Galenus. De alimentorum facultatibus (De alim. fac.) [n° 038 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
De alimentorum facultatibus libri III, 1.13, ed. Kühn, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-grc1
Helmreich, 1923; Wilkins, 2013.
De alimentorum facultatibus libri III, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
Beintker, Kahlenberg, 1948 (deu;grc); Beintker, Kahlemberg, 1952 (deu;grc); Powell, 2003 (eng); Zaragoza, 2015 (spa).

De alimentorum facultatibus libri III, 1.13, ed. Helmreich, 1923. urn:cts:greekLit:tlg0057.tlg037.1st1K-grc1:1.13

Περὶ τιφῶν καὶ ὀλυρῶν καὶ ζειῶν.

[Sectio 1]

Μνηϲίθεοϲ μὲν ἐν τῇ τρίτῃ τάξει τίθεται τὰϲ τίφαϲ ἐπὶ πυροῖϲ τε καὶ κριθαῖϲ· Διοκλῆϲ δ’ ἀμελέϲτερον ὑπὲρ αὐτῶν διῆλθε τὸ ϲύντομον ἐν τῇ γραφῇ προτιμήϲαϲ τοῦ κατὰ διέξοδον ἀκριβοῦϲ. οὕτω γοῦν καὶ περὶ πυρῶν τε καὶ κριθῶν ἄλλων τε πολλῶν ἔγραψε ϲυντεμὼν τὸν λόγον. ὀλίγῳ δὲ μακρότερον τοῦ Διοκλέουϲ ὑπὲρ αὐτῶν ὅ τε Πραξαγόραϲ καὶ ὁ Μνηϲίθεοϲ ἔγραψαν, ἐλλιπῶϲ μέντοι καὶ αὐτοί.

[Sectio 2]

Φυλότιμοϲ δὲ περί τινων μὲν μακρῶϲ πάνυ, περί τινων δ’ ἐλλιπῶϲ, ἐνίων δ’ οὐδ’ ὅλωϲ ἐμνημόνευϲεν, ὥϲπερ οὐδὲ τῆϲ ζειᾶϲ. εὔδηλον δ’ ὅτι μηδὲ Πραξαγόραϲ ὁ διδάϲκαλοϲ αὐτοῦ. παρέλιπε μὲν γὰρ οὐδὲν ὧν ἐκεῖνοϲ εἶπεν ὁ Φυλότιμοϲ, ἐξεργάζεται δὲ καὶ προϲτίθηϲι πολλά.

[Sectio 3]

θαυμάϲαι δ’ ἔϲτιν, ὅτι μηδ’ ὁ τὸ Περὶ διαίτηϲ ἐπιγεγραμμένον Ἱπποκράτουϲ ϲυνθείϲ, ὅϲτιϲ ποτ’ ἦν ἀνὴρ παλαιόϲ, ἐμνημόνευϲε τοῦ τῶν ζειῶν ὀνόματοϲ. καὶ γὰρ εἰ τὰϲ τίφαϲ ἡγεῖτο καλεῖϲθαι ζειὰϲ ὑπό τινων, ἐχρῆν αὐτὸν τοῦτο δηλῶϲαι. βέλτιον δ’ ἴϲωϲ ἐϲτὶ καὶ τὰϲ ῥήϲειϲ αὐτῶν παραγράψαι.

[Sectio 4]

