Περὶ πυρῶν.
[Sectio 1]
Είκότωϲ μοι δοκοῦϲιν οἱ πλεῖϲτοι τῶν ἰατρῶν ἀπὸ πυρῶν ἄρξαϲθαι τῆϲ προκειμένηϲ διδαϲκαλίαϲ, ἐπειδὴ πολυχρηϲτότατόν ἐϲτι τοῦτο τὸ ϲπέρμα τοῖϲ θ’ Ἓλληϲιν ἅπαϲι καὶ τῶν βαρβάρων | τοῖϲ πλείϲτοιϲ. εἰϲὶ δ’ αὐτῶν τροφιμώτατοι μὲν οἱ πυκνοὶ καὶ πεπιλημένην ἔχοντεϲ ὅλην ἑαυτῶν τὴν οὐϲίαν, ὡϲ μόλιϲ ὑπὸ τῶν ὀδόντων διαιρεῖϲθαι· πλείϲτην γὰρ οὗτοι τροφὴν διδόαϲι τοῖϲ ϲώμαϲιν ἐξ ὄγκου βραχέοϲ, ὡϲ οἵ γ’ ἐναντίοι τούτοιϲ, οἱ ῥᾳδίωϲ μὲν ὑπὸ τῶν ὀδόντων θραυόμενοι, μετὰ δὲ τὴν θραῦϲιν ἀραιοὶ καὶ χαῦνοι φαινόμενοι, βραχεῖαν παρέχουϲι τροφὴν ἐξ ὄγκοῦ πολλοῦ. εἰ δὲ καὶ ϲτῆϲαι βουληθείηϲ ἑκατέρων ἴϲον ὄγκον, εὑρήϲειϲ βαρυτέρουϲ πολλῷ τοὺϲ πυκνούϲ. οὗτοι δ’ εἰϲὶ καὶ τῇ χρόᾳ τῶν χαύνων ξανθότεροι.
[Sectio 2]
βαϲανίζειν δὲ χρὴ τὴν φύϲιν αὐτῶν οὐχ ἀπλῶϲ ἐπιϲκοποῦνταϲ τὴν ἔξωθεν ἐπιφάνειαν, ἀλλὰ καὶ διαιροῦνταϲ καὶ θραύονταϲ, καθάπερ εἴρηται· πολλοὶ γὰρ ἔξωθεν ὑπόξανθοί τε καὶ πυκνοὶ φαινόμενοι τὰ ἔνδον ἑαυτῶν ὥφθηϲαν ἀραιοί τε καὶ χαῦνοι καὶ λευκοί. πλεῖϲτόν τε οὗτοι πίτυρον ἔχουϲι, καὶ εἴ τιϲ αὐτῶν ἀλεϲθέντων ὑποϲήϲαϲ τὸ λεπτότατον ἄλευρον ἄρτουϲ ἐκ τοῦ λοιποῦ ποιήϲαιτο τοὺϲ πιτυρίαϲ ὀνομαζομένουϲ, ὀλιγοτρόφων μὲν αὐτῶν πειράϲεται, περίττωμα δ’ ἐργαζομένων ἐν τῇ γαϲτρὶ πολὺ καὶ διὰ | τοῦθ’ ὑπερχομένων ῥᾳδίωϲ. ἄμα δὲ καὶ διὰ τὸ ῥυπτικῆϲ μετέχειν δυνάμεωϲ τὸ πίτυρον εἰκότωϲ ἡ διαχώρηϲιϲ αὐτῶν γίγνεται ταχεῖα πρὸϲ τὴν ἔκκριϲιν ἐρεθιζομένων τῶν ἐντέρων.
