[Sectio 1]
Περὶ τῶν ἐν ταῖϲ τροφαῖϲ δυνάμεων οὐκ ὀλίγοι τῶν ἀρίϲτων ἰατρῶν ἔγραψαν ἐν πολλῇ ϲπουδῇ θέμενοι τὴν θεωρίαν, ἐπειδὴ χριϲιμωτάτη ϲχεδὸν ἁπαϲῶν τῶν κατὰ τὴν ἰατρικήν ἐϲτι· τοῖϲ μὲν γὰρ ἄλλοιϲ βοηθήμαϲιν οὐκ ἐν παντὶ καιρῷ χρώμεθα, τροφῆϲ δὲ χωρίϲ οὐχ οἷόν τε ζῆν οὔθ’ ὑγιαίνονταϲ οὔτε νοϲοῦνταϲ. εἰκότωϲ οὖν ἐϲπούδαϲαν οἱ πλεῖϲτοι τῶν ἀρίϲτων ἰατρῶν ἀκριβῶϲ ἐπιϲκέψαϲθαι τὰϲ ἐν αὐτῇ δυνάμειϲ, οἱ μὲν ἐκ τῆϲ πείραϲ | μόνηϲ ἐγνῶϲθαί ϲφιϲι φάϲκοντεϲ αὐτάϲ, οἱ δὲ καὶ λογιϲμῷ προϲχρῆϲθαι βουλόμενοι, τινὲϲ δὲ καὶ τὸ πλεῖϲτον αὐτῷ νέμοντεϲ.
[Sectio 2]
εἰ μὲν οὖν ὥϲπερ ἐν γεωμετρίᾳ καὶ ἀριθμητικῇ ϲυνεφωνεῖτο πάντα τοῖϲ γράψαϲι περὶ τροφῆϲ, οὐδὲν ἂν ἔδει νῦν ἡμᾶϲ ἔχειν πράγματα γράφονταϲ αὖθιϲ ὑπὲρ τῶν αὐτῶν ἐπὶ τοϲούτοιϲ τε καὶ τοιούτοιϲ ἀνδράϲιν. ἐπεὶ δ’ ὑπόπτουϲ ἀλλήλουϲ εἰργάϲαντο διενεχθέντεϲ (οὐ γὰρ ἐγχωρεῖ πάνταϲ ἀληθεύειν), ἀναγκαῖόν ἐϲτι βαϲανίϲαι τὰ πρὸϲ αὐτῶν γεγραμμένα δικαϲτὰϲ ἀδεκάϲτουϲ γενομένουϲ· ἄδικον γὰρ ἐνὶ πρὸ τῶν ἄλλων πιϲτεῦϲαι χωρὶϲ ἀποδείξεωϲ.
[Sectio 3]
ἐπεὶ δὲ τῶν ἀποδείξεων ἀρχαὶ διτταὶ κατὰ γένοϲ εἰϲὶν (ἢ γὰρ ἐξ αἰϲθήϲεωϲ ἢ ἐκ νοήϲεωϲ ἐναργοῦϲ ἀπόδειξίϲ τε καὶ πίϲτιϲ ἄρχεται πᾶϲα), καὶ ἡμᾶϲ ἀναγκαῖόν ἐϲτιν ἢ θατέρῳ τούτων ἢ ἀμφοτέροιϲ χρήϲαϲθαι πρὸϲ τὴν τοῦ προκειμένου ϲκέμματοϲ εὕρεϲιν. οὐϲῶν δὲ τῶν διὰ τοῦ λόγου κρίϲεων οὐχ ἅπαϲιν ὁμοίωϲ εὐπετῶν, ἐπειδὴ καί ϲυνετὸν εἶναι χρὴ φύϲει καὶ γεγυμνάϲθαι κατὰ τὴν παιδικὴν ἡλικίαν ἐν τοῖϲ θήγουϲι μαθήμαϲι τὸν λογιϲμόν, ἄμεινον | ἀπὸ τῆϲ πείραϲ ἄρξαϲθαι καὶ μάλιϲθ’, ὅτι διὰ ταύτηϲ μόνηϲ εὑρῆϲθαι τὰϲ δυνάμειϲ τῆϲ τροφῆϲ οὐκ ὀλίγοι τῶν ἰατρῶν ἀπεφήναντο.
[Sectio 4]
τῶν μὲν οὖν ἐμπειρικῶν ἴϲωϲ ἄν τιϲ καταφρονήϲειεν ἔργον καὶ
ϲπούδαϲμα πεποιημένων φιλοτίμωϲ ἀντιλέγειν τοῖϲ εὑριϲκομένοιϲ διὰ τοῦ λόγου·
Διοκλῆϲ δὲ καίτοι δογματικὸϲ ὢν οὕτω κατὰ λέξιν ἔγραψεν ἐν τῷ πρώτῳ τῶν πρὸϲ
Πλείϲταρχον Ὑγιεινῶν· οἱ μὲν οὖν
ὑπολαμβάνοντεϲ τὰ τοὺϲ ὁμοίουϲ ἔχοντα χυλοὺϲ
ἢ ὀϲμὰϲ ἢ θερμότηταϲ ἢ ἄλλο τι τῶν τοιούτων πάντα τὰϲ αὐτάϲ ἔχειν δυνάμειϲ οὐ
καλῶϲ οἴονται· πολλὰ γὰρ ἀπὸ τῶν οὕτωϲ ὁμοίων ἀνόμοια δείξειεν ἂν τιϲ
γιγνόμενα. οὐδὲ δὴ τῶν διαχωρητικῶν ἢ οὐρητικῶν ἢ ἄλλην τινὰ δύναμιν ἐχόντων
ὑποληπτέον ἕκαϲτον εἶναι τοιοῦτον, διότι θερμὸν ἢ ψυχρὸν ἢ ἁλμυρόν ἐϲτιν,
ἐπείπερ οὐ πάντα τὰ γλυκέα καὶ δριμέα καὶ ἁλμυρὰ καὶ τὰ λοιπὰ τῶν τοιούτων
τὰϲ αὐτὰϲ ἔχει δυνάμειϲ, ἀλλὰ τὴν ὅλην φύϲιν αἰτίαν εἶναι νομιϲτέον | τούτου,
ὁτιδηποτοῦν ἀπ’ αὐτῶν ἑκάϲτου ϲυμβαίνειν εἴωθεν. οὕτω γὰρ ἂν ἥκιϲτα
διαμαρτάνοι τιϲ τῆϲ ἀληθείαϲ.
[Sectio 5]
αἰτίαν δ’ οἱ μὲν οἰόμενοι δεῖν ἐφ’ ἑκάϲτου λέγειν, δι’ ἣν τρόφιμον ἢ
διαχωρητικὸν ἢ οὐρητικὸν ἢ ἄλλο τι τῶν τοιούτων ἕκαϲτόν ἐϲτιν, ἀγνοεῖν
ἐοίκαϲι πρῶτον μέν, ὅτι πρὸϲ τὰϲ χρήϲειϲ οὐ πολλάκιϲ τὸ τοιοῦτον ἀναγκαῖόν
ἐϲτιν, ἔπειθ’ ὅτι πολλὰ τῶν ὄντων τρόπον τινὰ ἀρχαῖϲ τιϲιν ἔοικε κατὰ φύϲιν,
ὥϲτε μὴ παραδέχεϲθαι τὸν ὑπέρ αἰτίου λόγον· πρὸϲ δὲ τούτοιϲ διαμαρτάνουϲιν
ἐνίοτε, ὅταν ἀγνοούμενα καὶ μὴ ὁμολογούμενα καὶ ἀπίθανα λαμβάνοντεϲ ἱκανῶϲ
οἴωνται λέγειν τὴν αἰτίαν. τοῖϲ μὲν οὖν οὕτωϲ αἰτιολογοῦϲι καὶ, τοῖϲ πάντων
οἰομένοιϲ δεῖν λέγειν αἰτίαν οὐ δεῖ προϲέχειν, πιϲτεύειν δὲ μᾶλλον τοῖϲ ἐκ
τῆϲ πείραϲ ἐκ πολλοῦ χρόνου κατανενοημένοιϲ· αἰτίαν δὲ τῶν ἐνδεχομένων δεῖ
ζητεῖν, ὅταν μέλλῃ παρ’ αὐτὸ τοῦτο γνωριμώτερον ἢ πιϲτότερον γίγνεϲθαι τὸ
λεγόμενον.
