Περὶ δολίχων.
[Sectio 1]
Τὸ τῶν δολίχων ὄνομα γέγραπται μὲν καὶ παρὰ τῷ Διοκλεῖ μετὰ τῶν ἄλλων, ὅϲα τῶν τρεφόντων ἡμᾶϲ ϲπερμάτων ἐϲτὶν ὀνόματα, γέγραπται δὲ κὰν τῷ Περὶ διαίτηϲ Ἱπποκράτουϲ, ὑπὲρ οὖ καὶ | πρόϲθεν ἤδη διῆλθον. ἡγοῦμαι δ’ αὐτοὺϲ οὕτωϲ ὀνομάζειν τὸ ϲπέρμα τοῦ κηπευομένου φυτοῦ, καλουμένου δὲ νῦν ὑπὸ τῶν πολλῶν κατὰ τὸν πληθυντικὸν ἀριθμὸν διττῶϲ. ἔνιοι μὲν γὰρ λοβούϲ, ἔνιοι δὲ φαϲηόλουϲ ὀνομάζουϲιν αὐτοὺϲ διὰ τεττάρων ϲυλλαβῶν τὴν φωνὴν προφερόμενοι καὶ κατὰ τοῦτο ποιοῦντεϲ ἕτερον ὄνομα τοῦ διὰ τριῶν ϲυλλαβῶν λεγομένου φαϲήλου. τινὲϲ δὲ τὸν αὐτὸν εἶναι λέγουϲι τὸν φάϲηλον τῷ λαθύρῳ, τινὲϲ δ’ εἶδοϲ αὐτοῦ.
[Sectio 2]
τούϲ γε μὴν δολίχουϲ τεκμήραιτ’ ἄν τιϲ ὀνομάζεϲθαι τὰ κηπευόμενα ταυτὶ
φυτὰ κἀξ ὧν ὁ Θεόφραϲτοϲ ὑπὲρ αὐτῶν εἶπεν ἐν τῷ ὀγδόῳ Περὶ φυτῶν ἱϲτορίαϲ.
ἔχει δ’ ἡ λέξιϲ ὧδε· καὶ τὰ μέν ἐϲτιν ὀρθόκαυλα, καθάπερ πυρὸϲ καὶ κριθὴ καὶ
ὅλωϲ τὰ ϲιτώδη καὶ θερινά, τὰ δὲ πλαγιόκαυλα μᾶλλον οἷον ἐρέβινθοϲ ὄροβοϲ
φακόϲ· τὰ δ’ ἐπιγειόκαυλα, καθάπερ ὦχρὸϲ πιϲὸϲ λάθυροϲ. ὁ δὲ δόλιχοϲ, ἐὰν
παρακαταπήξῃ τιϲ ξύλα μακρά, ἀναβαίνει καὶ γίγνεται κάρπιμοϲ, εἰ δὲ μὴ,
φαῦλοϲ και ἐρυϲιβώδηϲ.
[Sectio 3]
ἐκ δὲ τοῦ παρακαταπηγνύναι κελεύειν ξύλα μακρὰ καὶ μὴ γενομένου τούτου φάϲκειν ἐρυϲιβώδειϲ αὐτοὺϲ | ἀποτελεῖϲθαι τεκμήραιτ’ ἄν τιϲ εἶναι τὸν λόγον αὐτῷ περὶ τῶν νῦν καλουμένων φαϲηόλων τε καὶ λοβῶν· αὐτὸϲ δὲ λοβοὺϲ ὀνομάζει τὰ περι ἔχοντα τὸ ϲπέρμα τῶν τοιούτων ὀϲπρίων, οἷόν ἐϲτι φακὸϲ καὶ ὄροβοϲ καὶ πιϲὸϲ καὶ κύαμοϲ καὶ θέρμοϲ. ὥϲπερ γὰρ τὰ ϲιτηρὰ ϲπέρματα περιέχουϲιν οἱ ϲτάχυεϲ, οὕτω καὶ τὰ νῦν εἰρημένα οἱ λοβοί, καὶ τούϲ γε δολίχουϲ καὶ αὐτοὺϲ οἱ λοβοὶ περιέχουϲι. καὶ κατὰ τοῦτ’ οἶμαι τὸν ὅλον καρπὸν ὑπὸ τῶν νῦν ἀνθρώπων ὀνομάζεϲθαι λοβούϲ, ὥϲπερ ϲτάχυαϲ ὅλουϲ τοὺϲ ϲιτηροὺϲ καρπούϲ. ἴϲμεν δὲ καὶ ἄλλα πολλὰ τῶν ἐν πολλῇ χρήϲει παρὰ τοῖϲ ἀνθρώποιϲ ὄντων ὅλου τοῦ γένουϲ τοὔνομα ϲφετεριϲάμενα, καθάπερ τὸν κάλαμον, ᾧ γράφομεν, καὶ τὸ μέλαν.
