Galenus. De alimentorum facultatibus (De alim. fac.) [n° 038 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
De alimentorum facultatibus libri III, 1.5, ed. Kühn, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-grc1
Helmreich, 1923; Wilkins, 2013.
De alimentorum facultatibus libri III, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
Beintker, Kahlenberg, 1948 (deu;grc); Beintker, Kahlemberg, 1952 (deu;grc); Powell, 2003 (eng); Zaragoza, 2015 (spa).

De alimentorum facultatibus libri III, 1.5, ed. Helmreich, 1923. urn:cts:greekLit:tlg0057.tlg037.1st1K-grc1:1.5

Περὶ πλυτοῦ ἄρτου.

[Sectio 1]

Ὅϲοι δὲ τὸν πλωτὸν ἄρτον ἐπενόηϲαν ϲκευάζειν, ἀτροφώτερον μὲν εὔρον ἔδεϲμα, πεφευγὸϲ δ’ ὡϲ οἷόν τε μάλιϲτα τὴν ἐκ τῆϲ ἐμφράξεωϲ βλάβην. ἥκιϲτα γὰρ ὁ ἄρτοϲ οὗτοϲ ἔχει τὸ παχὺ καὶ γλίϲχρον ἀερωδέϲτεροϲ ἀντὶ γεωδεϲτέρου γεγονώϲ. ὁρῆται δ’ ἡ κουφότηϲ αὐτοῦ διά τε τοῦ ϲταθμοῦ κἀκ τοῦ μὴ δύεϲθαι καθ’ ὕδατοϲ, ἀλλ’ ἐποχεῖϲθαι τρόπον φελλοῦ.

[Sectio 2]

ἑψόντων δὲ παρ’ ἡμῖν ἐν τοῖϲ ἀγροῖϲ πολλῶν ἄλευρον πυροῦ μετὰ γάλακτοϲ ἰϲτέον καὶ | τοῦτο τὸ ἔδεϲμα τῶν ἐμπλαττόντων ὑπάρχον. ὥϲπερ οὖν εὔχυμά τε καὶ τρόφιμα πάντ’ ἐϲτὶ τὰ τοιαῦτα τῶν ἐδεϲμάτων, οὕτω βλάπτει τοὺϲ διηνεκῶϲ αὐτοῖϲ χρωμένουϲ ἐμφράξειϲ τε ποιούμενα καθ’ ἧπαρ καὶ λίθουϲ ἐν νεφροῖϲ γεννῶντα. τοῦ μὲν γὰρ ὠμοῦ χυμοῦ προϲλαβόντοϲ τὸ γλίϲχρον, ὅταν αἱ κατὰ τοὺϲ νεφροὺϲ διέξοδοι ϲτενότεραί τιϲιν ὑπάρχωϲι φύϲει, χρονίζον αὐτόθι τὸ παχύτατόν τε καὶ γλιϲχρότατον ἕτοιμόν ἐϲτι γεννῆϲαι πῶρον, ὁποῖοϲ τοῖϲ ἀγγείοιϲ, ἐν οἷϲ τὸ ὕδωρ θερμαίνομεν, ἐπιτρέφεται, καὶ τοῖϲ λίθοιϲ περιπήγνυται κατὰ πολλὰ τῶν αὐτοφυῶν ὑδάτων θερμῶν. ϲυντελεῖ δ’ εἰϲ τοῦτο μάλιϲτα καὶ ἡ τῶν νεφρῶν αὐτῶν κρᾶϲιϲ, ὅταν οἵον πυρῶδέϲ τε καὶ δριμὺ τὸ κατ’ αὐτοὺϲ ᾖ θερμόν.

[Sectio 3]

ἐκ τούτου δὲ τοῦ γένουϲ εἰϲὶ καὶ οἱ τοῖϲ ἀρθριτικοῖϲ γεννώμενοι πῶροι. ῥεῖ γὰρ ἀεὶ τὸ περιττεῦον ἐν τῷ ϲώματι πᾶν εἰϲ τοὺϲ ἀϲθενεϲτάτουϲ τόπουϲ ἐργάζεταί τ’ ἐν αὐτοῖϲ πάθη κατὰ τὴν ἑαυτοῦ φύϲιν. εἰρήϲεται δ’ αὖθιϲ ἐν τῷ περὶ γάλακτοϲ λόγῳ περὶ πάϲηϲ αὐτοῦ τῆϲ χρήϲεωϲ, ὥϲπερ γε καὶ περὶ τῶν παχυνόντων ἐδεϲμάτων, ἐπειδὴ καὶ ἄλλ’ ἄττα τῆϲ τοιαύτηϲ ἐϲτὶ δυνάμεωϲ,

Cliquer un n° de page pour en afficher l’image