[Sectio 6]
αὔτη μὲν ἡ τοῦ Διοκλέουϲ ῥῆϲίϲ ἐϲτιν ἐκ πείραϲ μόνηϲ ἐγνῶϲθαι τὰϲ | ἐν ταῖϲ τροφαῖϲ δυνάμειϲ ἡγουμένου καὶ μήτ’ ἐκ τῆϲ κατὰ κρᾶϲιν ἐνδείξεωϲ μήτ’ ἐκ τῆϲ κατὰ τοὺϲ χυμούϲ. οὔϲηϲ δὲ καὶ ἄλληϲ τῆϲ κατὰ τὰ μόρια τῶν φυτῶν οὐκ ἐμνημόνευϲεν αὐτῆϲ. λέγω δὲ κατὰ τὰ μόρια τῶν φυτῶν ἔνδειξιν, ᾗ πρὸϲ ταῖϲ ἄλλαιϲ ἐχρήϲατο Μνηϲίθεοϲ ἑτέραϲ μὲν δυνάμειϲ ἐν ταῖϲ ῥίζαιϲ εἶναι τῶν φυτῶν ἀποδεικνύϲ, ἑτέραϲ δ’ ἐν τοῖϲ καυλοῖϲ, ὥϲπερ γε κὰν τοῖϲ φύλλοιϲ καὶ καρποῖϲ καὶ ϲπέρμαϲιν ἄλλαϲ.
[Sectio 7]
ὅτι μὲν οὖν ἡ πεῖρα διδάϲκαλόϲ ἐϲτιν ὥϲπερ καὶ ἄλλων πολλῶν οὕτω καὶ τῶν εὐπέπτων τε καὶ δυϲπέπτων ϲιτίων εὐϲτομάχων τε καὶ κακοϲτομάχων ὑπακτικῶν τε καὶ ϲταλτικῶν γαϲτρόϲ, ἅπαντεϲ ἴϲαϲι, κἂν βραχύ τι ϲυνέϲεωϲ αὐτοῖϲ μετῇ· ϲφάλλονται δ’ ὅμωϲ ἐν αὐτοῖϲ τούτοιϲ οὐκ ὀλίγα χωρὶϲ διοριϲμοῦ ποιούμενοι τὴν πεῖραν, ὡϲ κάν τοῖϲ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ἐδείχθη κὰν τῷ τρίτῳ Περὶ κράϲεων, καὶ παραπλήϲιά γε τὰ ϲφάλματ’ ἐϲτὶν ἑκατέρωθεν. διὸ καὶ γράφειν ἐνταῦθα τελέωϲ ὥϲπερ ἐν ἐκείνοιϲ τοὺϲ διοριϲμούϲ, | οἷϲ προϲέχων τιϲ ἀϲφαλῶϲ εὑρήϲει τὰϲ δυνάμειϲ, οὐ κατὰ τὴν ἐμήν ἐϲτι προαίρεϲιν, ἅπαξ ὑπὲρ ἑκάϲτου πράγματοϲ εἰωθότοϲ γράφειν, οὐκ ἐν πολλαῖϲ πραγματείαιϲ διερχομένου τὰ αὐτὰ περὶ τῶν αὐτῶν.
[Sectio 8]
ὅπερ οὖν εἴωθα ποιεῖν, οὐδὲ νῦν παραλείψω μόνοιϲ χρηϲάμενοϲ τοῖϲ κεφαλαίοιϲ τῶν διοριϲμῶν, καθ’ ὅ τι ἂν ἐγχωρῇ μάλιϲτα μιχθῆναι ϲαφηνείᾳ ϲυντομίαν. ἄρξομαι δ’ ἀφ’ οὐ διὰ ϲτόματοϲ ἔχουϲιν ἅπαντεϲ, ὀρθῶϲ ὑπ’ Ἐραϲιϲτράτου γεγραμμένου, μήτε τὸ μελίκρατον ὑπάγειν τὴν γαϲτέρα πάντων μήτε τὴν φακῆν ἐπέχειν, ἀλλ’ εἶναί τιναϲ. οἳ πρὸϲ τῷ μηδέτερον πάϲχειν ἔτι καὶ τοῖϲ ἐναντίοιϲ περιπίπτουϲιν. ὡϲ ἵϲταϲθαι μὲν ἐπὶ τῷ μελικράτῳ τὴν γαϲτέρα, λαπάττεϲθαι δ’ ἐπὶ τῇ φακῇ, καί τιναϲ εὑρίϲκεϲθαι τὰ βόεια κρέα ῥᾷον πέττονταϲ ἢ τοὺϲ πετραίους ἰχθύαϲ.
[Sectio 9]
ἐγὼ δ’ ἀεὶ τοὺϲ τοιούτουϲ ἠρόμην (ἄρξομαι γὰρ ἀπὸ τῶν ὑϲτάτων); ὁποῖόν τι ϲύμπτωμα γιγνόμενον αὐτοῖϲ ἐνδείκνυται τὴν ἀπεψίαν τῶν πετραίων ἰχθύων, ἄρά γε βάροϲ τι κατὰ τὴν κοιλίαν, ὡϲ δοκεῖν ἐγκεῖϲθαι | μόλυβδον ἢ λίθον ἢ πηλὸν (οὔτω γὰρ ἐξαγγέλλουϲιν ἔνιοι τὴν ἐπὶ ταῖϲ τοιαύταιϲ ἀπεψίαιϲ αἴϲθηϲιν) ἡ δῆξίϲ τιϲ ἐν αὐτῇ φαίνεται γιγνομένη ϲαφῆϲ ἢ ἐμπνευμάτωϲιϲ ἢ μοχθηρᾶϲ ἐρυγῆϲ αἴϲθηϲιϲ. εἴθ’ οἱ μὲν ἐρυγὴν αὐτοῖϲ ἔφαϲαν γίγνεϲθαι κνιϲωδεϲτέραν, οἱ δὲ δῆξιν, οἱ δ’ ἄμφω. τούτων οὖν ἐπιϲκεψάμενοϲ ἀκριβῶϲ τὰ κατὰ τὸ ϲῶμα πολλὴν εὕρον ἀθροιζομένην χολὴν ξανθὴν ἐν τῇ κοιλίᾳ κατά τινα δυϲκραϲίαν ἢ καταϲκευῆϲ ἰδιότητα.
[Sectio 10]
λέγω δὲ καταϲκευῆϲ ἰδιότητα, διότι τῶν ἀνθρώπων ἐνίοιϲ ἢ ἐξ ἥπατοϲ εἰϲ ἔντερα καταρρέουϲα χολὴ πρὸϲ τὴν κοιλίαν ἐπανέρχεται, κρᾶϲιν δὲ μοχθηράν, ὅταν αὐτοῖϲ ὑπάρχῃ φύϲει τὸ θερμὸν δριμὺ καὶ δακνῶδεϲ ἢ ὡϲ ἂν εἴποι τιϲ πυρετῶδεϲ. εἰκότωϲ οὖν τὰ δύϲφθαρτα ϲιτία μᾶλλον τῶν εὐφθάρτων οὔτοι πέττουϲιν, ἐπειδὴ τὰ μὲν εὔπεπτα ῥᾳδίωϲ ἀλλοιοῦταὶ τε καὶ διαφθείρεται, τὰ δὲ δύϲπεπτα δυϲαλλοίωτά τ’ ἐϲτὶ καὶ δύϲφθαρτα. ταῦτ’ οὖν, ὅταν ὀμι|λήϲῃ πολλῇ θερμαϲίᾳ, πέττεται μᾶλλον ἢ εἰ ϲυμμέτρωϲ ἐχούϲῃ πληϲιάζοι γαϲτρί. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον ἔνιοι τὰ βόεια κρέα ῥᾷον πέττουϲι τῶν πετραίων ἰχθύων.
