Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 6.9, ed. Kühn, 1823, vol. 6, p. 419-425. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:6.9

17. Καιρὸς οὖν ἤδη μεταβαίνειν ἐπὶ τὰς ἀνωμάλους
18. κατασκευὰς τῶν σωμάτων, αἳ δὴ καὶ νοσώδεις
1. πάντως εἰσίν. ἀνώμαλοι δὲ κατασκευαὶ γίγνονται τριττῶς,
2. διὸ καὶ ἡ τοῦ σώματος ἡμῶν σύνθεσίς ἐστι τριττή· μία
3. μὲν ἡ ἐκ τῶν πρώτων στοιχείων, ἐξ ὧν γέγονε τὰ καλούμενα
4. παρὰ Ἀριστοτέλους ὁμοιομερῆ· δευτέρα δὲ ἡ ἐκ
5. τούτων αὐτῶν τῶν ὁμοιομερῶν, ἃ δὴ καὶ αὐτὰ στοιχεῖα
6. πάλιν ἐστὶν αἰσθητὰ τῶν ἀνομοιομερῶν, ὅθεν ἡ τῶν ὀργανικῶν
7. γίγνεται σύνθεσις· ἐπ’ αὐτοῖς ἡ τρίτη τοῦ παντὸς
8. σώματος ἐκ τῶν ὀργανικῶν. εὐκολωτέρα μὲν οὖν ἐστιν ἡ
9. τρίτη λεγομένη καὶ διαγνωσθῆναι, καὶ προνοίας τυχεῖν,
10. δυσκολωτέρα δὲ ἡ δευτέρα, χαλεπωτάτη δὲ ἡ πρώτη. βέλτιον
11. οὖν ἀπὸ τῆς τρίτης ἄρξασθαι, ῥᾴονα τήν τε διάγνωσιν
12. ἐχούσης καὶ τὴν πρόνοιαν, οἷον εὐθέως ἐπὶ τῆς κεφαλῆς,
13. (οὐδὲν γὰρ χεῖρον ἐντεῦθεν ἄρξασθαι,) δυσκράτου φύσει
14. γινομένης, ὡς πολλὰ γεννᾷν περιττώματα, ἐξ ὧν αἱ βλάβαι
15. γίνονται τοῖς ὑποκειμένοις ὀργάνοις, ἐφ’ ὅ τι ἂν αὐτῶν τράπηται
16. τὸ περιττόν. ἑτοιμοτάτη μὲν οὖν ἡ εἰς τὸ στόμα καὶ
17. τὰς ῥῖνας φορὰ, παραγίγνεται δὲ καὶ εἰς ὀφθαλμοὺς, ἐνίοις
18. δὲ καὶ εἰς ὦτα. τὴν δὲ εἰς τὸ στόμα φορὰν τῶν περιττωμάτων
1. ὑποδέχεται στόμαχός τε καὶ ἡ τραχεῖα ἀρτηρία,
2. (καλοῦσι δὲ αὐτὴν καὶ βρόγχον,) ἧς τὸ συνάπτον τῷ στόματι
3. πέρας ὑψηλὸν (ὀνομάζεται δὲ λάρυγξ) ὄργανον φωνῆς ὑπάρχει,
4. ὡς ἐν τῷ περὶ φωνῆς ὑπομνήματι δέδεικται. οὕτως τε
5. οὖν αὐτὸς ὁ λάρυγξ ὑπὸ τῶν εἰς αὐτὸν ἐκ τῆς κεφαλῆς καταῤῥεόντων
6. ὑγραινόμενος ἐν ἀρχῇ μὲν βραγχώδη τὴν φωνὴν
7. ἐργάζεται, προϊόντος δὲ τοῦ χρόνου μικράν· ἢν δ’
8. ἐπὶ πλέον ἥκῃ τὸ κακὸν, ἀπόλλυται πᾶσα, συνδιαβρέχεται
9. γὰρ τῷ λάρυγγι καὶ ἡ ἀρτηρία. δριμέος δὲ τοῦ ῥεύματος
10. ὄντος, οὐκ εἰς φωνὴν μόνην ἡ βλάβη τοῖς εἰρημένοις μορίοις,
11. ἀλλὰ καὶ χαλεπωτάτη τις ἀνάβρωσις προσέρχεται, τοιαύτη τὴν
12. φύσιν, οἵας καὶ κατὰ τὸ δέρμα βλέπομεν βλαπτόμενον γιγνομένας
13. πολλάκις ἄνευ τῆς ἔξωθεν αἰτίας. οὕτως δὲ καὶ
14. πνεύμων αὐτοῖς ἑλκοῦται, καὶ φθόη καλεῖται τὸ πάθος.