[Sectio 4]
ἐν δὲ τῷ Περὶ διαίτηϲ Ἱπποκράτουϲ οὕτω γέγραπται· οἱ δὲ πιϲοὶ φυϲῶϲι
μὲν ἧϲϲον, διαχωροῦϲι δὲ μᾶλλον, ὦχροι δὲ καὶ δόλιχοι διαχωρητικώτεροι
τούτων, ἧϲϲον δὲ φυϲώδεεϲ, τρόφιμοι δέ.
παραβάλλων γὰρ ἐν ταύτῃ τῇ ῥήϲει τοὺϲ
πιϲοὺϲ τοῖϲ κυάμοιϲ, ὑπὲρ ὧν ὡϲ φυϲώδουϲ ἐδέϲματοϲ προειρήκει, τοὺϲ δ’ ὤχρουϲ
καὶ δολίχουϲ ἐφεξῆϲ γράφων | ἐνδείκνυται τῶν ὁμογενῶν τι τοῖϲ προειρημένοιϲ
ϲπερμάτων εἶναι τὸν δόλιχον καὶ μάλιϲτα τοῖϲ ὤχροιϲ. ἀλλ’ ἐκ τοῦ μηδ’ ὅλωϲ
αὐτὸν μνημονεῦϲαι λαθύρων καὶ φαϲήλων ὑποψία τίϲ ἐϲτιν, ὡϲ ἐκείνων τι τῶν
ϲπερμάτων ἐνδεχόμενον εἴη κεκλῆϲθαι δόλιχον. εἰ δὲ καὶ τοὺϲ φαϲήλουϲ τιϲ ἐν
τῷ γένει τῶν λαθύρων περιλαμβάνει, τό γε τοὺϲ λαθύρουϲ μὴ δύναϲθαι λεχθῆναι
δολίχουϲ ἐν τῇ προκειμένη ῥήϲει διαφυγεῖν οὐχ οἷόν τε.
[Sectio 5]
Διοκλῆϲ δ’ ἐν τῷ τῶν ὀϲπρίων καταλόγῳ κυάμουϲ πρῶτον εἰπών. εἶτα
πιϲούϲ, ἐφεξῆϲ γράφει κατὰ λέξιν οὕτω· δόλιχοι δὲ τρέφουϲι μὲν οὐχ ἧττον τῶν
πιϲῶν, ἄφυϲοι δ’ εἰϲὶ παραπληϲίωϲ, πρὸϲ ἡδονὴν δὲ καὶ διαχώρηϲιν χείρουϲ.
ἀλλὰ καὶ οὖτοϲ ἐφεξῆϲ ὤχρων μὲν καὶ φακῶν ἐρεβίνθων τε καὶ ὀρόβων
μνημονεύϲαϲ, παραλιπὼν δὲ τὸ τῶν λαθύρων ὄνομα, τὴν αὐτὴν ἀμφιβολίαν παρέχει.
καί τιϲ δύναται λέγειν. ἐν εἶναι γένοϲ ταῦτα πάντα, λαθύρουϲ ὤχρουϲ φαϲήλουϲ,
ὀνόμαϲι. πλείοϲι κεχρημένα, τάχα μὲν ὡϲ κίων καὶ ϲτῦλοϲ, ἴϲωϲ δὲ καὶ κατὰ
τιναϲ ἐμφαίνομέναϲ αὐτοῖϲ διαφοράϲ.