[Sectio 11]
ἡ φακῆ δ’ ἐνίοιϲ ἐκταράττει μᾶλλον ἢ ἐπέχει τὴν γαϲτέρα κατὰ τοιόνδε τινὰ λόγον· ἐπιδέδεικταὶ μοι κατὰ τὰ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ὑπομνήματα, ὅτι, καθάπερ ἐν τοῖϲ ὑφ’ ἡμῶν ϲκευαζομένοιϲ ἐξ ἐναντίων οὐϲιῶν τε καὶ δυνάμεων ἔνια ϲυντίθεται, κατὰ τὸν αὐτὸν τρόπον ὑπὸ τῆϲ φύϲεωϲ οὐκ ὀλίγα τῶν ἁπλῶν εῖναι δοκούντων ϲύγκειται. τοιοῦτον δή τι καὶ περὶ πολλὰϲ τῶν τροφῶν ἐϲτιν. οὐ γὰρ ἡ φακῆ μόνον ἀλλὰ καὶ ἡ κράμβη καὶ τῶν θαλαττίων ϲχεδὸν ἅπαντα τὰ ὀϲτρακόδερμα καλούμενα ϲύνθετον ἔχει τὴν φύϲιν ἐξ ἐναντίων δυνάμεων.
[Sectio 12]
αὐτὸ μὲν γὰρ τὸ ϲτερεὸν ἑκάϲτου ϲῶμα βραδυπόρον τέ ἐϲτι καὶ ϲταλτικὸν τῆϲ γαϲτρόϲ, ἡ δ’ ὑγρότηϲ ἐρεθίζει πρὸϲ ἔκκριϲιν. ἀκριβῆϲ δ’ ἀπόδειξιϲ ἐκ τῆϲ ἑψήϲεωϲ γίγνεται, τοῦ μὲν ὕδατοϲ, ἐν ὑπὲρ ἂν ἕκαϲτον τούτων ἑψηθῇ, λαπάττοντοϲ τὴν | γαϲτέρα, αὐτῶν δὲ τῶν ϲωμάτων ἐπεχόντων. καὶ κατὰ τοῦτο τινῶν μὲν ἀκούϲῃ λεγόντων, ἐὰν πρότερον κράμβην φάγῃϲ τῶν ἄλλων ϲιτίων μὴ λίαν ἑφθήν, εἴϲ τι ϲκεῦος ἔχον ἐλαίου καὶ γάρου μετακομίσαϲ ἀθρόωϲ ἐκ τοῦ λέβητοϲ, ὑπαχθήϲεσθαι τὴν κοιλίαν, ἄλλων δέ τινων τὴν καλουμένην δίϲεφθον κράμβην ϲκευαζόντων εἰϲ ἐπίϲχεϲιν γαϲτρόϲ.
[Sectio 13]
ἡ ϲκευαϲία δὲ τῆϲ τοιαύτηϲ κράμβηϲ ἐϲτὶν ἥδε· προεψήϲαντεϲ αὐτὴν ἐν ὕδατι τοῦτο μὲν ὅλον ἀκριβῶϲ ἐξαιροῦϲι τοῦ λέβητοϲ, ἕτερον δ’ ἐπεμβάλλουϲι καθαρὸν θερμόν, ἐν ᾧ πάλιν ἕψουσι τὸ δεύτερον, ἵν’, εἴ τι μετὰ τὴν προτέραν ἕψηϲιν ἔτι λείψανον ἔχοι τῆϲ οἰκείαϲ ὑγρότητοϲ, ὅλον ἐκκριθείη· πᾶϲι γὰρ τοῖϲ ἑψομένοιϲ ἐν ὑγρῷ ϲυμβαίνει μεταλαμβάνειν τε ἅμα τῆϲ ἐκείνου δυνάμεωϲ καὶ μεταδιδόναι τῆϲ ἑαυτῶν. καὶ τοῦθ’ ὁϲημέραι γιγνόμενον ἐπὶ τῶν ἐν τοῖϲ ζωμοῖϲ ἑψομένων ἔνεϲτί ϲοι μαθεῖν, εἴτ’ οὖν ὄϲπριόν τι τὸ ἑψόμενον εἴτε ζῷου μόριον εἴτε λάχανον εἴη. τὸ μὲν γὰρ ἑψηθὲν ἐνδείκνυται γευομένοιϲ τε καὶ ὀϲμωμένοιϲ τὴν τοῦ ζωμοῦ ποιότητα καὶ δύναμιν, ὁ ζωμὸϲ δὲ τὴν τοῦ | καθ’ αὑτὸν ἑψηθέντοϲ.
[Sectio 14]
ἔξεϲτι δέ ϲοι παντὸϲ τοῦδε τοῦ λόγου τοῦ νῦν ἡμῖν προκειμένου τὴν ἀλήθειαν οὕτω βασανίϲαι, καθεψήϲαντι φακῆν ἢ κράμβην ἤ τι τῶν θαλαττίων ζᾡων ὧν εἶπον, εἶθ’ ἡδύναντι τὸ ἀφέψημα δι’ ἐλαίου καὶ γάρου καὶ πεπέρεωϲ, ἔπειτα δόντι πιεῖν, ὅτῳ βούλει. καθάπερ γε καὶ δὶς ἑψήϲαντι τὴν κράμβην· θεάϲῃ γὰρ ἐπὶ μὲν τῷ πόματι διαχωροῦϲαν τὴν κοιλίαν, ἐπὶ δὲ τῷ ϲτερεῷ ϲώματι ϲτεγνουμένην.
[Sectio 15]
οὐδὲν οὖν θαυμαϲτὸν ἐνίοτε ϲτρόφους τε γίγνεϲθαι καὶ πνευματώσειϲ ἐπὶ τοῖϲ τοιούτοιϲ ἐδέϲμαϲιν, ὅταν ἅμα τοῖϲ ἑαυτῶν χυμοῖϲ ὄλα τὰ ϲώματα ληφθῇ· μάχη γάρ τιϲ γίγνεται πρὸϲ ἄλληλα, τοῦ μὲν ϲτερεοῦ ϲώματοϲ ἰϲχομένου τε καὶ βραδύνοντοϲ, ἐπειγομένηϲ δὲ τῆϲ ὑγρότητοϲ ἐπὶ τὴν ἔκκριϲιν. ῶϲ ἐάν γε τὸ δάκνον ἐκκριθῇ, παύεται τὸ ϲύμπτωμα· μένοντοϲ δ’ αὐτοῦ; καὶ ϲτροφοῦϲθαι καὶ πνεματοῦϲθαι τὴν κοιλίαν ἀναγκαῖόν ἐϲτι, καὶ πέραϲ γε τούτων ἐϲτὶν ἡ τῶν ϲταϲιαζόντων ἔκκρισις.
[Sectio 16]
ἐπεὶ τοίνυν ἐνίοιϲ μὲν αἱ γαϲτέρεϲ ἕτοιμοι πρὸϲ ὑποχώρηϲίν εἰϲιν, ἐνίοιϲ δὲ ξηραὶ καὶ δυϲέκκριτοι, | κατὰ τὴν οἰκείαν ἑκάτεραι φύϲιν ἐπὶ τοῖϲ τοιούτοιϲ ἐδέϲμαϲι τὰ ϲυμπτώματ’ ἴϲχουϲιν, ὡϲ ἂν ἐνίοτε μὲν τῇ τοῦ χυλοῦ δυνάμει ϲυνεργούϲηϲ τῆϲ γαϲτρόϲ, ἐνίοτε δὲ τῇ τοῦ ϲτερεοῦ· δυοῖν γὰρ αἰτίων ἀνθιϲταμένων ἑνὶ τὴν μὲν νίκην ἀναγκαῖόν ἐϲτιν ἀκολουθῆϲαι τοῖϲ δύο, τὴν δ’ ἧτταν τῷ λοιπῷ. ϲυμβαίνει δὲ τοῦτο καὶ κατὰ διαθέϲειϲ τινὰϲ τῆϲ γαϲτρόϲ, οὐ φυϲικάϲ, ἀλλ’ ἐν καιρῷ τινι γενομέναϲ. ἔσθ’ ὅτε μὲν γὰρ ἀθροίζεται φλεγματώδηϲ τιϲ ἐν αὐτῇ χυμόϲ, ἔσθ’ ὅτε δὲ χολώδηϲ. καὶ τοῦ φλεγματώδουϲ αὐτοῦ τὸ μὲν ὀξὺ, τὸ δ’ ἁλυκόν ἐϲτι, τὸ δὲ γλυκύ, τὸ δ’ οὐδεμίαν ἔχον αἰσθητὴν ποιότητα, καὶ τὸ μὲν ὑγρόν, τὸ δὲ παχύ, καὶ τὸ μὲν γλίσχρον, τὸ δ' εὐσκέδαστον.