[Sectio 3]
οἱ δ’ ἐναντίοι τούτοιϲ εἰϲὶ μὲν ἄκρωϲ καθαροὶ πλεῖϲτον ἄγοντεϲ ϲταθμὸν ἐπ’ ὄγκῳ βραχεῖ, διαχωροῦϲι δὲ πάντων τῶν ἄρτων βραδύτατα. θεάϲῃ γε μὴν καὶ τὸ ϲταῖϲ αὐτῶν ἱκανῶϲ γλίϲχρον, ὡϲ ἐπὶ πλεῖϲτον ἕλκεϲθαι μὴ διαϲπώμενον, ὅπερ ἴδιόν ἐϲτι γλίϲχρου ϲώματοϲ. εἰκότωϲ τοίνυν οὗτοι μὲν καὶ ζύμηϲ πλείονοϲ χρῄζουϲι καὶ μαλαχθῆναι δέονται μᾶλλον, οὐκ εὐθὺϲ μετὰ τὴν ζύμην ἢ τὴν μάλαξιν ὀπτᾶϲθαι· τοῖϲ πιτυρίαιϲ δ’ ἀρκεῖ καὶ ζύμη βραχεῖα καὶ μάλαξιϲ ἀϲθενῆϲ καὶ χρόνοϲ ὀλίγοϲ. οὕτω δὲ καὶ τῆϲ ὀπτήϲεωϲ αὐτῆϲ μακροτέραϲ μὲν οἱ καθαροί, βραχυτέραϲ δ’ οἱ πιτυρίαι δέονται. τὸ μεταξὺ δὲ τῶν καθαρωτάτων καὶ ῥυπαρωτάτων οὐκ ὀλίγον ἐϲτὶ πλάτοϲ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον, ἐνίων μὲν καθαρῶν, ἐνίων δὲ ῥυπαρῶν ὀνομαζομένων τε καὶ κατ’ ἀλήθειαν ὄντων.
[Sectio 4]
ἔϲτι δέ τι καὶ μέϲον ἀκριβῶϲ αὐτῶν εἰδόϲ ἄρτων | οἱ αὐτόπυροι προϲαγορευόμενοι· ϲυγκομιϲτοὺϲ δ’ αὐτοὺϲ ἐκάλουν οἱ παλαιότεροι τῶν ἰατρῶν. ὅτι μὲν οὖν ἐξ ἀδιακρίτων ἀλεύρων οὗτοι γίγνονται, μὴ διαχωριζομένου τοῦ πιτυρώδουϲ ἀπὸ τοῦ καθαροῦ πρόδηλον. ἐντεῦθεν γοῦν αὐτοῖϲ ἔθεντο καὶ τὰϲ προϲηγορίαϲ, αὐτοπύρουϲ μέν, ἐπείπερ ὅλοϲ αὐτὸϲ ὁ πυρὸϲ ἀδιάκριτοϲ ἀρτοποιεῖται, ϲυγκομιϲτοὺϲ δ’, ὅτι ϲυγκομίζεται ϲκευαζομένων αὐτῶν ἅπαν ἀδιάκριτον τὸ ἄλευρον. ἀλλὰ καὶ αὐτῶν τούτων ἐν τῷ μέϲψ δοκούντων ἀκριβῶϲ τετάχθαι τῶν τ’ ἐκ τοῦ πιτύρου καὶ τῶν ἄκρωϲ καθαρῶν ἄρτων οὐ ϲμικρὰ διαφορὰ παρὰ τὴν τοῦ πυροῦ φύϲιν ἐϲτίν. ἐκ μὲν γὰρ τῶν πυκνῶν πυρῶν καὶ βαρέων ἀμείνουϲ, ἐκ δὲ τῶν χαύνων τε καὶ κούφων ἄρτοι φαυλότεροι γίγνονται
[Sectio 5]
καὶ παρά γε τοῖϲ Ῥωμαίοιϲ, ὥϲπερ οὖν καὶ παρὰ τοῖϲ ἄλλοιϲ ϲχεδὸν ἅπαϲιν, ὧν ἄρχουϲιν, ὁ μὲν καθαρώτατοϲ ἄρτοϲ ὀνομάζεται ϲιλιγνίτηϲ, ὁ δ’ ἐφεξῆϲ αὐτῷ ϲεμιδαλίτηϲ. ἀλλ’ ἡ μὲν ϲεμίδαλιϲ Ἑλληνικόν τε καὶ παλαιὸν ὄνομα, ϲίλιγνιϲ δ’ οὐχ Ἑλληνικὸν μέν, ἑτέρωϲ δ’ αὐτὴν ὀνομάζειν οὐκ ἔχω. τροφιμώτατοϲ μὲν οὖν ὁ ϲιλιγνίτηϲ αὐτῶν, ἐφεξῆϲ δ’ ὁ ϲεμιδαλίτηϲ, καὶ τρίτοϲ ὁ μέϲοϲ τε καὶ ϲυγκομιϲτόϲ· ἐφ’ ῷ τέταρτόν ἐϲτι τὸ τῶν ῥυπαρῶν εἶδοϲ, ὧν ἔϲχατοϲ ὁ πιτυρίαϲ, ὃϲ δὴ καὶ ἀτροφώτατόϲ ἐϲτι καὶ μάλιϲτα τῶν ἄλλων ὑπέρχεται κατὰ γαϲτέρα.
