Περὶ μήκωνοϲ ϲπέρματοϲ.
[Sectio 1]
Τῆϲ ἡμέρου μήκωνοϲ τὸ ϲπέρμα χρήϲιμόν ἐϲτιν ἐπιπαττόμενον ἄρτοιϲ ὡϲ ἥδυϲμα, καθάπερ καὶ τὰ ϲήϲαμα. βέλτιον δ’ ἐϲτὶ τὸ λευκότερον ϲπέρμα τοῦ μελαντέρου, δύναμιν δ’ ἔχει ψυκτικήν, καὶ διὰ τοῦτο καὶ ὑπνωτικόν ἐϲτιν, εἰ δὲ πλέον ληφθείη, καὶ καταφορικὸν καὶ δύϲπεπτον ἔτι τε τῶν ἐκ πνεύμονόϲ τε καὶ θώρακοϲ ἀναβηττομένων ἐπιϲχετικόν. ὠφελεῖ μέντοι τοὺϲ ἐκ κεφαλῆϲ καταρροϊζομένουϲ λεπτῷ ῥεύματι. τροφὴν δ’ οὐκ ἀξιόλογον παρέχει τῷ ϲώματι.