις ἐστὶν ἄρτος μόνος. ἐγὼ μὲν οὕτως αὐτὸς
10. ἔπραξα, τινὲς δὲ οὐχ ὑπομένουσιν ἄρτον ἐσθίειν μόνον,
11. ὄψων χωρὶς, ἀλλ’ ἤτοι μετὰ βαλάνων φοινίκων, ἢ ἐλαιῶν,
12. ἢ μέλιτος, ἢ ἁλῶν ἐσθίουσιν, εἶτα καὶ πίνουσιν ἔνιοί τινες
13. αὐτῶν, ἐγὼ δὲ οὐκ ἔπιόν ποτε ἐπὶ τοιαύτῃ τροφῇ, καὶ
14. μόνον ἔφαγον τὸν ἄρτον. ἔστω δ’ αὐτῶν πλῆθος ἑκάστου
15. τοσοῦτον, ὅσον ἄχρι τῆς δεκάτης ὥρας ἐν τῇ γαστρὶ πεφθῆναι
16. δύναται· καὶ γὰρ, εἰ γυμνάζεσθαι βούλοιντο, μάλιστα
17. ἂν οὕτως ἀβλαβῶς γυμνάσαιντο. βλάβη γὰρ ἐνίοις οὐ σμικρὰ
18. γίγνεται γυμναζομένοις ἐν τῷ πλήθει σιτίων, ἐνίοις δὲ
1. καὶ ἡ κεφαλὴ πληροῦται, καὶ κατὰ τὸ ἧπαρ αἴσθησις γίγνεται
2. τάσεως, ἢ βάρους, ἢ ἀμφοῖν. ὅταν οὖν τι τοιοῦτον
3. συμβαίνῃ, θεραπευτέον αὐτὸ παραχρῆμα, τὰς μὲν κατὰ τὸ
4. ἧπαρ ἐμφράξεις διὰ τῶν ἐκφραττόντων, τὰς δὲ τῆς κεφαλῆς
5. πληρώσεις διὰ περιπάτων, μάλιστα μὲν πρὸ τροφῆς, οὐδὲν
6. μὴν κωλύει καὶ μετὰ τὴν τροφήν. ἀλλὰ τούτους μὲν
7. ἐσχάτως βραδεῖς ποιεῖν προσήκει, τοὺς δὲ πρὸ τῆς τροφῆς
8. συντονωτέρους μὲν τούτων, οὐ μὴν τοιούτους, ὁποίους ἐπειγόμενοι
9. πρός τινα πρᾶξιν ἐνεργοῦμεν. ὅσα δ’ ἐκφράττει τὸ
10. ἧπαρ, ἁρμόζει ταῦτα ταῖς βραδυπεψίαις, ἄριστα δ’ αὐτῶν
11. ἐστιν ὀξύμελί τε καὶ τὸ διὰ τριῶν πεπέρεων, ἐν ᾧ μηδὲν
12. μέμικται τῶν ἀήθων φαρμάκων, καὶ ἡ λεπτύνουσα δίαιτα·
13. ταῦτα γὰρ βραδυπεψίας ἐπανορθοῦται, καὶ τὰς κατὰ τὸ ἧπαρ
14. ἐμφράξεις ἰᾶται. διαφθορᾶς δὲ τῶν ἐν τῇ γαστρὶ σιτίων
15. γιγνομένης, οἷς μὲν ὑπέρχεται τὰ διεφθαρμένα, μέγιστον
16. ἐφόδιον εἰς ὑγίειαν ἔχουσιν, οἷς δὲ οὐχ ὑπέρχεται, διὰ τῶν
17. ἀλύπως ὑπαγόντων ἐρεθιστέον. ἔστι δὲ ταῦτα τό τε Διοσπολιτικὸν
1. ὀνομαζόμενον φάρμακον, ὅταν ἴσον τοῖς ἄλλοις
2. λάβῃ τὸ νίτρον, τό τε διὰ τῶν ἰσχάδων τε καὶ τοῦ κνίκου,
3. ὅσα τ’ ἄλλα διὰ κνίκου ἢ ἐπιθύμου συντίθεται. τοῖς δ’
4. οὕτω διακειμένοις ἀνθρώποις συμφέρουσι καὶ οἱ πρὸ τροφῆς
5. ἔμετοι· ἔμετος δὲ δι’ οἴνου πόσεως γλυκέος γινόμενος.