15. ἐὰν δὲ εἰς στόμαχόν τε καὶ γαστέρα τρέπηται τὸ ῥεῦμα,
16. ψυχρὸν μὲν ὑπάρχον εἰς δυσκρασίαν ψυχρὰν ἄγει τὰ σώματα,
17. θερμὸν δὲ εἰς θερμήν. ἑλκοῖ δὲ τοιοῦτον τῷ χρόνῳ,
18. κατ’ ἀρχὰς δὲ τάς τε ὀρέξεις βλάπτει καὶ τὰς πέψεις.
1. ἐὰν μὲν οὖν ψυχρὸν ᾖ τὸ ῥεῦμα, βραδυπεψίας τε καὶ ἀπεψίας
2. καὶ ὀξυρεγμίας ἐργάζεται· ἐὰν δὲ καὶ διεφθαρμένον,
3. εἰς διαφθορὰν ἄγει τὴν τροφὴν, ἤτοι κνισσώδεις, ἢ ὀξώδεις
4. ἐρυγὰς ἀναπέμπουσαν, ἤ τινος ἑτέρας ἀῤῥήτου τε καὶ ῥητῆς
5. ποιότητος. ὑποκαταβαίνουσα δὲ ἡ βλάβη καὶ τὴν νῆστιν
6. ἀδικεῖ καὶ τὸ κῶλον. ἅπτεται δὲ καὶ τῶν κατὰ τὸ μεσεντέριον
7. ἀγγείων, δι’ ὧν εἰς ἧπαρ ἡ ἀνάδοσις γίγνεται· καί
8. τισι μὲν ἀνορεξίαι παρακολουθοῦσιν, ἐνίοις δὲ ὀρέξεις
9. παρὰ φύσιν, ἃς ὀνομάζουσι κυνώδεις, ἢ καὶ μοχθηρῶν ἐδεσμάτων
10. ἐπιθυμία, καθάπερ ταῖς κιττώσαις. εὔδηλον δὲ,
11. ὅτι καὶ σταφυλὴ, καὶ παρίσθμια, καὶ παρουλίδες, ἀντιάδες
12. τε καὶ βρώσεις ὀδόντων, ἑλκώσεις τε καὶ σηπεδόνες ἐν τῷ
13. στόματι τοῖς ἐκ τῆς κεφαλῆς εἰς αὐτὰ καταῤῥέουσιν
14. ἰχῶρσιν ἕπονται. καὶ τό γε πολὺ πλῆθος τῶν ἰατρῶν ἢ
15. τὸν γαργαρεῶνα τέμνουσιν, ἢ φάρμακα διδόασιν, ὅπως
16. ἀναπτύηται τὰ διὰ τῆς τραχείας ἀρτηρίας εἰς τὸν
17. πνεύμονα κατενεχθέντα. τῆς γαστρὸς δὲ ἄλλοι προνοοῦνται,
18. καθάπερ ἄλλοι τῶν ὀδόντων τε καὶ τοῦ στόματος, ἢ καὶ
1. τῶν ἐν τῇ ῥινὶ συνισταμένων· ἵνα τοὺς ὀφθαλμοὺς ἢ τὰ
2. ὦτα παραλίπω, βλαπτομένων οὐκ ὀλίγων εἰς αὐτά. βέλτιον
3. δ’ ἦν, οἶμαι, τὴν οἷον πηγὴν τῶν κακῶν ἐκκόψαι, ῥώσαντα
4. τὴν κεφαλὴν, ἢ, εἴπερ ἀδύνατον εἴη τοῦτο διὰ τὴν
5. σφοδρότητα τῆς φυσικῆς δυσκρασίας, προνοεῖσθαι γοῦν αὐτῆς
6. διὰ παντὸς, τὴν ἔνδειξιν τῆς προνοίας ἀπὸ τῆς κατ’
7. αὐτὴν ἰδέας ποιούμενον, οὐχ, ὡς ἔνιοι τῶν ἰατρῶν ἁπάσαις
8. ἀεὶ ταῖς κεφαλαῖς τὰ διὰ θαψίας καὶ νάπυος προσφέρουσιν,
9. οὕτως δὲ καὶ αὐτοὶ πράττοντες· εἰ γὰρ ὑπὸ θερμῆς
10. δυσκρασίας ἡ κεφαλὴ κακὸν ἴσχει, βλαβερὰ τὰ τοιαῦτα φάρμακα.