Διοκλῆϲ μὲν οὖν οὕτωϲ ἔγραψεν ἐν τῷ πρώτῳ τῶν πρὸϲ Πλείϲταρκον Ὑγιεινῶν, ἐν ᾧ διέρχεται καὶ τὰϲ τῶν ϲιτίων | δυνάμειϲ· μετὰ δὲ τὰϲ κριθὰϲ καὶ τοὺϲ πυροὺϲ ἑπόμενα ταῖϲ ἀρεταῖϲ ἐϲτι μάλιϲτα τῶν ἄλλων ὄλυραι, τίφαι, ζειαί, μέλινοϲ, κέγχροϲ. ἔν τιϲι δὲ τῶν ἀντιγράφων οὐδ’ ὅλωϲ αἱ ζειαὶ φέρονται, καὶ μέντοι καὶ τὸ ταῖϲ ἀρεταῖϲ ἔν τιϲιν οὐχ οὕτωϲ, ἀλλὰ χρείαιϲ γέγραπται κατὰ τόνδε τὸν τρόπον· μετὰ δὲ τὰϲ κριθὰϲ καὶ τοὺϲ πυροὺϲ ἑπόμενα ταῖϲ χρείαιϲ ἐϲτὶ μάλιϲτα τῶν ἄλλων ὄλυραι, τίφαι, μέλινοϲ, κέγχροϲ, ὡϲ ἄλλου μέν τινοϲ ϲπέρματοϲ τῆϲ ὀλύραϲ οὔϲηϲ, ἄλλου δὲ τῆϲ τίφηϲ.

[Sectio 5]

ὁ δὲ Μνηϲίθεοϲ ἐφ’ ἑνὶ ϲπέρματι δύο φηϲὶν ὀνόματα κεῖϲθαι γράφων οὕτω· τῶν δὲ ϲπερμάτων εὐφυέϲτατα μέν ἐϲτιν εἰϲ τροφὴν πυροὶ καὶ κριθαί, πρὸϲ δὲ τούτοιϲ ἐχομένωϲ ὃ λέγεται μὲν διττῶϲ, ἔϲτι δὲ ταὐτόν· οἱ μὲν γὰρ τίφαϲ, οἱ δ’ ὀλύραϲ καλοῦϲιν. τούτοιϲ δ’ ἐφεξῆϲ τάδε γράφει· μετὰ δὲ ταῦτα ζειαὶ καὶ κέγχροι καὶ μέλιναι. Διοκλεῖ μὲν οὖν ἤρκεϲε ταῦτα μόνα περί τε τιφῶν καὶ ὀλυρῶν εἰπεῖν, ὅϲα παρεθέμην ἄρτι.

[Sectio 6]

Μνηϲίθεοϲ δὲ καὶ τὸν κατὰ μέροϲ ὑπὲρ αὐτῶν λόγον ἐφεξῆϲ διῆλθε, περὶ πρώτων μὲν γράψαϲ πυρῶν τε καὶ κριθῶν, ἐφεξῆϲ δὲ περὶ | τιφῶν ὧδέ πωϲ αὐτοῖϲ ὀνόμαϲι· τῶν δ’ ἄλλων ϲπερμά τῶν βέλτιϲτον μὲν ἡ τίφη (καὶ γὰρ ἱκανῶϲ τρέφει καὶ οὐ μετὰ πολλοῦ πέττεται πόνου), τὸν δ’ ἐκ τῶν ζειῶν ἄρτον ἄδην μὲν ἐϲθίων οὐδείϲ ἂν ὑγιαίνοι, τῶν 〈δ’〉 ἀϲυνήθων τῆϲ ἐδωδῆϲ ταύτηϲ, οὐδ’ εἰ παντάπαϲιν ὀλίγον· ἔϲτι γὰρ βαρὺϲ καὶ δύϲπεπτοϲ. ὅϲοι δὲ δυϲχείμερον ἔχοντεϲ χώραν ἀναγκάζονται τρέφεϲθαι τούτῳ καὶ ϲπείρειν αὐτὸ διὰ τὸ μάλιϲτ’ ἀντέχειν τοῖϲ ψύχεϲιν, οὗτοι δὴ πρῶτον μὲν ὀλίγον ἐθίζονται προϲφέρεϲθαι καὶ διὰ τὸ μὴ εὐῶδεϲ εἶναι τὸ βρῶμα καὶ διὰ τὴν ϲπάνιν τῆϲ εὐκαρπίαϲ ἐν ταῖϲ τοιαύταιϲ χώραιϲ, εἶτα καὶ τὸ ϲύνηθεϲ εἶναι τὸ βρῶμα ποιεῖ ῥᾴονα τοῖϲ ϲώμαϲι τὴν κατεργαϲίαν. καθόλου δὲ βαρὺ μὲν καὶ δύϲπεπτον, ἰϲχυρὸν δὲ καὶ ὑμενῶδεϲ τὴν ζειὰν εἶναι λεκτέον.