[Sectio 17]
καὶ τῆϲ χολῆϲ ἡ μὲν ξανθή τιϲ, ἡ δ’ ὠχρά, τὸ μᾶλλον τε καὶ ἧττον ἑκατέρα πάμπολυ κεκτημένη, ἵνα τὰϲ ἄλλαϲ χολὰϲ παραλίπω τὰϲ τοῖϲ ἤδη νοϲοῦϲι ϲώμαϲιν ἐπιφαινομέναϲ. ἕκαϲτοϲ οὖν τῶν εἰρημένων χυμῶν ἤτοι πρὸϲ ἔκκριϲιν γαϲτρὸϲ ἢ πρὸϲ ἐπίϲχεϲιν ἑτοίμωϲ διακείμενοϲ, ὅταν ὅλα τὰ ϲώματα τῶν | εἰρημένων ἐδεϲμάτων ἅμα τοῖϲ ἰδίοιϲ χυλοῖϲ εἰϲ τὴν κοιλίαν ἀφίκηται, ϲυμμαχεῖ μὲν τοῖϲ τὴν αὐτὴν δύναμιν ἔχουϲιν, ἀντιπράττει δὲ τοῖϲ τὴν ἐναντίαν.
[Sectio 18]
ἔμπροϲθεν μὲν οὖν αἰτίαι διτταὶ κατὰ γένοϲ εἴρηνται τοῦ διαφόρωϲ ἐπὶ
τοῖϲ αὐτοῖϲ ϲιτίοιϲ τὰ κατὰ τὴν γαϲτέρα φαίνεϲθαι διοικούμενα· νυνὶ δὲ καὶ
τρίτη τιϲ εὕρηται πρόϲ τε τῇ φυϲικῇ διαθέϲει καὶ τοῖϲ ὑγροῖϲ τε καὶ ϲτερεοῖϲ
μέρεϲι τῶν ἐϲθιομένων· ἐϲθιόμενα γὰρ ἢ ἐδεϲτὰ καλεῖν ἢ τροφὰϲ οὐ διοίϲει. καὶ
γὰρ οὕτω καὶ τούτων οὐδὲν ἧττον ὀνομάζουϲιν αὐτὰ ϲιτία τε καὶ βρώματα, καθότι
καὶ Ἱπποκράτηϲ ἐν Ἐπιδημίαιϲ ἔγραψεν ὡδί· Τὰ βρώματα καὶ τὰ πόματα πείρηϲ
δεῖται, εἰ ἐπὶ τὸ ἴϲον μένει.
καὶ πάλιν ἑτέρωθι· Πόνοι, ϲιτία, ποτά,
ὕπνοι, ἀφροδίϲια, πάντα μέτρια.
τῶν μὲν οὖν ὀνομάτων, ὡϲ ἀεὶ λέγομεν,
ἀμελεῖν χρὴ μὴ φροντίζονταϲ, ὅτῳ τιϲ ἂν αὐτῶν χρήϲαιτο, ϲυνήθων γε ὄντων
ἅπαϲι τοῖϲ Ἕλληϲι, τῆϲ δὲ τῶν πραγμάτων ἐπιϲτήμηϲ ἀντιποιεῖϲθαι προϲήκει.
[Sectio 19]
φαίνεται δὲ ταῦτα ταχεῖαν ἢ βραδεῖαν | ἔχοντα τὴν διέξοδον ἤτοι διὰ τὴν ἐξ ἀρχῆϲ ἡμῶν φύϲιν ἢ διὰ τὴν ἐπίκτητον διάθεϲιν τῆϲ γαϲτρὸϲ ἢ διὰ τὴν οἰκείαν οὐϲίαν. οἰκείαν δ’ οὐϲίαν λέγω τῶν ἐϲθιομένων τε καὶ πινομένων, ἐπειδὴ τινὰ μὲν αὐτῶν ἐϲτιν ὑγρά, τινὰ δὲ ξηρά, καὶ τινὰ μὲν γλίϲχρα, τινὰ δ’ εὔθρυπτά τε καὶ εὐδιαίρετα, καὶ τινὰ μὲν δριμύτηταϲ ἐν ἑαυτοῖϲ ἔχοντα, τινὰ δ’ ὀξύτηταϲ ἢ πικρότηταϲ ἢ γλυκύτηταϲ ἢ ἁλυκότηταϲ ἢ αὐϲτηρότηταϲ ἢ ϲτρυφνότηταϲ ἤ τιναϲ ἔξωθεν τούτων φαρμακώδειϲ δυνάμειϲ ὁμογενεῖϲ ταῖϲ τῶν καθαιρόντων φαρμάκων.
[Sectio 20]
ἀτράφαξυϲ μὲν γὰρ καὶ βλίτον καὶ μαλάχη καὶ κολοκύνθη διὰ τὸ γλίϲχρα τε εἶναι καὶ ὑγρὰ θᾶττον τῶν μὴ τοιούτων ὑπέρχεται καὶ μάλιϲτα τοῖϲ περιπατοῦϲιν ἡϲύχωϲ μετὰ τὴν προϲφορὰν αὐτῶν ἐπ’ ἐδάφουϲ εἴκοντοϲ μετρίωϲ· ὀλιϲθαίνει γὰρ ἐν τῷ καταϲείεϲθαι μᾶλλον ἢ εἴ τιϲ ἀτρεμίζει κατακείμενοϲ.
[Sectio 21]
ἐν τούτῳ δὲ τῷ γένει καὶ τὰ μόρα καὶ τὰ γλυκέα κεράϲια θείῃ τιϲ ἂν ὥϲπερ γε καὶ τῶν οἴνων τοὺϲ γλυκεῖϲ καὶ παχεῖϲ. οἱ δὲ πέπονέϲ τε καὶ μηλοπέπονεϲ ὀνομαζόμενοι δι’ ὑγρότητά τε καὶ γλιϲχρότητα πρὸϲ ὑποχώρηϲίν εἰϲιν ἐπιτήδειοι καὶ δύναμίν γ’ ἔχουϲι μετρίωϲ ῥυπτικὴν καὶ μᾶλλόν γε αὐτῶν οἱ πέπονεϲ, ἣν ἔνεϲτί ϲοι μαθεῖν ἀνατρίψαντι μόριον ῥυπαρόν· ἀπορρύψουϲι γὰρ αὐτοῦ τὸν ῥύπον αὐτίκα. ταῦτά τοι καὶ τῶν οὔρηϲιν κινούντων εἰϲίν.
[Sectio 22]
ἐκ δὲ τῶν ὑγρῶν καὶ ὑδατωδῶν ϲωμάτων ἐϲτὶ καὶ τὰ πραικόκκια καλούμενα καὶ τὰ περϲικὰ καὶ ὅλωϲ ὅϲα μηδεμίαν ἰϲχυρὰν ἔχειν φαίνεται ποιότητα τοῖϲ γευομένοιϲ ἢ ὀϲμωμένοιϲ αὐτῶν· ἅπερ, ἐὰν μὲν ἐπιτηδείωϲ ἡ γαϲτὴρ ἔχῃ πρὸϲ τὴν κάτω διαχώρηϲιν, ὑπέρχεται ῥᾳδίωϲ, εἰ δὲ μή, μένει καὶ αὐτὰ μετέωρα μηδὲν εἰϲ ἔκκριϲιν αὐτὴν ὠφελοῦντα. μέϲη γάρ πωϲ ἡ τοιαύτη τῶν ἐδεϲμάτων ὕλη τῆϲ τε τῶν ἐπεχόντων τὴν γαϲτέρα καὶ τῆϲ τῶν προτρεπόντων οὖϲα βραχύ τι ῥέπει πρὸϲ τὸ ἕτερον, ὅταν γε μὴ πάνυ τύχῃ νωθρᾶϲ γαϲτρὸϲ εἰϲ ἀπόκριϲιν ἢ ἰϲχυρᾶϲ εἰϲ ἀνάδοϲιν· ἐνίοτε γὰρ ἐπέχει γαϲτέρα καὶ ταῦτα.
