Περὶ ἄγνου ϲπέρματοϲ.
[Sectio 1]
Καὶ καθ’ ἑαυτὸ τοῦτο καὶ φρυγόμενον ἐϲθίεται πεπιϲτευμένον ἐπέχειν τὰϲ ἐπ’ ἀφροδίϲια γιγνομέναϲ ὁρμάϲ, τροφὴν δ’ ὀλίγην δίδωϲι τῷ ϲώματι καὶ ταύτην ξηραίνουϲαν μὲν καὶ ψύχουϲαν, ἄφυϲον δ’ ἱκανῶϲ. κατὰ πάντ’ οὖν ταῦτα τοῖϲ ἁγνεύειν ἀφροδιϲίων βουλομένοιϲ ἐπιτήδειόν ἐϲτι· διὸ καὶ τοὔνομα τῷ φυτῷ τεθεῖϲθαι τοῦτό φαϲι. κεφαλῆϲ δ’ οὐχ ἅπτεται καθάπερ ἡ κάνναβιϲ.