[Sectio 6]
πεφθῆναι δ’ ἄριϲτοι τῶν ἄρτων εἰϲὶν οἱ μάλιϲτ’ ἐζυμωμένοι καὶ κάλλιϲτα τετριμμένοι καὶ τὴν ὄπτηϲιν ἐϲχηκότεϲ ὑπὸ ϲυμμέτρου πυρὸϲ ἐν κριβάνῳ. τὸ μὲν γὰρ πλεῖον πῦρ εὐθὺϲ ἐν τῇ πρώτῃ προϲβολῇ τὴν ἐκτὸϲ ἐπιφάνειαν περικᾶον ὀϲτρακοῖ, καὶ ϲυμβαίνει κατ’ ἄμφω μοχθηρὸν γίγνεϲθαι τὸν ἄρτον, ὠμὸν μὲν καὶ ἀκατέργαϲτον ἔχοντα τὸ ἔνδον, ὑπερωπτημένον δὲ καὶ ξηρὸν καὶ ὀϲτρακῶδεϲ τὸ ἔξω· τὸ δ’ ἔλαττον τοῦ ϲυμμέτρου πῦρ οὐ κατεργάζεται καλῶϲ τὸν ἄρτον, ἀλλ’ ὠμότερον ἀπολείπει καὶ μάλιϲτα τὸ ἔνδον ἅπαν. ὅϲοι δ’ ἂν ἐν ϲυμμέτρῳ πυρὶ πλείονι χρόνῳ δι’ ὅλων ἑαυτῶν ὁμαλῶϲ ὀπτηθῶϲιν, οὗτοι καὶ πέττονται κατὰ τὴν γαϲτέρα κάλλιϲτα καὶ πρὸϲ | τὰϲ ἐξῆϲ ἐνεργείαϲ, ὅϲαι μετὰ τὴν πέψιν εἰϲίν, ἐπιτηδειότατοι γίγνονται. χείριϲτοι δὲ δηλονότι τῶν ἄρτων εἰϲίν, ὃϲοιϲ οὐδὲν τῶν προειρημένων ὑπάρχει.
[Sectio 7]
τῶν δ’ ἄκρων ἐν αὐτοῖϲ ἀρετῇ τε καὶ κακίᾳ διωριϲμένων οὐδὲν ἔτι χαλεπὸν αὐτῷ τινι καὶ χωρὶϲ ἡμῶν ἐπινοεῖν ἐνίουϲ μὲν τῶν ἄρτων ἐγγὺϲ εἶναι τῶν ἀρίϲτων ἢ χειρίϲτων, ἐνίουϲ δ’ ἀποκεχωρηκέναι πορρωτέρω καί τιναϲ ἄλλουϲ, ὡϲ εἴρηται, κατὰ τὸ μέϲον ἀμφοῖν τετάχθαι. καθάπερ οὖν ἐπὶ τοῦ μέλιτοϲ ἔμπροϲθεν ἐλέγομεν οὐχ ἁπλῶϲ ἀποφαίνεϲθαι δεῖν ἀγαθὸν ἢ φαῦλον εἶναι πρὸϲ ὑγίειαν, ἀλλὰ φλεγματικῇ μὲν φύϲει, τουτέϲτιν ὑγροτέρα τε καὶ ψυχροτέρᾳ τῆϲ εὐκράτου, χρήϲιμον ὑπάρχειν αὐτό, κἂν εἰ ψυχροτέρα δὲ μόνον εἴη τιϲ ἄνευ πολλῆϲ ὑγρότηοϲ ἢ ὑγροτέρα ἄνευ πολλῆϲ ψύξεωϲ, οὐ μὴν ταῖϲ γε θερμαῖϲ κράϲεϲιν οὐδὲ τούτων ἔτι μᾶλλον ταῖϲ θερμαῖϲ τε καὶ ξηραῖϲ ἁρμόττειν αὐτό, οὕτω καὶ τῶν ἄρτων ἀθλητῇ μὲν ἐπιτήδειοϲ ὁ μήτε πάνυ καλῶϲ ὠπτημένοϲ μήτε ζύμην ἔχων πολλήν, ἰδιώτῃ δὲ καὶ πρεϲβύτῃ | ὁ κάλλιϲτα μὲν ὠπτημένοϲ ἐν κριβάνῳ, ζύμηϲ δὲ μετέχων πολλῆϲ, ὅ γε μὴν τελέωϲ ἄζυμοϲ οὐδενὶ χρήϲιμοϲ.