6. συμβουλεύειν δὲ αὐτοῖς χρὴ μηδὲν κνισσῶδες, ἢ βρομῶδες,
7. ἢ ὅλως εὔφθαρτον ἔδεσμα προσφέρεσθαι, τὰ καλούμενα δὲ
8. ὑπὸ τῶν ἰατρῶν εὔχυμα, ταῦτα ἐκλέγεσθαι. γέγραπται δὲ
9. περὶ αὐτῶν ἑτέρωθι κατὰ τὸ περὶ τῆς εὐχυμίας τε καὶ κακοχυμίας
10. ὑπόμνημα· γέγραπται δὲ, ὡς ἔφην ἤδη, κᾀν τοῖς
11. τρισὶν, ἐν οἷς περὶ τῆς ἐν ταῖς τροφαῖς δυνάμεως ὁ λόγος
12. ἐστίν. ἐπιτήδειον δὲ τοῖς οὕτως ἔχουσιν ἀνθρώποις ἐκ διαλειμμάτων
13. χρόνου συμμέτρου τῆς γαστρὸς ὑπαγωγὴ διὰ τῶν
14. μετρίως καθαιρόντων, ὁποῖόν ἐστι τὸ δι’ ἀλόης πικρὸν, οὕτως
15. γὰρ αὐτὸ καλοῦσι πολλοὶ τῶν ἰατρῶν, ὥσπερ ἔνιοι πικρὰν
16. θηλυκῶς. ἐὰν δ’ ἐπιτρέψῃς πολλῷ χρόνῳ τὴν κακοχυμίαν
17. ἀθροίζεσθαι, νόσημά τι χαλεπὸν αὐτοῖς συμβήσεται. καὶ
1. δύνανταί γε τὴν τοιαύτην ἑαυτῶν πρόνοιαν ποιεῖσθαι κατὰ
2. τὰς ἡμέρας ἐκείνας, ἐν αἷς ἑορτή τίς ἐστι δημοτελὴς, ἐλευθεροῦσα
3. τῆς δουλικῆς ὑπηρεσίας αὐτούς. ἀλλὰ δι’ ἀκρασίαν
4. οὐ μόνον οὐδὲν ποιοῦσιν εἰς ἐπανόρθωσιν τῶν κατὰ τὸ
5. σῶμα μοχθηρῶς ἠθροισμένων, ἀλλὰ καὶ προσεπιπληροῦσιν
6. αὐτὰ κακῶς διαιτώμενοι κατὰ τὰς ἑορτάς. ἁλίσκονται τοιγαροῦν
7. νοσήμασιν, ἔνιοι μὲν αὐτῶν οὕτως χρονίοις, ὧς
8. ἐν ἁπάσῃ τῇ ζωῇ περιμένειν, ὁποῖόν ἐστι κακὸν ἥ τε ποδάγρα
9. καὶ ἡ ἀρθρῖτις καὶ ἡ νεφρῖτις, ἔνιοι δὲ ὀξέσι
10. μὲν, ἀλλ’ ἐνοχλοῦσιν αὐτοῖς ἤτοι καθ’ ἕκαστον ἔτος, ἢ
11. πάντως γε διὰ δυοῖν, τινὲς δὲ καὶ δὶς οὕτω νοσοῦσιν καθ’
12. ἓν ἔτος.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 6.7, ed. Kühn, 1823, vol. 6, p. 410-415. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:6.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