Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 6.8, ed. Kühn, 1823, vol. 6, p. 415-419. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:6.8

13. Ἡ δ’ ὑγιεινὴ τέχνη τοὺς πειθομένους αὐτῇ
14. διαφυλάττειν ὑγιαίνοντας ἐπαγγέλλεται, τοῖς δ’ ἀπειθοῦσιν
15. ἐν ἴσῳ καθέστηκεν ὡς εἰ καὶ μηδόλως ἦν. ἀπειθοῦσι δ’
16. ἔνιοι μὲν ὑπὸ τῆς ἐν τῷ παραχρῆμα νικηθέντες ἡδονῆς, οὓς
17. ἀκρατεῖς τε καὶ ἀκολάστους ὀνομάζομεν, ἔνιοι δὲ ὑπὸ φιλοτιμίας,
18. ἣν ὀνομάζουσιν οἱ Ἕλληνες κενοδοξίαν, ὁποῖος ἦν
1. καὶ ὁ πάντα μᾶλλον ὑπομείνας παθεῖν, ἢ πιττοῦσθαι συνεχῶς
2. ὅλον τὸ σῶμα, συμβουλευόντων αὐτῷ τῶν ἰατρῶν τὸ
3. βοήθημα τοῦτο διὰ τὴν ἰσχνότητα. γίγνεται δ’ αὕτη
4. τισὶ μὲν ἐπὶ τῇ καθ’ ὅλον τὸ σῶμα δυσκρασίᾳ
5. κατὰ τὴν ἐπὶ τὸ ξηρόν τε καὶ ψυχρὸν ὑπερβολὴν, ἐνίοις δὲ
6. διὰ τὴν ἀναδοτικὴν δύναμιν ἢ θρεπτικὴν ἢ ἀμφοτέρας
7. ἀῤῥωστοτέρας οὔσας φύσει. πάντας δὲ τοὺς οὕτως
8. ἔχοντας ὀνίνησιν ὁ καλούμενος ὑπὸ τῶν νῦν Ἑλλήνων
9. δρῶπαξ· καὶ γὰρ ἀναδόσει συντελεῖ καὶ θρέψει, καὶ πολλούς
10. γε τῶν ἰσχνῶν ἔμπροσθεν ἔστιν ἰδεῖν παχυνθέντας
11. ἐπὶ τῷ βοηθήματι, καὶ μάλισθ’ ὅσοις ἡ μὲν ἀναδοτικὴ δύναμις
12. ἄῤῥωστός ἐστιν, ἡ θρεπτικὴ δὲ οὐκ ἄῤῥωστος μὲν,
13. ἀλλὰ δι’ ἀπορίαν ὕλης ἐπιτηδείου τρέφειν αὐτάρκως οὐκ
14. ἐδύνατο, τούτου συμβαίνοντος αὐτῇ δι’ ἔνδειαν τῆς ἀναδιδομένης
15. τροφῆς. ἀλλ’ ἔνιοι, ὡς ἔφην, ὑπὸ φιλοτιμίας, ἵνα
16. μὴ δόξωσιν ὁμοίως τοῖς τρυφῶσιν ἢ καλλωπιζομένοις πιττοῦσθαι,
17. φεύγουσι τὴν ἐξ αὐτοῦ βοήθειαν, ἄλλο τι κελεύοντες
18. ἡμᾶς ἐφευρεῖν αὐτοῖς βοήθημα τῆς ἰσχνότητος. ἔστι δὲ
1. οὐδὲν μὲν τῷδε δύναμιν ἔχον ἴσην· ὠφελεῖν μέντοι δύναται
2. καὶ τὰ τοιαῦτα, πρὸ τοῦ λουτροῦ χερσὶ μὴ πάνυ μαλακαῖς,
3. ὥσπερ αὖ μηδὲ τραχείαις, ἀνατρίβειν τὸ σῶμα, μέχρι
4. περ ἂν ἔρευθος σχῇ, κᾄπειτα τρίψει σκληρᾷ, μὴ πολλῇ,
5. πιλοῦντας τὸ δέρμα πυκνὸν καὶ σκληρὸν ἐργάζεσθαι, καὶ
6. μετὰ ταῦτα γυμνασίοις συμμέτροις χρησάμενον, εἶτα λουσάμενον,
7. ἄνευ τοῦ χρονίσαι κατὰ τὸ βαλανεῖον, ἐκμάττεσθαι
8. παραπλησίως τῇ προειρημένῃ ξηροτριβίᾳ, καὶ μετὰ
9. ταῦτα ἐπαλείφεσθαι ἐλαίῳ βραχεῖ, καὶ προσφέρεσθαι τὰ
10. σιτία. σκοπὸς γὰρ τῶν τοιούτων ἐστὶ, εἰς τὸ σαρκῶδες γένος
11. ἑλκύσαντας αἷμα χρηστὸν, ἐπιῤῥῶσαι τὴν ἐν αὐτοῖς
12. θρεπτικὴν δύναμιν, ὅπως μὴ διαφορηθείη τὸ ἑλχθέν. ῥώννυται
13. μὲν οὖν ἡ θρεπτικὴ δύναμις ἐκ τοῦ θερμανθῆναι
14. τὰς σάρκας, οὐ διαφορεῖται δὲ τὸ παραγόμενον εἰς αὐτὰς
15. αἷμα, χρισαμένων ἐλαίῳ, δύναμιν ἐμπλαστικὴν ἔχοντι φαρμάκῳ.