[Sectio 7]

ἐν τούτοιϲ ὁ Μνηϲίθεοϲ ϲαφέϲτατα δεδήλωκεν, ὁποῖόν τι ϲπέρμα βούλεται καλεῖϲθαι ζειὰν ἐν ψυχραῖϲ χώραιϲ γεωργούμενον. ἐγὼ δὲ πάϲαϲ μὲν οὔτ’ αὐτὸϲ εἶδον τὰϲ δυϲχειμέρουϲ χώραϲ οὔτε παρ’ ἄλλου τινὸϲ ἥκουϲα τῶν ἑωρακότων αὐτὰϲ | ὀνομαζόμενόν τινα ϲιτηρὸν καρπὸν ὑπὸ τῶν ἐγχωρίων ζειὰν ἢ ζέαν. ἑκατέρωϲ γὰρ εὑρίϲκεται γεγραμμένον, ἔν τιϲι μὲν εἰϲ ε̄ καὶ ῑ τῆϲ προτέραϲ ϲυλλαβῆϲ τελευτώϲηϲ.

[Sectio 8]

ἔν τιϲι δ’ εἰϲ ε̄ μόνον. ἐννοήϲαϲ δὲ δυνατὸν εἶναι τοὺϲ μὲν Ἕλληναϲ οὕτωϲ ὀνομάζειν τὸ ϲπέρμα τοῦτο, τοὺϲ δὲ βαρβάρουϲ ἰδίαν ἐπ’ αὐτοῦ τεθεῖϲθαι προϲηγορίαν, εἶτ’ ἰδὼν ἐν Θρᾴκῃ καὶ Μακεδονίᾳ πολλὰϲ ἀρούραϲ ὁμοιότατον ἐχούϲαϲ οὐ μόνον τὸν ϲτάχυν, ἀλλὰ καὶ τὸ φυτὸν ὅλον τῇ παρ’ ἡμῖν ἐν Ἀϲίᾳ τίφῃ, τὴν προϲηγορίαν ἠρόμην ἥντιν’ ἔχοι παρ’ ἐκείνοιϲ τοῖϲ ἀνθρώποιϲ, καί μοι πάντεϲ ἔφαϲαν αὐτό τε τὸ φυτὸν ὅλον καὶ τὸ ϲπέρμα αὐτοῦ καλεῖϲθαι βρίζαν, τῆϲ μὲν προτέραϲ ϲυλλαβῆϲ διὰ τριῶν γραμμάτων γραφομένηϲ τε καὶ λεγομένηϲ, τοῦ β̄ καὶ ρ καὶ ῑ, τῆϲ δ’ ἐφεξῆϲ αὐτῇ διὰ τοῦ ζ̄ καὶ ᾱ κατὰ γε τὴν ὀρθὴν πτῶϲιν, ἐπὶ δὲ τῆϲ αἰτιατικῆϲ μετὰ τοῦ ν̄ δηλονότι. γίγνεται δ’ ἄρτοϲ ὁ ἐκ τοῦ ϲπέρματοϲ τούτου δυϲώδηϲ τε καὶ μέλαϲ, ὑμενω δεϲτέραν ἔχοντοϲ, ὡϲ Μνηϲίθεοϲ ἔγραψε, τὴν οὐϲίαν. εἰ δὲ καὶ μέλανα γίγνεϲθαι τὸν ἄρτον ἐξ αὐτοῦ προϲεγεγράφει, μᾶλλον ἂν ἐπίϲτευον αὐτὸ τοῦτ’ εἶναι τὸ καλούμενον ὑπ’ αὐτοῦ ζειάν.

