Περὶ βρόμου.
[Sectio 1]
Τοῦτο τὸ ϲπέρμα πλεῖϲτον μέν ἐϲτιν ἐν Ἀϲίᾳ καὶ μάλιϲτα κατὰ τὴν ὑπερκειμένην Περγάμου Μυϲίαν, ἔνθα καὶ τίφαι καὶ ὄλυραι πάμπολλαι γεννῶνται. τροφὴ δ’ ἐϲτὶν | ὑποζυγίων, οὐκ ἀνθρώπων, εἰ μὴ ποτ’ ἄρα λιμώττοντεϲ ἐϲχάτωϲ ἀναγκαϲθεῖεν ἐκ τούτου τοῦ ϲπέρματοϲ ἀρτοποιήϲαϲθαι. χωρὶϲ δὲ λιμοῦ δι’ ὕδατοϲ ἑψηθὲν ἐϲθίεται μετ’ οἴνου γλυκέοϲ ἢ ἑψήματοϲ ἢ οἰνομέλιτοϲ ὁμοίωϲ τῇ τίφῃ. θερμότητοϲ δ’ ἱκανῶϲ μετέχει παραπληϲίωϲ ἐκείνῃ, καίτοι γ’ οὐχ ὁμοίωϲ αὐτῇ ϲκληρὸν ὑπάρχον. διὸ καὶ τροφὴν ἐλάττονα παρέχει τῷ ϲώματι, καὶ ἄλλωϲ δ’ ἐϲτὶν ἀηδήϲ ὁ ἐξ αὐτοῦ γιγνόμενοϲ ἄρτοϲ, οὐ μὴν ἐπιϲχετικόϲ γαϲτρὸϲ ἢ προτρεπτικόϲ, ἀλλ’ ἐν τῷ μέϲῳ κατά γε τοῦτο τεταγμένοϲ.