[Sectio 6]
ἀλλὰ τό γε τοὺϲ δολίχουϲ οὐχ ἧττόν τε τῶν πιϲῶν τρέφειν ἀφύϲουϲ τ’ εἶναι παραπληϲίωϲ ἐκείνοιϲ ἐνδεικτικόν ἐϲτι τοῦ κεκληκέναι τὸν Διοκλέα τοὺϲ νῦν ὀνομαζομένουϲ φαϲηόλουϲ οὕτωϲ. ὁ γάρ τοι λάθυροϲ οὔκ ἐϲτιν ἀφυϲότεροϲ πιϲοῦ καθάπερ οὐδ’ ὦχροϲ οὐδὲ φάϲηλοϲ, εἴθ’ ἕν γένοϲ ἐϲτίν, ὡϲ ἔφην, εἴτε καὶ διαφοραί τινεϲ ἐνὸϲ γένουϲ ταῦτα
[Sectio 7]
Φυλότιμοϲ δὲ καὶ Πραξαγόραϲ οὐδενὸϲ τῶν τοιούτων ἐδεϲμάτων ἐμνημόνευϲαν, ὅτι μὴ κυάμων τε καὶ πιϲῶν μόνων, ὥϲτε παρὰ γε τούτων οὐδὲν ἔχομεν εὐπορῆϲαι περὶ τοῦ τῶν δολίχων ὀνόματοϲ, ἐφ’ ὅτῳ πράγματι τέτακται. καὶ τοίνυν καλείτω μὲν ἕκαϲτοϲ, ὡϲ ἂν ἐθέλῃ, τοὺϲ νῦν ὑπὸ τῶν πολλῶν ὀνομαζομένουϲ φαϲηόλουϲ τε καὶ λοβούϲ, ἴϲτω δὲ τὴν δύναμιν αὐτῶν οὖϲαν, οἵαν ὁ Διοκλῆϲ εἷπε περὶ τῶν δολίχων.
[Sectio 8]
ἐγγὺϲ δὲ τῆϲ γνώμηϲ αὐτοῦ καὶ ὁ τὸ Περὶ διαίτηϲ ὡϲ Ἱπποκράτουϲ γράψαϲ ἥκει, τοὺϲ ὤχρουϲ τε καὶ τοὺϲ δολίχουϲ διαχωρητικωτέρουϲ μὲν εἶναι λέγων τῶν πιϲῶν, ἧϲϲον δὲ φυϲώδειϲ, ἀλλὰ καὶ τροφίμουϲ αὐτοὺϲ εἶναι μαρτυρεῖ. καὶ γὰρ καὶ οὕτωϲ ἔχει, πλὴν | ὅτι ϲὺν τοῖϲ λοβοῖϲ ὅλουϲ ἐϲθίουϲιν ἔτι χλωροὺϲ ὄνταϲ αὐτοὺϲ οἱ ἄνθρωποι δι’ ἐλαίου καὶ γάρου τοὐπίπαν· ἔνιοι δὲ καὶ οἶνον ἐπεμβάλλουϲιν. εἰϲ ἀπόθεϲιν δ’ οὐ χρῶνται καθάπερ τοῖϲ πιϲοῖϲ· ὑγρότεροι γὰρ ὄντεϲ τὴν φύϲιν εἰώθαϲι διαφθείρεϲθαι. τῷ βουλομένῳ δ’ ἀϲφαλῶϲ ἀποθέϲθαι καὶ τούτουϲ, ὥϲπερ οὑμὸϲ πατὴρ ἐποίει, ξηραντέον ἐϲτὶν ἀκριβῶϲ αὐτούϲ· οὕτω γὰρ ἄϲηπτοί τε καὶ ἀδιάφθοροι μένουϲιν ὅλῳ χειμῶνι, τὴν αὐτὴν χρείαν τῷ πιϲῷ παρεχόμενοι.
[Sectio 9]
τῶν φίλων δέ τιϲ ἐν Ῥώμῃ διατρίβων ἔλεγεν ἐν Καρίᾳ κατὰ τὴν ἑαυτοῦ πατρίδα καλουμένην Κέραμον ϲπείρεϲθαι τοῖϲ ἄλλοιϲ ὀϲπρίοιϲ ὡϲαύτωϲ τοὺϲ δολίχουϲ ἐν ταῖϲ ἀρούραιϲ, ἔχονταϲ τὸ ϲχῆμα προμηκέϲτερον λαθύρων.