Περὶ λαθύρων.
[Sectio 1]
Παραπλήϲιοι μέν εἰϲι τὴν οὐϲίαν οἱ λάθυροι τοῖϲ ὤχροιϲ τε καὶ φαϲήλοιϲ, χρῶνται δ’ αὖ καὶ τούτοιϲ πλείϲτοιϲ οἱ κατὰ τὴν ἡμετέραν. Ἀϲίαν ἄγροικοι, καὶ μάλιϲτα κατὰ τὴν Μυϲίαν τε καὶ φρυγίαν, οὐ μόνον ὥϲπερ οἱ κατὰ τὴν Ἀλεξάνδρειάν τε καὶ πολλὰϲ ἄλλαϲ πόλειϲ ὤχροιϲ τε καὶ φαϲήλοιϲ, ἀλλὰ καὶ ϲκευάζοντεϲ ὁμοίωϲ τῇ φακοπτιϲάνῃ. χυλὸν δ’ ἔχουϲι τῇ μὲν δυνάμει παραπλήϲιον ὤχροιϲ τε καὶ φαϲήλοιϲ, παχύτερον δὲ τῇ ϲυϲτάϲει, καὶ δι’ αὐτό γε τοῦτο τροφιμώτεροί πωϲ ἐκείνων εἰϲίν. |