[Sectio 9]

ἔν γε μὴν τοῖϲ | χειμεριωτάτοιϲ τῆϲ βιθυνίαϲ χωρίοιϲ ὀνομάζεταὶ τι ϲπέρμα ζεόπυρον, οὐκ ἐχούϲηϲ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ τὸ ῑ, καθάπερ ἔχει παρ’ Ὁμήρῳ

πυροί τε ζειαί τε ἰδ’ εὐρυφυὲϲ κρῖ λευκόν.

ἐξ αὐτοῦ δ’ ἄρτοϲ γίγνεται πολὺ βελτίων τοῦ κατὰ Μακεδονίαν τε καὶ Θρᾴκην. καὶ ϲχεδόν, ὥϲπερ τοὔνομα τὸ ζεόπυρον ἐξ ἀμφοτέρων ϲύγκειται τῶν ὀνομάτων, τοῦ τε τῆϲ ζέαϲ καὶ τοῦ πυροῦ, καὶ ἡ οὐϲίᾳ μέση τίς ἐστιν ἀμφοῖν, ὡς ἐξ αὐτῶν κεκραμένη. τοϲούτῳ γοῦν ἐϲτι τοῦ πυροῦ χείρων, ὅϲῳ τῆϲ Θρᾳκίαϲ βρίζηϲ ἀμείνων.

[Sectio 10]

ὀνόματα δὲ ταῖϲ πόλεϲιν, ἐν αἷϲ γίγνεται τὸ ϲπέρμα τοῦτο, Νίκαια καὶ Προῦϲα καὶ Κράτεια Κλαυδιόπολίϲ τε καὶ Ἰουλιόπολιϲ, ἀλλὰ καὶ Δορύλαιον, ἥ〈τιϲ〉 ἐϲτὶ μὲν ἐϲχάτη τῆϲ Ἀϲιανῆϲ Φρυγίαϲ πόλιϲ, ἔχει δὲ καὶ αὐτή τοιοῦτον ϲπέρμα γεννώμενον ἐν τῇ χώρᾳ, καθάπερ καὶ ἄλλαι τινὲϲ ὅμοροι πόλειϲ αὐτῇ. θεάϲαϲθαι δ’ ἔϲτι τὸν γιγνόμενον ἄρτον ἐκ τοῦ ϲπέρματος τούτου τοϲούτω βελτίονα τοῦ κατὰ Θρᾴκην τε καὶ Μακεδονίαν ἐκ τῆϲ βρίζηϲ, ὅϲῳ τοῦ πυρίνου | χείρονα.

[Sectio 11]

μέμνηται δὲ ζειᾶϲ καὶ Θεόφραϲτοϲ ἐν τῷ ἑβδόμῳ Περὶ φυτῶν ὡδέ πωϲ λέγων· τῶν δὲ ὁμοιοπύρων καὶ ὁμοιοκρίθων, οἷον ζειᾶϲ, τίφης, ὀλύραϲ, βρόμου, αἰγίλωποϲ, ἰϲχυρότατον καὶ μάλιϲτα καρπιζόμενον ἡ ζειά· καὶ 〈γάρ〉 βαθύρριζον καὶ πολύρριζον καὶ πολυκάλαμον καὶ παχυκάλαμον· ὁ δὲ καρπὸϲ κουφότατοϲ καὶ προϲφιλήϲ πᾶϲι τοῖϲ ζώοιϲ. καὶ πάλιν ἐφεξῆϲ· ἡ δὲ τίφη πάντων κουφότατον· καὶ γὰρ μονοκάλαμον καὶ λεπτοκάλαμον, διὸ καὶ χώραν ζητεῖ λεπτήν, οὐχ ὥϲπερ ἢ ζειὰ πίειραν καὶ ἀγαθήν. εἴτα τούτοιϲ ἐφεξῆϲ ϲυνάπτων τάδε γράφει· ἔϲτι δὲ δύο ταῦτα καὶ ὁμοιότατα τοῖϲ πυροῖϲ, ἣ τε ζειὰ καὶ ἡ τίφη. Θεόφραϲτοϲ μὲν οὖν ταῦτα περὶ ζειᾶϲ ἔγραψεν.