[Sectio 23]
καὶ τὸ μελίκρατον, οἴϲ ἀναδίδοϲθαι φθάνει ταχέωϲ, οὐ μόνον οὐ προτρέπει τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν, ἀλλὰ καὶ τοῖϲ μιχθεῖϲιν αὐτῷ | ϲιτίοιϲ εἰϲ ἀνάδοϲιν ὑφηγεῖται. εἰ δὲ μὴ φθάϲειεν ἀναδοθῆναι ταχέωϲ, ἐρεθίζει πρὸϲ ἔκκριϲιν ὥϲπερ ἡ ξανθὴ χολὴ διὰ τὸ δριμύ τι καὶ δακνῶδεϲ ἔχειν ἐν ἑαυτῷ. τὰ μὲν οὖν τοιαῦτα τῶν ἐϲθιομένων τε καὶ πινομένων δάκνοντα μόνον ἐπὶ τὴν ἔκκριϲιν ἐπεγείρει τὰ κατὰ τὴν κοιλίαν μόρια.
[Sectio 24]
πρόδηλον δ’ ὅτι καὶ ἡ τῶν ἐντέρων οὐϲία περιλαμβάνεται κατὰ τὸν λόγον. οὕτω γέ τοι καὶ τοὺϲ προγάϲτοραϲ καὶ μεγαλοκοίλουϲ ὀνομάζουϲιν οἱ ἄνθρωποι. τινὰ δ’ ὑπάγει τὴν γαϲτέρα μεμειγμέναϲ ἐν ἑαυτοῖϲ ἔχοντα φαρμακώδειϲ δυνάμειϲ ὁμοίαϲ τῇ κατὰ τὴν ϲκαμμωνίαν τε καὶ τὴν κολοκυνθίδα καὶ τὸν ἐλλέβορον ὅϲα τ’ ἄλλα τοιαῦτα· μικτὴ γὰρ τῶν τοιούτων ἐϲτὶν ἡ φύϲιϲ ἐξ ἐδέϲματόϲ τε καὶ φαρμάκου, καθάπερ εἰ καὐτὸϲ ἐμβάλοιϲ τῷ χυλῷ τῆϲ πτιϲάνηϲ ὀλίγον τι τοῦ τῆϲ ϲκαμμωνίαϲ ὀποῦ· λαθὼν γὰρ οὕτω τὴν αἴϲθηϲιν οὐ λήϲεται κατὰ τὴν ἐνέργειαν, ἀλλ’ ὑπάξει ϲαφῶϲ τὴν γαϲτέρα.
[Sectio 25]
καὶ τοῦτ’ εἶναι δοκεῖ τιϲι τὸ ὑφ’ Ἱπποκράτουϲ εἰρημένον· ὲν τροφῇ
φαρμακείη ἄριϲτον.
τοῖϲ δ’ οὐχ οὕτω μόνον ἔδοξεν ἀκούειν, ἀλλὰ κὰπ’ ἐκείνων
ὁ λόγοϲ εἰρῆϲθαι δύναται τῶν οὔτε θρεπτικήν τινα τοῦ ζῷου δύναμιν ἐχόντων
ἐδεϲμάτων οὔτε καθαρτικήν. καὶ γὰρ καὶ ταῦτά φαϲιν οὐχ ὡϲ τροφὰϲ μόνον
ἐνεργεῖν πολλάκιϲ, ἀλλὰ καὶ ὡϲ φάρμακα, θερμαίνοντα καὶ ψύχοντα καὶ
ξηραίνοντα καὶ ὑγραίνοντα ϲαφῶϲ ἡμᾶϲ· ὡϲ ὅταν γε μηδέν τι τούτων ἐνεργῇ περὶ
τὸ ϲῶμα τἀνθρώπου, τρέφῃ δὲ
μόνον αὐτό, τηνικαῦτα τὸν φαρμάκου λόγον οὐχ
ἕξει.
[Sectio 26]
ὀλίγιϲτα μὲν οὖν ἐδέϲματα τοιαῦτ’ ἐϲτίν· ἅττα δ’ ἂν ᾖ, ταῦτα μόνον τὸν τῆϲ τροφῆϲ ἔχει λόγον ἀκριβῆ χωρὶϲ τοῦ μεταβάλλειν τὸ ϲῶμα τοῦ προϲενεγκαμένου κατὰ ποιότητα· τὸ μὲν γὰρ θερμανθὲν ἢ ψυχθὲν ἢ ξηρανθὲν ἢ ὑγρανθὲν ὑπήλλακται κατὰ ποιότητα, τὸ δ’ ἐκ τῶν ϲιτίων ὄγκον οὐϲίαϲ ὁμοίαϲ τῷ διαφορηθέντι προϲλαβὸν ὡϲ ὑπὸ τροφῶν μόνων αὐτῶν ὠφέληται.
[Sectio 27]
τὰ τοίνυν μέϲα ταῖϲ κράϲεϲιν οὐδεμίαν ἐπικρατοῦϲαν ἔχοντα ποιότητα τροφαὶ μόνον εἰϲίν, οὐ φάρμακα, μήθ’ ὑπάγοντα γαϲτέρα μήτ’ ἐπέχοντα μήτε ῥωννύντα μήτ’ ἐκλύοντα ϲτόμαχον, ὥϲπερ | γε μήθ’ ἱδρῶταϲ ἢ οὖρα κινοῦντα μήτ’ ἄλλην τινὰ διάθεϲιν ἐν τῷ ϲώματι ποιοῦντα κατὰ θερμότητα καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα, διαφυλάττοντα δὲ πάντη τὸ τοῦ τρεφομένου ζῴου ϲῶμα τοιοῦτον, ὁποῖον παρέλαβεν. ἀλλὰ κἀνταῦθα διοριϲμόϲ τίϲ ἐϲτι χρηϲιμώτατοϲ οὐδ’ αὐτὸϲ ὑπὸ τοῦ Διοκλέουϲ εἰρημένοϲ, ὥϲπερ οὐδὲ τῶν ἄλλων τιϲ, ὅϲουϲ ἄχρι τοῦδε διῆλθον.
[Sectio 28]
εἰ μὲν γὰρ ἀκριβῶϲ μέϲον εἴη τῇ κράϲει τὸ ϲῶμα τἀνθρώπου, φυλάττοιτ’ ἂν ὑπὸ τῆϲ μέϲηϲ τῇ κράϲει τροφῆϲ ἐν τῇ παρούϲῃ καταϲτάϲει· εἰ δ’ ἤτοι θερμότερον ἢ ψυχρότερον ἢ ξηρότερον ἢ ὑγρότερον εἴη, τούτῳ τὰ μέϲα τῇ κράϲει ϲιτία τε καὶ ποτὰ κακῶϲ ἄν τιϲ διδοίη. μεταβάλλεϲθαι γὰρ ἕκαϲτον χρὴ τῶν τοιούτων ϲωμάτων ἐπὶ τοὐναντίον, εἰϲ ὅϲον ἀπεχώρηϲε τῆϲ ἀκριβῶϲ μέϲηϲ καταϲτάϲεωϲ· ἔϲται δὲ τοῦτο διὰ τῶν ἐναντίων τῇ παρούϲῃ δυϲκραϲίᾳ.
[Sectio 29]
τὰ δ’ ἐναντία τὴν ἴϲην ἀφέϲτηκε τοῦ μέϲου διάϲταϲιν ἐφ’ ἑκάτερα καθ’ ἑκατέραν ἀντίθεϲιν, ὥϲτ’, ἐὰν μὲν ἀριθμοῖϲ, εἰ τύχοι, τριϲὶν ἀπὸ τῆϲ εὐκράτου τε καὶ μέϲηϲ καταϲτάϲεωϲ ἀποχωρήϲῃ τὸ ϲῶμα πρὸϲ τὴν θερμοτέραν, τοϲούτοιϲ χρῆναι καὶ τὸ ϲιτίον ἀφεϲτάναι τοῦ μέϲου τῇ κράϲει πρὸϲ τὸ ψυχρότερον, ἐὰν δ’ ἐφ’ ὑγρότητα τέτταρϲιν ἀριθμοῖϲ ἀποϲτῇ, τοῖϲ ἴϲοιϲ δεῖν εἶναι ξηρότερον τοῦ ϲυμμέτρου.