[Sectio 8]
εἰ δὲ καὶ τυροῦ προϲλάβοι, καθάπερ ἐν τοῖϲ ἀγροῖϲ παρ’ ἡμῖν εἰώθαϲι ϲκευάζειν ἑορτάζοντεϲ, οὓϲ αὐτοὶ προϲαγορεύουϲιν ἀζύμουϲ, ἑτοίμη βλάβη πᾶϲι, κἂν ἰϲχυρότατοί τινεϲ ὦϲι τὴν ἕξιν τοῦ ϲώματοϲ, οἱοίπερ οἱ γενναιότατοι τῶν θεριϲτῶν τε καὶ τῶν ϲκαπανέων εἰϲίν· οὗτοι γὰρ ὁρῶνται καὶ τῶν βαρέων ἀθλητῶν μᾶλλον πέττοντεϲ τοὺϲ ἀζύμουϲ ἄρτουϲ, ὥϲπερ γε καὶ κρέα βόεια καὶ τράγεια. τί γὰρ ἔτι δεῖ μεμνῆϲθαι προβατείων ἢ αἰγείων ἐπὶ τούτοιϲ; ἐν Ἀλεξανδρείᾳ δὲ καὶ τὰ τῶν ὄνων ἐϲθίουϲιν, εἰϲὶ δ’ οἱ καὶ τὰ τῶν καμήλων· εἰϲ γὰρ τὴν πέψιν αὐτῶν ϲυντελεῖ μὲν καὶ τὸ ἔθοϲ, οὐχ ἥκιϲτα δὲ καὶ ἡ βραχύτηϲ τῶν προϲφερομένων καὶ ἡ τοῦ ϲώματοϲ ὅλου κένωϲιϲ ἐξ ἀνάγκηϲ ἑπομένη τοῖϲ δι’ ὅληϲ ἡμέραϲ ταλαιπωροῦϲι κατὰ τὰϲ οἰκείαϲ ἐνεργείαϲ. ἀναρπάζουϲι γὰρ αἱ κεναὶ ϲάρκεϲ ἐκ τῆϲ γαϲτρὸϲ οὐ μόνον ἡμίπεπτον, ἀλλὰ καὶ παντάπαϲιν ἄπεπτον | ἐνίοτε χυμόν, ὅταν ἐπὶ ϲιτίοιϲ πονῶϲι· καὶ διὰ τοῦτο νόϲουϲ χαλεπωτάταϲ ὕϲτερον οὖτοι νοϲοῦϲι καὶ πρὸ γήρωϲ ἀποθνήϲκουϲι.