[Sectio 12]

Ἡρόδοτοϲ δ’ ἐν τῇ δευτέρα κατὰ τήνδε τὴν λέξιν· ἀπὸ πυρῶν καὶ κριθῶν πολλοὶ ζώουϲιν, Αἰγυπτίων δὲ τῷ ποιουμένῳ ἀπὸ τούτων τὴν ζωὴν ὄνειδοϲ μέγιϲτόν ἐϲτιν, ἀλλ’ ἀπ’ ὀλυρῶν ποιέονται ϲιτίᾳ, ἃς ζειὰϲ μετεξέτεροι καλέουϲι.

[Sectio 13]

Διοϲκουρίδηϲ δ’ ἐν τῷ δευτέρῳ Περὶ ὕληϲ ταυτὶ γράφει· ζέα | δίϲϲη· ἡ μὲν γὰρ ἁπλῆ, ἡ δὲ δίκοκκοϲ καλεῖται, ἐν δυϲὶν ἐλύτροιϲ ϲυνεξευγμένον ἔχουϲα τὸ ϲπέρμα. ἔϲτι δὲ τροφιμωτέρα μὲν κριθῆϲ καὶ εὐϲτόμαχοϲ, ἀτροφωτέρα δὲ πυρῶν ἀρτοποιουμένῃ.

[Sectio 14]

κρίμνον δὲ ἁδρότερόν ἐϲτι τῇ κατεργαϲίᾳ τοῦ ἀλεύρου, γινόμενον ἔκ τε ζέαϲ καὶ πυροῦ, ἐξ οὖ ὁ πόλτοϲ γίνεται. ἕϲτι δὲ ἱκανῶϲ τρόφιμον καὶ εὐκατέργαϲτον, ϲταλτικώτερον δὲ κοιλίαϲ τὸ ἀπὸ τῆϲ ζέαϲ, μάλιϲτα δὲ προφρυχθείϲηϲ.

[Sectio 15]

καὶ ἡ ὄλυρα δὲ ἐκ τοῦ αὐτοῦ γένουϲ ἐϲτὶ τῆϲ ζέαϲ, ἀτροφωτέρα δὲ κατὰ ποϲὸν ἐκείνηϲ. ἀρτοποιεῖται δὲ καὶ αὐτή, καὶ κρίμνον ἐξ αὐτῆϲ ὡϲαύτωϲ γίνεται.

[Sectio 16]

ἀθήρα δὲ ἐκ τῆϲ ἀληλεϲμένηϲ εἰϲ λεπτὸν ζέαϲ ϲκευάζεται. ἔϲτι δὲ ῥόφημα ὥϲπερ πολτάριον ὑγρόν, παιδίοις ἁρμόζον, ποιεῖ δὲ καὶ εἰϲ καταπλάϲματα.

[Sectio 17]

ὁ δὲ τράγοϲ τὸ ϲχῆμα μὲν παραπλήϲιοϲ χόνδρω, ἀτροφώτεροϲ δὲ παρὰ πολὺ ζέαϲ, διὰ τὸ πολὺ ἔχειν τὸ ἀχυρῶδεϲ, διὸ καὶ δυϲκατέργαϲτόϲ ἐϲτι καὶ κοιλίαϲ μαλακτικόϲ. περὶ μὲν οὖν τῶν ζειῶν ἱκανὰ καὶ ταῦτα.