16. εἰ δὲ τὰ τῆς ἡλικίας ἐπιτρέποι, καὶ ψυχρολουσίαις
17. ὁ αὐτὸς ἄνθρωπος χρώμενος ἅμα τοῖς εἰρημένοις ὀνήσεται
18. μεγάλως. ἔμπαλιν δ’ ἐπὶ τῶν ἀμέτρως παχυνθέντων ἐκλύειν
1. μὲν χρὴ τὴν ἀνάδοσιν, αὐξάνειν δὲ χρὴ τὰς ἀποῤῥοίας τοῦ
2. σώματος. ἡ μὲν οὖν ἀνάδοσις ἐκλύεται συνεχέσιν ὑπαγωγαῖς
3. γαστρὸς, ἐθισάντων ἡμῶν τὰ τῆς τροφῆς ὄργανα
4. κάτω ταχέως ὠθεῖν, ὅσα περιέχεται κατὰ ταῦτα. τὰς δὲ
5. ἀποῤῥοίας τοῦ σώματος αὐξήσομεν ὀξέσι γυμνασίοις, ὧν
6. ἐστι καὶ δρόμος, ἀλείμμασί τε διαφορητικοῖς τρίβοντες ἐπὶ
7. πλεῖστον. εἶναι δὲ χρὴ τὴν τρίψιν δηλονότι μαλακήν τε καὶ
8. ἀραιωτικήν. ἐγὼ γοῦν τινα παχὺν ἱκανῶς ὀλίγῳ χρόνῳ συμμέτρως
9. εὔσαρκον εἰργασάμην, ὀξεῖ δρόμῳ χρῆσθαι καταναγκάζων,
10. εἶτ’ ἀπομάττων μὲν τὸν ἱδρῶτα σινδόσιν, ἤτοι λίαν μαλακαῖς,
11. ἢ λίαν τραχείαις, ἐφεξῆς δὲ τρίβων ἐπὶ πλεῖστον
12. ἀλείμμασι διαφορητικοῖς, ἃ καλοῦσιν ἤδη συνήθως οἱ νεώτεροι
13. τῶν ἰατρῶν ἄκοπα, καὶ μετὰ τὴν τοιαύτην τρίψιν
14. ἐπὶ τὸ λουτρὸν ἄγων, ἐφ’ ᾧ λουτρῷ τροφὴν μὲν εὐθέως
15. οὐ προσέφερον, ἡσυχάζειν δὲ μεταξὺ κελεύων, ἢ καί τι τῶν
16. συνήθων αὐτῷ πράττειν, αὖθις ἐπὶ τὸ δεύτερον ἦγον λουτρὸν,
17. εἶτ’ ὄγκους ἐδεσμάτων ὀλιγοτρόφους ἐδίδουν, ὡς ἐμπίπλασθαι
1. μὲν, ὀλίγον δ’ ἐξ αὐτῶν εἰς ὅλον ἀναδίδοσθαι
2. τὸ σῶμα. καὶ τὰς ἄλλας δὲ δυσκρασίας, ἐν ὅλῳ τῷ σώματι
3. γιγνομένας, ὁμοίως ἐπανορθοῦσθαι χρὴ, πρῶτον μὲν ὧν προσήκει
4. πράττειν εὑρίσκοντα τὸν σκοπὸν, εἶτα τὰς δυναμένας αὐτὰ
5. δρᾷν ὕλας. διὸ καὶ σύντομος ὁ νῦν λόγος ἅπαξ γίγνεται πρὸς
6. τοὺς μεμνημένους τῶν τε τρίψεων καὶ τῶν γυμνασίων καὶ τῶν
7. λουτρῶν τὰς διαγωγὰς, ἔτι τε πρὸς τούτοις ἐδεσμάτων τε
8. καὶ φαρμάκων. περὶ μὲν οὖν τρίψεων τε καὶ γυμνασίων ἐν
9. τῇδε τῇ πραγματείᾳ πρόσθεν εἴρηται, περὶ δὲ τῶν τροφῶν
10. ἑτέρωθι, καθάπερ γε καὶ περὶ τῶν φαρμάκων. ἡ γάρ τοι
11. κατὰ μέθοδον διδασκαλία, τὰ κοινὰ καὶ καθόλου περιλαμβάνουσα,
12. εἰς πολλὰ τῶν κατὰ μέρος εὐμνημόνευτός τε
13. καὶ σύντομος γίγνεται. ἐγὼ δὲ οὐ μόνα τὰ καθόλου
14. λέγω, ἀλλὰ καὶ τὰ παραδείγματα τῶν κατὰ μέρος αὐτοῖς
15. προστιθεὶς τελειοτάτην ἡγοῦμαι ποιεῖσθαι τὴν
16. διδασκαλίαν.

Cliquer un n° de page pour en afficher l’image