Galenus. De alimentorum facultatibus (De alim. fac.) [n° 038 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
De alimentorum facultatibus libri III, 1.24, ed. Kühn, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-grc1
Helmreich, 1923; Wilkins, 2013.
De alimentorum facultatibus libri III, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
Beintker, Kahlenberg, 1948 (deu;grc); Beintker, Kahlemberg, 1952 (deu;grc); Powell, 2003 (eng); Zaragoza, 2015 (spa).

De alimentorum facultatibus libri III, 1.24, ed. Helmreich, 1923. urn:cts:greekLit:tlg0057.tlg037.1st1K-grc1:1.24

Περὶ τήλεωϲ.

[Sectio 1]

Οὐ μόνον τῆλιν, ἀλλὰ καὶ βούκεραϲ, ἔνιοι δ’ αἰγόκεραϲ ὀνομάζουϲι τὸ ϲπέρμα τοῦτο. τῶν θερμαινόντων δ’ ἐϲτὶ φανερῶϲ, τὴν αὐτὴν χρείαν παρέχον εἰϲ ἐδωδὴν τοῖϲ ἀνθρώποιϲ, ἥνπερ οἱ θέρμοι. προϲλαμβάνουϲι γὰρ αὐτὸ διὰ γάρου γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκα, καὶ πολύ γε θέρμων εἰϲ τοῦτ’ ἐϲτὶν ἐπιτηδειότερον, οὐδὲν ἐκ τῆϲ οἰκείαϲ οὐϲίαϲ ἔχον δυϲδιέξοδον.

[Sectio 2]

ἐϲθίεται δὲ καὶ δι’ ὄξουϲ καὶ γάρου, καθάπερ οἱ θέρμοι. καὶ δι’ οἴνου δὲ καὶ γάρου καὶ ἐλαίου πολλοὶ καὶ τῆλιν ἐϲθίουϲι καὶ θέρμουϲ, ἔνιοι δὲ καὶ ϲὺν ἄρτῳ, καὶ γίγνεται τοῦτ’ αὐτοῖϲ ὄψον αὔταρκεϲ, ἧττον μὲν ὑπάγον γαϲτέρα, μήτε δὲ κεφαλῆϲ ἁπτόμενον, ὥϲπερ ἡ διὰ τοῦ γάρου τῆλιϲ ἐνίων ἅπτεται, μήτε τὸν ϲτόμαχον ἀνατρέπον· ἐργάζεται γὰρ ἐπὶ τινῶν ἡ τῆλιϲ καὶ τοῦτο. τῷ δ’ αὐτῷ τρόπῳ τῷδε πρὸϲ ἐδωδὴν ἔνιοι χρῶνται φαϲήλοιϲ τε καὶ ὤχροιϲ, ἐφ’ ὧν αὐτίκα τὸν κοινὸν ἀπάντων τῶν τοιῶνδε παραγράψω λόγον.

[Sectio 3]

ἐϲθίεται δὲ τῆλιϲ ὑπὸ τινῶν καὶ πρὶν ἐκκαρπῆϲαι τὸ φυτὸν αὐτῆϲ, ἀποβαπτομένων | αὐτὴν εἰϲ ὄξοϲ καὶ γάρον. ἔνιοι δὲ καὶ τοὔλαιον ἐπιχέοντεϲ ὄψῳ χρῶνται ϲὺν ἄρτῳ προϲφερόμενοι, τινὲϲ δὲ καὶ μετ’ ὄξουϲ καὶ γάρου. κεφαλῆϲ δ’ ἅπτεται καὶ ἥδε πλείων ληφθεῖϲα, καὶ μᾶλλον εἰ καὶ χωρὶϲ ἄρτου προϲενέγκοιτό τιϲ αὐτήν· ἐνίοιϲ δὲ καὶ τὸν ϲτόμαχον ἀνατρέπει.

[Sectio 4]

χυλὸϲ δ’ ἑψηθείϲηϲ τῆϲ τήλεωϲ μετὰ μέλιτοϲ λαμβανόμενοϲ ἐπιτήδειόϲ ἐϲτιν ὑπάγειν ἅπανταϲ τοὺϲ ἐν τοῖϲ ἐντέροιϲ μοχθηροὺϲ χυμούϲ, τῇ μὲν γλιϲχρότητι τὸ προϲηνὲϲ ἔχων, τῇ δὲ θερμότητι τὸ παρηγορικόν. ὅτι δὲ καὶ ῥυπτικῆϲ μετέχει δυνάμεωϲ, ἐπὶ τὴν ἔκκριϲιν παρορμᾷ τὸ ἔντερον. ὀλίγον δ’ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ μέλι, μή πωϲ γένηται δακνώδηϲ.

[Sectio 5]

ἐπὶ δὲ τῶν κατὰ τὸν θώρακα χρονιζόντων ἀλγημάτων ἄνευ πυρετοῦ ϲυναφέψειν μὲν αὐτῇ χρὴ λιπαροὺϲ φοίνικαϲ, ἐκθλίψανταϲ δὲ τὸν χυλόν, εἶτα μέλιτι μίξανταϲ δαψιλεῖ κἄπειθ’ ἑψή ϲανταϲ αὖθιϲ ἐπ’ ἀνθράκων ἄχρι πάχουϲ ϲυμμέτρου χρῆϲθαι πρὸ πολλοῦ τῶν ϲιτίων.

Cliquer un n° de page pour en afficher l’image