11. χρὴ τοίνυν αὐτοὺς λουτροῖς πολλοῖς ποτίμων ὑδάτων
12. παρηγορεῖν, διαφοροῦντάς τε ἅμα τοὺς ἐν τῇ κεφαλῇ γενομένους
13. ἀτμοὺς θερμοὺς, καὶ τὴν κρᾶσιν ὅλην ἐργαζομένους
14. βελτίω. βλαβερὰ δὲ τούτοις ἡ τῶν αὐτοφυῶν θερμῶν
15. ὑδάτων χρῆσις. ὅσα μὲν γὰρ αὐτῶν θειώδη τέ ἐστι καὶ
16. ἀσφαλτώδη, τῷ θερμαίνειν ἐναντιώτατα ταῖς φύσει θερμαῖς
17. κεφαλαῖς, ὅσα δὲ στυπτηριώδη, τῷ στεγνοῦν. μόνοις δ’
1. ἂν, εἴπερ ἄρα, τοῖς γλυκέσι τῶν αὐτοφυῶν ὑδάτων ἀβλαβῶς
2. χρῷντο· τοῦτο γὰρ ἀσφαλὲς εἰπεῖν, ὡς τό γέ τι καὶ
3. ὠφελεῖσθαι παρ’ αὐτῶν οὐχ ὁμοίως ἀσφαλές. οὐ γὰρ ἂν
4. ἦν ἴσως θερμὰ, μὴ μετέχοντά τινος δυνάμεως φαρμακώδους
5. θερμῆς. ἄμεινον δὲ τῇ πείρᾳ κρίνειν τὰ τοιαῦτα τῶν ὑδάτων·
6. καὶ γὰρ καὶ σπανίως εὑρίσκεται, παρ’ ἡμῖν ἀπὸ
7. σταδίων τῆς πόλεως πολὺ πλειόνων ρ΄, ἐν Προύσῃ δὲ ἐλαττόνων
8. ἢ δέκα. τὸ μὲν οὖν παρ’ ἡμῖν ἐν Ἀλλιανοῖς, (οὕτως
9. γὰρ ὀνομάζεται τὸ χωρίον,) ἑνὸς εἴδους ἐστὶν ὅλον, ἐκ μιᾶς
10. πηγῆς ἀνίσχον· ἐν δὲ τῷ τῆς Προύσης ἑτέρου καὶ ἄλλη
11. πηγὴ φαρμακώδους ὕδατος, ὥσπερ παρ’ ἡμῖν ἐν Λυκέτοις.
12. ὅσοι δὲ σφόδρα θερμὴν καὶ διακαῆ ἔχουσι κεφαλὴν, ἄμεινον
13. αὐτοῖς ὥρᾳ θέρους ἀλείφεσθαι ῥοδίνῳ, χωρὶς στυμμάτων
14. ἐκ μόνων ῥόδων γεγονότι· καὶ τούτου γε αὐτοῦ βέλτιόν
15. ἐστι τὸ καλούμενον ὀμφάκινόν τε καὶ ὠμοτριβὲς ἔλαιον,
16. ἐμβεβλημένων τῶν ῥόδων, καὶ πολύ γε βέλτιον, εἰ καὶ χωρὶς
17. ἁλῶν ἐσκευασμένον εἴη. τινὲς δὲ κεφαλαὶ διὰ τὴν τῶν
1. ἀρτηριῶν κρᾶσιν ἐν συμπτώμασι γίγνονται σκοτωματικοῖς τε
2. καὶ κεφαλαλγικοῖς, ἐφ’ ὧν καὶ ταῖς ἀρτηριοτομίαις χρώμεθα,
3. τῆς ὑγιεινῆς πραγματείας ἐκπεπτωκυίαις.

Cliquer un n° de page pour en afficher l’image