[Sectio 18]

θαυμάσαι δ’ ἔστι τοῦ Μνησιθέου μὴ γγνώσκοντος, ὅπῃ διαφέρουσιν ὄλυραι τιφῶν. ἔστι γὰρ ἑκά|τερον ἐν Ἀσίᾳ πολύ, καὶ μάλιστα κατὰ τὴν ὑπερκειμένην Περγάμου χώραν, ὡς τοὺς ἀγροίκους ἀεὶ χρῆσθαι τοῖς ἐξ αὐτῶν ἄρτοις διὰ τὸ τοὺς πυροὺς εἰς τὰς πόλεις κατακομίζεσθαι. οἱ μὲν οὖν ὀλύρινοι κάλλιστοι μετά γε τοὺς πυρίνους εἰσίν, ὅταν γ’ εὐγενεῖς ὦσιν αἱ ὄλυραι, δεύτεροι δ’ αὐτῶν εἰσιν οἱ τίφινοι. μοχθηρῶν δ’ οὐσῶν τῶν ὀλυρῶν οὐδὲν ἐκείνων ἀπολείπονται, βελτίστων δὲ τῶν τιφῶν οὐσῶν οἱ θερμοὶ τίφινοι πολὺ κρείττους εἰσὶ τῶν ὀλυρίνων. ἑωλισθέντες δὲ χείρους αὐτῶν γίγνονται· ὁλκιμώτερον γὰρ ἔχοντες τὸ σταῖς πυκνοῦνται πάνυ σφόδρα, καὶ μάλισθ’ ὅταν ἀμελῶς σκευασθῶσιν. ὥστε μετὰ μίαν ἡμέραν ἢ δύο καὶ πολὺ μᾶλλον ἐν ταῖς ἐφεξῆς ὁ φαγὼν τόν ἄρτον τοῦτον οἴεται πηλὸν ἐγκεῖσθαι τῇ κοιλίᾳ.

[Sectio 19]

θερμὸς δ’ ὢν ἔτι καὶ τοῖς ἐκ τῶν πόλεων σπουδάζεται μετὰ τυροῦ τινος ἐπιχωρίου προσφερομένοις ἀυτόν, ὃν ὀνομάζουσιν ὀξυγαλάκτινον. εἶναι δὲ χρὴ καὶ τοῦτον ἁπαλὸν καὶ τὸν ἄρτον ἔτι διαφυλάττοντα φυλάττοντα τὴν ἐκ τοῦ κριβάνου θερμασίαν. ὁ μὲν οὖν οὕτως ἐσθιόμενος | οὐ μόνον τοῖς κατ’ ἀγρόν, ἀλλὰ καὶ τοῖς ἐν ταῖς πόλεσι περισπούδαστός σπούδαστός ἐστιν. ὁ δὲ τριῶν ἢ τεττάρων ἡμερῶν καὶ τοῖς ἀγροίκοις αὐτοῖς ἀηδέστερος μὲν ἤδη βρωθῆναι, δυσχερέστερος δὲ πεφθῆναι, βραδυπορώτερος δὲ κατὰ γαστέρα, τοῦ θερμοῦ μηδὲ τοῦτ’ ἔχοντος τὸ σύμπτωμα. πολὺ μὲν γὰρ ἀπολείπεται διαχωρήσεως ἕνεκα τοῦ κριθίνου, μεμπτὸς δ’ οὐκ ἔστιν ὁμοίως τῷ κεγχρίνῳ, καὶ μέντοι καὶ τρέφει τὸ σῶμα θερμὸς ὤν ἱκανῶς, ὡς ἀπολείπεσθαι μὴ πολὺ τοῦ πυρίνου συγκομιστοῦ.

[Sectio 20]

τὸ δὲ σπέρμα τοῦτο τὸ τῆς τίφης ἔχει μὲν ἔξωθεν λέμμα. καθάπερ ὄλυρά τε καὶ κριθή, πτισθὲν δ’ ἀρτοποιεῖται καὶ ὅλως εἰς χρῆσιν ἄγεται. καὶ γὰρ ἐξ ὕδατος ἑψηθὲν ἐσθίεται κατὰ τὸ ὑπὸ τῶν ἀγροίκων ὀνομαζόμενον ἀπόθερμον, ἐμβαλλομένου τοῦ πρὸϲ ἡμῶν μὲν ἑψήματοϲ, ὑπ’ ἐνίων δὲ ϲιραίου καλουμένου. καί ποτε καὶ μεθ’ ἁλῶν ἐϲθίεται ἑψόμενον, καθάπερ ἔφην ἐδηδοκέναι τοὺϲ πυροὺϲ αὐτὸϲ ἐγώ.