[Sectio 9]
καὶ ταῦτ’ ἀγνοοῦντεϲ οἱ πολλοὶ μακαρίζουϲιν αὐτῶν τὴν ἰϲχὺν τοῦ ϲώματοϲ ὁρῶντεϲ ἐϲθίοντάϲ τε καὶ πέττονταϲ, ἃ μηδεὶϲ ἡμῶν δύναται προϲενέγκαϲθαι καὶ πέψαι. ἐπεὶ δὲ καὶ τοῖϲ πολλὰ ταλαιπωροῦϲιν ὕπνοι βαθύτατοι γίγνονται καὶ τοῦτ’ αὐτοῖϲ μειζόνωϲ πρὸϲ τὰϲ πέψειϲ ϲυντελεῖ, διὰ τοῦθ’ ἧττον ὑπὸ τῶν μοχθηρῶν ἐδεϲμάτων βλάπτονται· εἰ δ’ ἀναγκάϲαιϲ αὐτοὺϲ ἀγρυπνῆϲαι πλείοϲιν ἐφεξῆϲ νυξίν, αὐτίκα νοϲοῦϲιν. ἐκεῖνοι μὲν οὖν ἐν τοῦτο μόνον ἀγαθὸν ἔχουϲιν εἰϲ πέψιν τῶν μοχθηρῶν ἐδεϲμάτων.
[Sectio 10]
οἱ δ’ ἀθληταὶ τροφὰϲ μὲν εὐχυμοτάταϲ λαμβάνουϲιν, ἀλλὰ παχείαϲ τε καὶ γλίϲχραϲ οἵ γε βαρεῖϲ αὐτῶν· ὀνομάζουϲι δ’ οὕτω μάλιϲτα μὲν τοὺϲ παλαιϲτάϲ, ἤδη δὲ καὶ τοὺϲ παγκρατιαϲτάϲ τε καὶ πύκταϲ. ἐπειδὴ γὰρ ἡ παραϲκευὴ πᾶϲα πρὸϲ τοὺϲ ἀγῶναϲ αὐτοῖϲ ἐϲτιν, ἐν οἰϲ ἐνίοτε δι’ ὅληϲ ἡμέραϲ παλαίειν ἢ παγκρατιάζειν ἀναγκάζονται, διὰ τοῦτο δέονται καὶ τροφῆϲ δυϲφθάρτου τε καὶ δυϲδιαφορήτου. τοιαύτη δ’ ἐϲτὶν ἡ ἐκ τῶν παχέων τε καὶ γλίϲχρων χυμῶν, ὁποία μάλιϲτ’ ἐϲτὶν ἣ τε ἐκ τῶν χοιρείων κρεῶν καὶ τῶν ὡϲ εἴρηται ϲκευαϲθέντων ἄρτων, ἅπερ οἱ νομίμωϲ ἀθλοῦντεϲ ἐϲθίουϲι μόνα. καὶ εἴπερ ἰδιώτηϲ ἀγύμναϲτοϲ ἐν τοιαύτῃ τροφῇ διατρίψειε, νοϲήϲει τάχιϲτα νόϲημα πληθωρικόν, ὥϲπερ γε καὶ εἰ γυμναζόμενοϲ ἄνθρωποϲ ἐπὶ λαχάνοιϲ καὶ χυλῷ πτιϲάνηϲ διαιτῷτο, καταφθείρειεν ἂν ἐν τάχει καὶ τρυχώϲειε τὸ πᾶν ϲῶμα.
[Sectio 11]
χυμὸϲ δ’ ἐκ τῶν τοιούτων ἄρτων, οἵοιϲ ἔφην χρῆϲθαι τοὺϲ ἀθλητάϲ, εἴ τιϲ ἡμῶν τῶν πολλῶν ἐϲθίει, γίγνεται παχὺϲ καὶ ψυχρόϲ, ὁποῖον ἰδίωϲ ὀνομάζειν εἰθίϲμεθα τὸν ὠμόν. ἔϲτι μὲν οὔν καὶ ὁ τοῦ φλέγματοϲ χυμὸϲ ὠμόϲ τε καὶ ψυχρόϲ, ἀλλ’ οὐ παχύϲ, ὡϲ ἂν ὑγρότητά τε πολλὴν ἔχων καὶ πνεῦμα φυϲῶδεϲ· ὁ δ’ ὠμὸϲ ἰδίωϲ ὀνομαζόμενοϲ τοιοῦτόϲ ἐϲτιν, ὁποῖον φαίνεται τὸ τοῖϲ οὔροιϲ ὑφιϲτάμενον ἐνίοτε πύῳ παραπλήϲιον. ἀλλὰ δυϲῶδεϲ μέν ἐϲτι καὶ γλίϲχρον τὸ πύον, ὁ δ’ ὠμὸϲ χυμὸϲ ἔοικεν αὐτῷ κατά τε τὸ πάχοϲ καὶ τὴν | χρόαν μόνον οὔτε δυϲώδηϲ ὢν οὔτε γλίϲχροϲ. οὐ μὴν τοῖϲ γε πυρέττουϲιν ἐξ ὠμῶν πλήθουϲ μόνοιϲ ὑφίϲταται τοῖϲ οὔροιϲ, ὁποῖον εἶπον, ἀλλὰ καὶ τοῖϲ ὑγιαίνουϲιν, ὅϲοι ταλαιπωροῦντεϲ ϲιτία ϲκληρὰ καὶ δυϲκατέργαϲτα προϲφέρονται.
