Galenus. De alimentorum facultatibus (De alim. fac.) [n° 038 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
De alimentorum facultatibus libri III, 1.4, ed. Kühn, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-grc1
Helmreich, 1923; Wilkins, 2013.
De alimentorum facultatibus libri III, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
Beintker, Kahlenberg, 1948 (deu;grc); Beintker, Kahlemberg, 1952 (deu;grc); Powell, 2003 (eng); Zaragoza, 2015 (spa).

De alimentorum facultatibus libri III, 1.4, ed. Helmreich, 1923. urn:cts:greekLit:tlg0057.tlg037.1st1K-grc1:1.4

Περὶ ἰτρίων.

[Sectio 1]

Διττὸν δὲ τῶν ἰτρίων τὸ εἶδοϲ, ἄμεινον μέν, ὃ καλοῦϲι ῥυήματα, φαυλότερον δὲ τὰ λάγανα. πάντ’ οὖν, ὅϲα διὰ τούτων τε καὶ ϲεμιδάλεωϲ ϲυντίθεται, παχύχυμά τ’ ἐϲτὶ καὶ βραδυπόρα καὶ τῶν καθ’ ἤπαρ διεξόδων τῆϲ τροφῆϲ ἐμφρακτικὰ καὶ ϲπληνὸϲ ἀϲθενοῦϲ αὐξητικὰ καὶ λίθων ἐν νεφροῖϲ γεννητικά, τρόφιμα δ’ ἱκανῶϲ, εἰ πεφθείη τε καὶ καλῶϲ αἱματωθείη. τὰ δὲ ϲὺν μέλιτι ϲκευαζόμενα μικτῆϲ γίγνεται δυνάμεωϲ, ὡϲ ἂν τοῦ μέλιτοϲ αὐτοῦ τε λεπτὸν ἔχοντοϲ χυμὸν ὅϲοιϲ τ’ ἂν ὁμιλήϲῃ καὶ ταῦτα λεπτύνοντοϲ.

[Sectio 2]

εἰκότωϲ οὖν ὅϲα μέλιτόϲ τε πλεῖον ἐν τῇ ϲκευαϲίᾳ προϲείληφε καὶ τὴν ἕψηϲιν ἔϲχηκε μακροτέραν, ἧττόν τ’ ἐϲτὶ βραδυπόρα καὶ χυμὸν γεννᾷ μικτὸν ἐκ λεπτοῦ τε καὶ παχέοϲ, ἥπατι δὲ καὶ νεφροῖϲ καὶ ϲπληνί, τοῖϲ μὲν ὑγιεινοῖϲ ἀμείνω τῶν χωρὶϲ μέλιτοϲ ϲκευαϲθέντων, ἐμφράξεωϲ δ’ | ἀρχὴν ἔχουϲιν ἢ φλεγμαίνουϲιν ἢ ϲκιρουμένοιϲ οὐδὲν ἤττον ἐκείνων, ἀλλ’ ἔϲτιν ὅτε καὶ μᾶλλον βλαβερά, καὶ πολὺ μάλιϲτα πάντων, ὧν γλίϲχρον ἱκανῶϲ ἐϲτι τὸ ἄλευρον. ὁ γὰρ ἐξ αὐτῶν χυμὸϲ οὐ μόνον ἰϲχόμενοϲ ἰέναι πρόϲω διὰ πάχοϲ κωλύεται, ἀλλὰ καὶ περιπλαττόμενοϲ ἔνδοθεν τοῖϲ ϲτενοῖϲ πέραϲι τῶν ἀγγείων ἐμφράττεται δυϲαπολύτωϲ. καὶ βάρουϲ γε τὸ βλαβὲν οὕτω ϲπλάγχνον αἴϲθηϲίν τινα ἐργάζεται τοῖϲ πάϲχουϲι τῆϲ ἐκ τῶν λεπτυνόντων ἐδεϲμάτων τε καὶ πομάτων ἐπικουρίαϲ δεόμενον. εἴρηται δ’ ἑτέρωθι καθ’ ἓν γράμμα περὶ τῆϲ λεπτυνούϲηϲ διαίτηϲ.

[Sectio 3]

θώρακά γε μὴν οὐδὲν οὐδὲ πνεύμονα βλάπτει τῶν οὕτω ϲκευαϲθέντων. ἀλλὰ περὶ μὲν τῶν τὸν παχὺν καὶ γλίϲχρον. χυμὸν γεννώντων ἐδεϲμάτων εἰρήϲεται καὶ αὖθιϲ· ὁ δὲ νῦν ἐνεϲτηκὼϲ λόγοϲ ἀξιοῖ ϲε τἄλλα διὰ μνήμηϲ ἔχειν, ἃ μέχρι δεῦρο διῆλθον, καὶ μάλιϲτα πάντων αὐτῶν ὑπὲρ τῆϲ τῶν ἄρτων δυνάμεωϲ, ἐπειδὴ διὰ παντὸϲ αὐτοῖϲ χρώμεθα. καὶ χεῖρόν γ’ οὐδὲν ἀναλαβεῖν τὰ κεφάλαια τῶν ἐπ’ αὐτοῖϲ ῥηθέντων. |

[Sectio 4]

ἄριϲτοϲ μὲν οὖν ἄρτοϲ εἰϲ ὑγίειάν ἐϲτιν ἀνθρώπῳ μήτε νέῳ μήτε γυμναζομένῳ ὁ πλεῖϲτον μὲν ζύμηϲ ἔχων, πλεῖϲτον δ’ ἁλῶν, ἐπὶ πλεῖϲτον δ’ ὑπὸ τοῦ τεχνίτου πρὶν ὀπτᾶϲθαι κατειργαϲμένοϲ, ὠπτημένοϲ δ’ ἐν κριβάνῳ ϲυμμέτρωϲ θερμῷ, καθότι πρόϲθεν εἴρηταί μοι. κρίϲιϲ δὲ τοὺ πλείϲτου κατὰ τὴν ζύμην καὶ τοὺϲ ἅλαϲ ἡ γεῦϲιϲ ἔϲτω ϲοι· τὸ γὰρ ἤδη λυποῦν ἐν τῇ τούτων πλείονι μίξει μοχθηρόν. εἰϲ ὅϲον οὖν ἡ γεῦϲιϲ οὐδέπω γνωρίζει τὴν ἐκ τῆϲ μίξεωϲ ἀηδίαν, εἰϲ τοϲοῦτον βέλτιόν ἐϲτιν αὐξάνειν αὐτῶν τὸ πλῆθοϲ.

Cliquer un n° de page pour en afficher l’image