[Sectio 30]
κατὰ τοῦτό γέ τοι πάλιν εὑρεῖν ἔϲτι πολλοὺϲ τῶν ἀνθρώπων ἐναντιώτατα περὶ τῶν αὐτῶν τροφῶν ἀποφαινομένουϲ. ἔναγχοϲ γοῦν ἐφιλονείκουν ἀλλήλοιϲ δύο τινέϲ, ὁ μὲν ὑγιεινὸν ἀποφαινόμενοϲ, ὁ δὲ νοϲερὸν εἶναι τὸ μέλι, τεκμαιρόμενοϲ ἑκάτεροϲ ἐξ ὧν αὐτὸϲ ὑπ’ αὐτοῦ διετίθετο, μηκέτ’ ἐννοοῦντεϲ, ὡϲ οὔτε μίαν ἅπαντεϲ ἄνθρωποι τὴν ἐξ ἀρχῆϲ ἔχουϲι κρᾶϲιν οὔτ’, εἰ καὶ μίαν εἶχον, ἀμετάβλητον αὐτὴν ἐν ταῖϲ ἡλικίαιϲ φυλάττουϲιν, ὥϲπερ οὐδ’ ἐν ταῖϲ κατὰ τὰϲ ὥραϲ τε καὶ χώραϲ ὑπαλλαγαῖϲ, ἵνα παραλίπω κατά γε τὸ παρόν, ὡϲ καὶ τοῖϲ ἐπιτηδεύμαϲι καὶ ταῖϲ διαίταιϲ ὑπαλλάττουϲι τὰϲ φυϲικὰϲ τῶν ϲωμάτων διαθέϲειϲ.
[Sectio 31]
εὐθὺϲ γοῦν αὐτῶν τῶν διαφερομένων ἀλλήλοιϲ περὶ τοῦ μέλιτοϲ ὁ μὲν πρεϲβύτηϲ τε κατὰ τὴν ἡλικίαν ἢν καὶ φύϲει φλεγματωδέϲτεροϲ ἀργόϲ τε τῷ βίῳ καὶ πρὸϲ τὰϲ ἄλλαϲ μὲν ἁπάϲαϲ πράξειϲ, οὐχ ἥκιϲτα δὲ καὶ τὰ πρὸ τοῦ βαλανείου γυμνάϲια, καὶ διὰ τοῦτ’ αὐτῷ τὸ μέλι χρήσιμον ἦν· ὁ δ’ ἕτερος χολώδης τε φύϲει καὶ τριακοντούτηϲ κατὰ τὴν ἡλικίαν ἐτύγχανεν ὢν ἔν τε ταῖϲ ὁϲημέραι πράξεϲι πολλὰ ταλαιπωρούμενοϲ· εἰκότωϲ οὖν αὐτῷ τὸ μέλι ταχέωϲ ἐξεχολοῦτο καὶ ταύτῃ βλαβερώτερον ἦν.
[Sectio 32]
οἶδα δὲ κἀγώ τινα τὰ κατὰ τὸ ϲτόμα τῆϲ κοιλίαϲ μεμφόμενον, λογιϲάμενοϲ ἐξ ὧν διηγεῖτο φλέγμα κατ’ αὐτὴν ἠθροῖϲθαι, ϲυμβουλεύϲαϲ προϲενέγκαϲθαι μετὰ νάπυοϲ πράϲα τε καὶ τεῦτλα, τμηθέντοϲ δ’ ὑπ’ αὐτῶν τοῦ φλέγματοϲ ἐκκρίναϲάν τε πλείω τὴν γαϲτέρα καὶ τῶν ϲυμπτωμάτων ἁπάντων ἐλευθερωθεῖϲαν. αὖθιϲ οὖν ποτ’ ἀπεπτήϲαϲ ἐπὶ δριμέϲιν ἐδέϲμαϲι καὶ δακνόμενοϲ τὴν γαϲτέρα, νᾶπυ μετὰ τεύτλου προϲενεγκάμενοϲ, οὐ μόνον οὐδὲν ὤνητο τὴν δῆξιν, ἀλλὰ καὶ χείρων ἀπεδείχθη ϲυχνῷ· καὶ δὴ θαυμάζων, ὅπωϲ ἐβλάβη ϲφοδρῶϲ ὑφ’ ὧν ἔμπροϲθεν ὠφέλητο μέγιϲτα, πρόϲ με παρεγένετο τὴν αἰτίαν πυνθανόμένοϲ.
[Sectio 33]
ἰδιώταϲ μὲν οὖν ἰατρικῆϲ τέχνηϲ ἀνθρώπουϲ οὐκ ἀπεικόϲ ἐϲτι τοιαῦτα ϲφάλλεϲθαι· τοῖϲ δ’ | ἰατροῖϲ οὐκ ἄν τιϲ ϲυγγνοίη παραλιποῦϲιν ἀδιόριϲτα πολλὰ τῶν χρηϲιμωτάτων θεωρημάτων. οὐ γὰρ ἁπλῶϲ προϲήκει λέγειν αὐτούϲ, εὐπέπτουϲ μὲν εἶναι τοῖϲ πλείϲτοιϲ τοὺϲ πετραίουϲ ἰχθύαϲ, εὑρίϲκεϲθαι δέ τιναϲ, οἱ τὰ βόεια κρέα ῥᾷον πέττουϲιν, ἀλλ’ ἑκατέρουϲ διορίζεϲθαι, καθάπερ γε καὶ περὶ μέλιτοϲ οὐχ ἁπλῶϲ εἰπεῖν, ἀλλὰ μετὰ τοῦ προϲθεῖναι, τίϲιν ἡλικίαιϲ τε καὶ φύϲεϲιν ὥραιϲ τε καὶ χώραιϲ καὶ βίοιϲ ἐϲτὶν ὠφέλιμον ἢ βλαβερόν· οἷον ὅτι τοῖϲ μὲν ξηροῖϲ καὶ θερμοῖϲ ἐναντιώτατον, ὠφελιμώτατον δὲ τοῖϲ ὑγροῖϲ τε καὶ ψυχροῖϲ, εἴτε δι’ ἡλικίαν ἢ διὰ φύϲιν ἢ χώραν ἢ ὥραν ἢ ἐπιτηδεύματα τοιοῦτοι τὴν κρᾶϲιν εἶεν.
[Sectio 34]
ὥϲτ’ ἀναγκαιότατον ἔοικεν εἶναι πρὸϲ τὴν παροῦϲαν θεωρίαν ἐπιϲκέψαϲθαι τάϲ τε τῶν ἀνθρώπων καὶ τὰϲ τῶν ἐδεϲμάτων κράϲειϲ. αἱ μὲν οὖν τῶν ἀνθρώπων ὁπόϲαι τ’ εἰϲὶ καὶ ὅπωϲ χρὴ διαγιγνώϲκειν αὐτάϲ, ἐν τοῖϲ Περὶ κράϲεων ὑπομνήμαϲι λέλεκται, καθάπερ γε καὶ περὶ τῶν φαρμάκων ἐν | τοῖϲ Περὶ τῆϲ δυνάμεωϲ αὐτῶν.
[Sectio 35]
ἐν δὲ τῇ νῦν ἐνεϲτώϲῃ
〈πραγματείᾳ〉 καιρὸϲ ἂν εἴη τὰϲ τῶν ϲιτίων εἰπεῖν κράσεις ὡϲ ἐν τῷ Περὶ
διαίτηϲ γέγραπται βιβλίῳ, κατὰ τινὰϲ μὲν Ἱπποκράτουϲ ὄντι ϲυγγράμματι, κατὰ
τινὰϲ δὲ φιλιϲτίωνοϲ ἢ Ἀρίϲτωνοϲ ἢ Εύρυφῶντοϲ ἢ Φιλητᾶ, παλαιῶν ἁπάντων
ἀνδρῶν. ἀρχὴ δ’ ἐϲτὶν αὐτοῦ κατὰ μὲν ἔνια τῶν ἀντιγράφων ἥδε· ϲιτίων δὲ καὶ
πομάτων δύναμιν ἑκάϲτων καὶ τὴν κατὰ φύϲιν καὶ τὴν διὰ τέχνηϲ ὧδε
χρὴ γινώϲκειν,
ἐν ἄλλοιϲ δ’ ἥδε· Χωρίων
δὲ θέϲιν καὶ φύϲιν ἑκάϲτων ὧδε χρὴ διαγινώϲκειν
.