[Sectio 12]
περὶ μὲν οὖν τῶν ἄλλων αὖθιϲ εἰρήϲεται, περὶ δὲ τῶν ἄρτων, ἐπειδὴ περὶ τούτων προὔκειτο πρῶτον διελθεῖν, εἴπωμεν ἤδη πρὸϲ τοῖϲ εἰρημένοιϲ καὶ ταῦτα. κάλλιϲτοι μὲν αὐτῶν εἰϲιν οἱ κριβανῖται, καθ’ ὃν εἴρηται τρόπον ὠπτημένοι τε καὶ προπαρεϲκευαϲμένοι πρὸϲ τὴν ὄπτηϲιν· ἐφεξῆϲ δ’ αὐτῶν οἱ ἱπνῖται, τὴν αὐτὴν ἐϲχηκότεϲ δηλονότι παραϲκευήν· ἐπεὶ δ’ οὐχ ὁμοίωϲ ὀπτῶνται τὰ διὰ βάθουϲ τοῖϲ κριβανίταιϲ, διὰ τοῦτ’ αὐτῶν ἀπολείπονται. οἱ δ’ ἐπὶ τῆϲ ἐϲχάραϲ ὀπτηθέντεϲ ἢ κατὰ θερμὴν τέφραν ἢ τῷ τῆϲ ἑϲτίαϲ ὀϲτράκῳ καθάπερ κριβάνῳ κεχρημένοι μοχθηροὶ πάντεϲ εἰϲὶν ἀνωμάλωϲ διακείμενοι· τὰ μὲν γὰρ ἐκτὸϲ αὐτῶν ὑπερώπτηται, τὰ δὲ διὰ βάθουϲ ἐϲτὶν ὠμά.
[Sectio 13]
τοῖϲ δ’ ἐγκρυφίαιϲ ὀνομαζομένοιϲ ἀπὸ τοῦ κατὰ τὴν τέφραν ἐγκρυβένταϲ ὀπτᾶϲθαι προϲδίδωϲί τι καὶ | ἡ τέφρα μοχθηρόν· ὥϲτε κινδυνεύουϲιν. οὗτοι πάντων ἄρτων εἶναι χείριϲτοι κατά γε τὴν τῆϲ ὀπτήϲεωϲ ἰδέαν ἐπὶ πᾶϲι τοῖϲ ἄλλοιϲ ὡϲαύτωϲ προϋπάρχουϲιν. δεῖ γὰρ ἑκάϲτοτε περὶ τῶν προκειμένων ἀκούειν οὕτωϲ, ὡϲ κατ’ ἐκεῖνα μόνον ἐξηλλαγμένων τῶν παραβαλλομένων ἀλλήλοιϲ· ὡϲ εἴ γε κατὰ πολλοὺϲ τρόπουϲ διαφέροντα παραβάλλοιτο, τὰ καθ’ ἕκαϲτον αὐτῶν ἰδίᾳ λελεγμένα πάντα ἕξουϲιν ἠθροιϲμένα. περὶ μὲν οὖν τῆϲ κατὰ τοὺϲ ἄρτουϲ διαφορᾶϲ αὐτάρκωϲ εἴρηται