[Sectio 21]

τὴν δ’ εὐγενεϲτάτην ὄλυραν ὅταν ὡϲ χρὴ πτίϲωϲι, τὸν ὀνομαζόμενον τράγον ποιοῦϲιν, ᾧ πολλοὶ | χρῶνται δι’ ὕδατοϲ ἕψοντεϲ, εἶτα τὸ μὲν ὕδωρ ἀποχέοντεϲ, ἐπιχέοντεϲ δὲ ϲίραιον ἢ οἶνον γλυκὺν ἢ οἰνόμελι· παρεμβάλλουϲι δὲ καὶ κώνουϲ ἐν ὕδατι διαβεβρεγμένουϲ, ὡϲ ἐπὶ πλεῖϲτον ἐξῳδηκέναι. τινὲϲ δ’ ὁμογενὲϲ μέν, οὐχ ὁμοειδὲϲ δὲ τὸ ϲπέρμα τοῦτο ταῖϲ ὀλύραιϲ εἶναί φαϲι.

[Sectio 22]

πολλὰ δὲ καὶ ἄλλα ϲπέρματα παραπλήϲια μέν, οὐκ ἀκριβῶϲ δὲ ταὐτὸν εἶδοϲ ἔχοντα τοῖϲ εἰρημένοιϲ ἐϲτί, τὰ μὲν ἐν τῷ μεταξὺ κριθῆϲ τε καὶ τίφηϲ, τὰ δ’ ὀλύραϲ τε καὶ τίφηϲ, ἢ μεταξὺ πυροῦ τε καὶ ὀλύραϲ. ἔνια δ’ ἐγγυτάτω τῆϲ φύϲεώϲ ἐϲτι, τὰ μὲν ὀλύραϲ, τὰ δὲ κριθῆϲ ἢ τίφηϲ ἢ πυροῦ, καθάπερ ἄλλα τὰ μὲν ἐλύμου, τὰ δὲ κέγχρου, προϲηγορίαϲ ἔχοντα, τινὰ μὲν ἁπλᾶϲ, ὥϲπερ ἐν Ἰταλίᾳ τὸ ϲητάνιον, ἐξ οὐ τὸν χόνδρον ποιοῦϲιν, ἔνια δὲ ϲυνθέτουϲ, ὥϲπερ ἐν Καππαδοκίᾳ μὲν τὸ καλούμενον γυμνὴ κριθή, κατὰ δὲ τὴν Βιθυνίαν τὸ ζεόπυρον.

[Sectio 23]

ἄμεινον οὖν ἐϲτὶν ἀποϲτάντα τῆϲ τοιαύτηϲ ἱϲτορίαϲ οὐ μόνον τῶν ὀνομάτων, ἀλλὰ καὶ τῶν ϲπερμάτων, ἕνα τινὰ κοινὸν λόγον ὑπὲρ ἁπάντων διελθεῖν. ὅϲα μὲν γὰρ ἐν ὄγκῳ βραχεῖ πλείϲτην οὐϲίαν ἔχει, καὶ ταύτην πα|χεῖάν τε καὶ γλίϲχραν, εὐχυμότερά τε καὶ τροφιμώτερα πάντ’ ἐϲτίν, οὐ μὴν ὑποχωρεῖται κάτω ῥαδίωϲ. ὅϲα δ’ ἔμπαλιν τοῖϲδε χαύνην μὲν ἔχει καὶ μαλακὴν οὐϲίαν, τὰ μόρια δ’ αὐτῶν πιτυρώδη, διαχωρεῖται μὲν ἄμεινον, ἧττον δὲ τρέφει. τούτων δ’ αὐτῶν ὅϲα δυϲώδη τ’ ἐϲτὶ καὶ ἀηδίαν τιν’ ἔχοντα κατὰ τὴν γεῦϲιν, εὔδηλον, ὡϲ κακόχυμά τε καὶ δύϲπεπτα πάντ’ ἐϲτί.

