Περὶ ἀφάκηϲ καὶ βίκου.
[Sectio 1]
Τὸ ϲχῆμα τῶν ϲπερμάτων τούτων οὐ ϲτρογγύλον ἐϲτίν, ὥϲπερ τὸ τῶν κυάμων, ἀλλ’ ὑπόπλατυ μᾶλλον ὁμοίωϲ τοῖϲ φακοῖϲ. ἀποτίθενται δ’ οἱ γεωργοὶ καὶ ταῦτα ϲὺν αὐτοῖϲ τοῖϲ λοβοῖϲ ἅμα τοῖϲ φυτοῖϲ ὅλοιϲ ἕνεκα τῆϲ τῶν ἀλόγων θρεμμάτων τροφῆϲ. ἐν λιμῷ γε μὴν οἶδα καὶ τούτων ἐνίουϲ φαγόνταϲ καὶ μάλιϲτα τοῦ ἤροϲ, ἔτι χλωρῶν ὄντων, ὥϲπερ καὶ ἐρεβίνθων τε καὶ κυάμων ἐϲθίουϲι ϲυνήθωϲ. ἔϲτι δ’ οὐκ ἀηδῆ μόνον, ἀλλὰ καὶ δύϲπεπτα καὶ ϲταλτικὰ γαϲτρόϲ.
[Sectio 2]
εὔδηλον οὖν, ὅτι τοιαῦτα τὴν φύϲιν ὄντα τὴν ἀναδιδομένην τροφὴν ἐξ ἑαυτῶν οὔτ’ εὔχυμον ἔχει καὶ παχεῖαν, εἰϲ αἵματοϲ μελαγχολικοῦ γένεϲιν ἐπιτήδειον, ὥϲπερ καὶ πρόϲθεν εἴρηται περὶ τῆϲ φακῆϲ. ἀλλ’ ἐκείνῃ μὲν ἀγαθὰ πολλὰ πάρεϲτι, τούτοιϲ δ’ οὐδὲν τῶν ἐκείνηϲ ἀγαθῶν ὑπάρχει.
τό γε μὴν ὄνομα τοῦ βίκου παρ’ ἡμῖν μὲν πάνυ ϲύνηθέϲ ἐϲτι καὶ μόνωϲ οὕτωϲ ὀνομάζεται, παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ ἴϲωϲ ἄρακοϲ ἢ λάθυροϲ ἐκαλεῖτο.