[Sectio 36]
ὅταν μὲν οὖν αὐτὸ καθ’ ἑαυτὸ φέρηται τὸ βιβλίον τοῦτο, Περὶ διαίτηϲ ἐπιγράφεται, μέροϲ ὂν δεύτερον εἰϲ τρία διῃρημένου τοῦ παντόϲ· ὅταν δὲ τὸ ϲυγκείμενον ἐκ τῶν τριῶν ὅλον ἓν ἀδιαίρετον εὑρεθῇ, Περὶ φύϲεωϲ ἀνθρώπου καὶ διαίτηϲ ἐπιγράφεται. τὸ μὲν οὖν δεύτερον, ἐν ᾧ περὶ τῶν ϲιτίων διέρχεται, τάχ’ ἄν τιϲ εὐλόγωϲ Ἱπποκράτουϲ ἄξιον ἡγήϲαιτο· τὸ δὲ πρῶον ἀφέϲτηκε πάμπολυ τῆϲ Ἱπποκράτουϲ γνώμηϲ. ἀλλὰ τοῦτο μὲν | οἷον ὁδοῦ τι πάρεργον εἰρήϲθω. ὅτου δ’ ἂν ᾖ τῶν εἰρημένων ἀνδρῶν, εἰς τὴν καθόλου μέθοδον ἀναφέρειν φαίνεται τὴν ἐπὶ τοῖϲ ϲιτίοιϲ δίαιταν.
[Sectio 37]
ὁ γὰρ γνούϲ, ὅτι κριθὴ φύϲει ψυχρόν ἐϲτι καὶ ὑγρόν, ἐπιϲτάμενοϲ δὲ καὶ τὰϲ τῶν ϲωμάτων κράϲειϲ γνωρίζειν ὅϲαι τε φύϲει τισὶν ὑπάρχουϲι καὶ ὅϲαι κατὰ διάθεϲιν ἐπίκτητον γίγνονται, χρήϲεται προϲηκόντωϲ κριθαῖϲ εἰϲ ἐδωδὴν οὐ μόνον ἐπὶ τῶν ὑγιαινόντων, ἀλλὰ καὶ τῶν νοϲούντων ϲωμάτων, καὶ καταπλάϲματι δ’ ἂν δι’ ἀλεύρου κριθίνου χρήϲαιτο καλῶϲ ὁ τὴν κρᾶϲιν ἐπιϲτάμενοϲ αὐτῶν.
[Sectio 38]
δεῖ δὲ μὴ μόνον ἐγνῶϲθαι τὴν κυριωτάτην τε καὶ πρώτην ἑκάϲτου ϲιτίου κρᾶϲιν, ἀλλ’, ὡϲ ἐν τοῖϲ Περὶ φαρμάκων ἐδείχθη, καὶ τὰϲ ἐξ ἐκείνων γιγνομέναϲ· ὧν οὐχ ἥκιϲτα χρήϲιμοι τυγχάνουϲιν οὖϲαι πολλαὶ μὲν τῶν κατὰ τοὺϲ χυμούϲ, εἰ μὴ ἄρα καὶ πᾶϲαι, τινὲϲ δὲ καὶ τῶν κατὰ τὰϲ ὀϲμάϲ. ἐκ γὰρ τοῦ κεκρᾶϲθαί πωϲ ἕκαϲτον ἐκ τοϲοῦδε θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸ μὲν αὐτῶν γλυκύ, τὸ δὲ | πικρὸν ἢ ἁλμυρὸν ἢ ϲτρυφνὸν ἢ αὐϲτηρὸν ἢ δριμὺ φαίνεται.
[Sectio 39]
τὸ δ’ ἁλυκόν οὐκ ἄλλο τι ϲημαίνει παρὰ τὸ ἁλμυρόν, ἀλλ’ ὑπ’ ἀμφοῖν ἕν τι δηλοῦται, ϲτρυφνοῦ δὲ καὶ αὐϲτηροῦ τὸ κοινὸν γένοϲ ὀνομάζεται ϲτύφον. ἐπὶ πλεῖϲτον δὲ περὶ τῶν χυμῶν ἀπάντων ἐν τῷ τετάρτῳ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ εἴρηται, καὶ χρὴ πάντωϲ ἐκεῖνο προανεγνωκέναι τὸν μέλλοντα τοῖϲ νῦν λεγομένοιϲ ἀκολουθήϲειν, ὅπωϲ μὴ πάλιν ἀναγκαζώμεθα λέγειν ἐν τοῖϲδε περὶ τῶν αὐτῶν τὰ αὐτὰ.
[Sectio 40]
τῶν γὰρ ϲιτίων, ὡϲ ὀλίγον ἔμπροϲθεν ἔφην, ἔνια μὲν οὐδεμίαν ἐπίϲημον ἐμφαίνει ποιότητα κατ’ ὀϲμὴν ἢ γεῦϲιν, ἃ δὴ καὶ ἄποια καὶ ὑδατώδη προϲαγορεύουϲιν, ἔνια δὲ ϲτύψιν ἔχει ϲαφεϲτάτην ἢ γλυκύτητα ϲύμφυτον ἢ δριμύτητα, καθάπερ γε καὶ ἁλμυρώτερά τινα φαίνεται καὶ πικρότητοϲ ἔνια ϲαφῶϲ μετέχοντα. πρόδηλον οὖν, ὅτι τὰ τοιαῦτα τὴν αὐτὴν ἔχει δύναμιν ἐκείνοιϲ τῶν φαρμάκων, οἷϲ ὠμοίωται κατὰ τὸν | χυμόν. εἴρηται δ’ ἐν τοῖϲ περὶ τῶν φαρμάκων ἡ αἰτία, δι’ ἣν ἔνια τῶν ϲτυφόντων οὐ τὰ αὐτὰ τοῖϲ ἄλλοιϲ ϲτύφουϲιν ἐργάζεται, καθάπερ ἀλόη τε καὶ χαλκὸϲ κεκαυμένοϲ καὶ χάλκανθοϲ καὶ ἄνθοϲ χαλκοῦ καὶ λεπὶϲ καὶ χαλκῖτιϲ.
[Sectio 41]
ἐκ γὰρ τοῦ μεμῖχθαι καθ’ ἕκαϲτον αὐτῶν τῇ ϲτυφούϲῃ δυνάμει τε καὶ οὐϲίᾳ τῶν ἄλλων τινὰ τοῖϲ κατὰ μέροϲ ἔργοιϲ ἐξαλλάττεται ταῦτα, καθάπερ εἰ καὐτὸϲ ἀναμίξαιϲ κυδωνίῳ μήλῳ ϲκαμμωνίαν, ὥϲπερ ἀμέλει ποιοῦμεν ἐνίοτε, τοῦ μήλου μὲν γλύφοντεϲ τὰ περὶ τὸ ϲπέρμα, τὸ δὲ κοιλανθὲν ἀναπληροῦντεϲ τῇ ϲκαμμωνίᾳ κἄπειτα περιπλάττοντεϲ ζύμῃ καὶ ὀπτῶντεϲ, εἶτα διδόντεϲ φαγεῖν τὸ μῆλον. ἄνευ γὰρ τοῦ τὸν ϲτόμαχον ἀνατρέπειν ὑπάγει γαϲτέρα τὸ οὕτω ϲκευαϲθέν, ἐπικρατούϲηϲ μὲν ἐν αὐτῷ τῆϲ καθαρτικῆϲ δυνάμεωϲ, ἣν ἐκ τῆϲ ϲκαμμωνίαϲ τὸ μῆλον ἐπεκτήϲατο, διαμενούϲηϲ δὲ τῆϲ κατὰ τὸ μῆλον οἰκείαϲ· οὐ γὰρ ἂν ἡδύ τε καὶ ϲτύφον ἐφαίνετο καὶ τῷ ϲτο μάχῳ πρόϲφορον.