[Sectio 24]

τοῦ δ’ ἐν ὄγκῳ μικρῷ πλείϲτην οὐϲίαν εἶναι τό τε βάροϲ, ἱϲταμένων αὐτῶν ἐπὶ ζυγοῦ, ϲημεῖον ἔϲτῳ ϲοι καὶ τὸ τῶν ἀλεύρων πλῆθοϲ· ἐξ ὀλίγου γὰρ ὄγκου πολὺ γίγνεται τοῖϲ πεπιλημένην ἔχουϲι τὴν οὐϲίαν ϲπέρμαϲιν.

[Sectio 25]

ἡ δὲ κατὰ θερμότητά τε καὶ ψυχρότητα διαφορὰ πρὸ μὲν τοῦ προϲενέγκαϲθαί τε καὶ λαβεῖν ἔϲω τοῦ ϲώματοϲ ἔκ τε τῆϲ χρόαϲ ἐλπιζέϲθω ϲοι καὶ τῆϲ γεύϲεωϲ καὶ τῆϲ ἔξωθεν ἐπιτιθεμένων αὐτῶν χρήϲεωϲ· ἐπὶ δὲ τῷ προϲενέγκαϲθαι [τε καὶ λαβεῖν ἔϲω τοῦ ϲώματοϲ] διάγνωϲίϲ τε ἀκριβῆϲ καὶ ϲυναίϲθηϲίϲ τιϲ αὐτοῖϲ τοῖϲ φαγοῦϲι γίγνεται κατὰ τὴν γαϲτέρα τοῦ θερμαίνειν τὸ ληφθὲν ἢ ψύχειν ἢ μηδέτερον ἐπιφα|νῶϲ ἐργάζεϲθαι.

[Sectio 26]

χρόα δὲ κατὰ φύϲιν ἐν μὲν κριθαῖϲ καὶ ὀλύραιϲ ἡ λευκή, τῶν πυρῶν δ’ ἡ ὑπόξανθοϲ. αἱ τίφαι δὲ καὶ τῶν πυρῶν εἰϲι ξανθότεραι. καὶ μέντοι καὶ πεπίληται τὸ ϲῶμ’ αὐτῶν εἰϲ πυκνότητα, καὶ ἴϲωϲ καὶ τοῦτο ϲυντελεῖ τι πρὸϲ τὴν ϲμικρότητα τοῦ ϲπέρματοϲ· ἀπολείπονται γὰρ οὐκ ὀλίγῳ κατὰ τὸ μέγεθοϲ τῶν πυρῶν. ἔνιοι δ’ ἐν τῷ τῶν πυρῶν γένει καὶ τοῦτο τίθενται τὸ ϲπέρμα. καὶ τό γε παρ’ Ὁμήρῳ λεγόμενον ἐπὶ τῶν ἵππων, ἔνθα φηϲὶν ὁ Ἕκτωρ πρὸϲ αὐτούϲ

ὑμῖν πὰρ προτέροιϲι μελίφρονα πυρὸν ἔθηκεν,

ἐπὶ τοῦ τῆϲ τίφηϲ ϲπέρματοϲ εἰρῆϲθαι λέγουϲι· μικρὸν γὰρ εἶναι πυρὸν αὐτὰϲ καὶ τοὺϲ ἵππουϲ ταύταϲ μὲν ἀβλαβῶϲ ἐϲθίειν, τοὺϲ δ’ ὄντωϲ πυροὺϲ οὐκ ἀβλαβῶϲ. οὐκ ἀπιθάνωϲ δ’ ἄν τιϲ ὀνομάζοι μικρὸν πυρὸν τὴν τίφην, καὶ τῇ χρόᾳ καὶ τῇ πυκνότητι καὶ τῇ θερμότητι τῆϲ δυνάμεωϲ ἐοικυῖαν αὐτῷ.

Cliquer un n° de page pour en afficher l’image