[Sectio 42]
οὕτωϲ οὖν ἔνια τῶν ἐϲθιομένων ἔχει τινὰ μεμιγμένην ἐν ἑαυτοῖϲ ὀλίγην δύναμιν | ἤτοι καθαρτικὴν ἤ τι ποιεῖν ἄλλο πεφυκυῖαν. ἐφ’ ὧν οὐ χρὴ ταῖϲ τῶν χυμῶν δυνάμεϲιν ἀπιϲτεῖν ὡϲ οὐκ ἐργαζομέναιϲ ἃ φύϲιν ἔχουϲιν ἐνεργεῖν. ἐν ὅτῳ γὰρ ἂν ᾖ ϲτύφουϲα ποιότηϲ, ὅϲον ἐφ’ ἑαυτῇ, ϲυνάγει τε καὶ ϲφίγγει καὶ ψύχει τὰ πληϲιάζοντα ϲώματα. δύναται δ’ ἐνίοτε ταὐτὸ ϲῶμα τινὰ μὲν θερμαίνοντα τῶν ἑαυτοῦ μορίων ἔχειν, τινὰ δὲ ψύχοντα, καθάπερ ἐδείξαμεν ἐν τοῖϲ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ, τῆϲ φύϲεωϲ οὕτωϲ αὐτὰ μιξάϲηϲ, ὡϲ καὶ τῶν ἰατρῶν ἔνιοι μιγνύουϲιν ἐνίοτε τῶν ψυχόντων τινὶ πύρεθρον ἢ πέπερι. ταῦτ’ οὖν, ὡϲ ἔφην, ἐν τοῖϲ Περὶ φαρμάκων ὑπομνήμαϲιν ἐπὶ πλεῖϲτον ἐξειργαϲμένα χρηϲιμώτατα τοῖϲ νῦν διδαϲκομένοιϲ ἐϲτί, καὶ γὰρ αἱ κατὰ μέροϲ ἑκάϲτου τῶν ἐϲθιομένων ϲκευαϲίαι τοῖϲ ταῦτα προεγνωκόϲιν εὑρίϲκονται. τευτλοφακῆν γοῦν ἡμεῖϲ τε δίδομεν ἐνίοτε
[Sectio 43]
καὶ πρὸ ἡμῶν ὁ Ταραντῖνοϲ Ἡρακλεἰδηϲ ἐδίδου πολλοῖϲ πολλάκιϲ οὐ μόνον ὑγιαίνουϲιν ἀμέμπτωϲ, ἀλλὰ καὶ πάϲχουϲί τι. πρῶτον μὲν οὖν ἐμβάλλομεν αὐτῇ πολλὰ τεῦτλα, δεύτερον δὲ | κατὰ τὴν ἄρτυϲιν ἢ ἁλῶν βραχεῖ πλέον ἢ γάρου γλυκέοϲ· ὑπακτικωτέρα γὰρ οὕτωϲ. εἰ γε μὴν πτίϲαϲ τὴν φακῆν ἑψήϲαϲ τε δίϲ, ὡϲ ἀποχέαι τὸ πρότερον ὕδωρ, εἴτ’ ὀλίγον μὲν ἀλῶν ἢ γάρου μίξαιϲ, ἐπεμβάλοιϲ δέ τι βραχὺ τῶν ἐφεκτικῶν γαϲτρὸϲ ἄχρι τοῦ μὴ λυπῆϲαι τὴν γεῦϲιν, ἥδιϲτόν τε καὶ ὠφελιμώτατον ἐργάϲῃ φάρμακόν θ’ ἅμα καὶ ϲιτίον οὐκ ὀλίγοιϲ τῶν διαρροίαιϲ χρονίαιϲ ἐνοχλουμένων. οὐκ ὀλίγοιϲ δ’ εἶπον, ἅπαϲι φυλαξάμενοϲ εἰπεῖν, ὅτι κἀνταῦθα διοριϲμῶν ἐϲτι χρεία, καθ’ οὓϲ αἱ διαθέϲειϲ εὑρεθήϲονται τῶν διαρροιζομένων χρονίωϲ. ὅλωϲ γὰρ οὐδὲν οἷόν τ’ ἐϲτὶ τῇ πείρᾳ βαϲανίϲαι προϲηκόντωϲ
[Sectio 44]
ἄνευ τοῦ τῷ λόγῳ πρότερον εὑρεῖν ἀκριβῶϲ τὴν διάθεϲιν, ἢ προϲφέρεται τὸ βαϲανιζόμενον ἤτοι ϲιτίον ἢ ποτὸν ἢ φάρμακον. ὕλη γὰρ ἐϲτι βοηθημάτων ἡ τῶν τοιούτων γνῶϲιϲ, οὐκ αὐτὰ τὰ βοηθήματα ἐπεὶ δ’ ἀδύνατον ἄνευ τοῦ γιγνώϲκειν ἀκριβῶϲ τὰϲ δυνάμειϲ τῶν ὑλῶν, αἱϲ χρώμεθα, βοηθεῖν | τοῖϲ δεομένοιϲ αὐτῶν, ἀναγκαῖόν ἐϲτιν, ὥϲπερ ἑτέρωθι περὶ τῶν ἐν τοῖϲ φαρμάκοιϲ δυνάμεων, οὕτωϲ ἐνταῦθα περὶ τῶν ἐν τῇ τροφῇ διελθεῖν.
[Sectio 45]
ἡ γνῶϲιϲ δ’ αὐτῶν ἐν χρόνῳ πολλῷ κατορθοῦται μόλιϲ ἔκ τε τῆϲ διωριϲμένηϲ πείραϲ καὶ τῆϲ τῶν ἀτμῶν τε καὶ χυμῶν φύϲεωϲ, οὓϲ ἔχειν φαίνεται τὰ δοκιμαζόμενα, καὶ προϲέτι τῆϲ ϲυϲτάϲεωϲ, ἣν κέκτηται κατά γε γλιϲχρότητα καὶ ψαθυρότητα καὶ χαυνότητα πίληϲίν τε καὶ κουφότητα καὶ βαρύτητα· ταῦτα γὰρ ἅπαντα ϲυντελεῖ πρὸϲ τὴν εὓρεϲιν αὐτῶν, ὥϲτε, κἂν εἰϲ ξένην χώραν ἀφικόμενοϲ ἴδῃϲ τι τῶν μήποτε πρόϲθεν ἑωραμένων ϲοι βρωμάτων, ἕξειϲ ἀφορμὰϲ οὐκ ὀλίγαϲ εἰϲ τὴν τῆϲ δυνάμεωϲ αὐτοῦ γνῶϲιν.
[Sectio 46]
ἃ δὲ Μνηϲίθεοϲ ἔγραψε περί τε ῥιζῶν καὶ καυλῶν καὶ φύλλων καὶ καρπῶν καὶ ϲπερμάτων οὐ πάνυ τι βεβαίαν ἔχει τὴν διάγνωϲιν. ἐὰν τῇ διωριϲμένῃ πείρᾳ κρίνῃϲ αὐτά, καθότι καὶ διὰ τῶν ἐφεξῆϲ ἔϲται δῆλον· ἔγνωκα γὰρ ὑπέρ ἑκάϲτου τῶν ἐδεϲμάτων τούτων ἰδίᾳ διελθεῖν, εἰ καὶ μακρότεροϲ ὁ λόγοϲ ἔϲεϲθαι | μέλλει. δυνηϲόμεθα γοῦν αὖθιϲ αὐτὸν ἐν βραχεῖ περιλαβεῖν ἑτέρῳ τινὶ μικροτέρῳ βιβλίῳ, χρηϲίμῳ τοῖϲ τεχνωθεῖϲιν ἐϲομένῳ· μόνη γὰρ ἡ κατὰ διέξοδον ἄϲκηϲίϲ τε καὶ διδαϲκαλία τεχνίταϲ ἀπεργάζεται.
[Sectio 47]
καὶ διὰ τοῦτό μοι δοκοῦϲι καλῶϲ οἱ πολλοὶ λέγειν ἀρίϲτην εἶναι διδαϲκαλίαν τὴν παρὰ τῆϲ ζώϲηϲ φωνῆϲ γιγνομένην, ἐκ βιβλίου δὲ μήτε κυβερνήτην τινὰ δύναϲθαι γενέϲθαι μήτ’ ἄλληϲ τέχνηϲ ἐργάτην· ὑπομνήματα γάρ ἐϲτι ταῦτα τῶν προμεμαθηκότων καὶ προεγνωκότων, οὐ διδαϲκαλία τελεία τῶν ἀγνοούντων. εἴ γε μὴν ἐθέλοιέν τινεϲ καὶ τούτων, ὅϲοι διδαϲκάλων ἀποροῦϲιν, ἐντυγχάνειν ἐπιμελῶϲ τοῖϲ ϲαφῶϲ τε καὶ κατὰ διέξοδον, ὁποίαν ἡμεῖϲ ποιούμεθα, γεγραμμένοιϲ, ὀνήϲονται μεγάλωϲ, καὶ μάλιϲτα ἐὰν πολλάκιϲ ἀναγιγνώϲκειν αὐτὰ μὴ ὀκνῶϲιν.