Galenus. De alimentorum facultatibus (De alim. fac.) [n° 038 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
De alimentorum facultatibus libri III, 1.7, ed. Kühn, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-grc1
Helmreich, 1923; Wilkins, 2013.
De alimentorum facultatibus libri III, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
Beintker, Kahlenberg, 1948 (deu;grc); Beintker, Kahlemberg, 1952 (deu;grc); Powell, 2003 (eng); Zaragoza, 2015 (spa).

De alimentorum facultatibus libri III, 1.7, ed. Helmreich, 1923. urn:cts:greekLit:tlg0057.tlg037.1st1K-grc1:1.7

Περὶ πυρῶν ἡψημένων ἐν ὕδατι.

[Sectio 1]

Εἱ μὴ καὶ αὐτὸϲ ἔφαγόν ποτε πυροὺϲ οὕτωϲ ἡψημένουϲ, οὐκ ἂν ἤλπιϲά τινι χρείαν γενέϲθαι τῆϲ ἐδωδῆϲ αὐτῶν. οὔτε γὰρ ἐν λιμῷ τις ἐπὶ τὴν τοιαύτην ἂν ἀφίκιοτο χρῆν, ἐνόν, εἴπερ εὐπορεῖ πυρῶν, ἄρτους ἐξ αὐτῶν ποίησασθαι, παρὰ δεῖπνόν τε καθάπερ ἐρεβίνθους ἑφθούς τε καὶ φρυκτοὺς ἐσθίουσιν ἐν χρείᾳ τῶν καλομένων τραγημάτων ἄλλα τέ τινα σπέρματα τὸν αὐτὸν τρόπον σκευάζοντες, οὕτως οὐδεὶς προσφέρεται πυροὺς ἑφθούς. διὰ ταῦτα μὲν οὗν οὐδ’ ἂν ἤλπισά τινα πυρῶν ἑφθῶν ἐδηδοκέναι.

[Sectio 2]

ἐπεὶ δὲ καὶ αὐτὸς ἐγώ πορευθείς ποτ’ εἰς ἀγρὸν οὐκ ἐγγὺς τῆς πόλεωϲ ὄντα μετὰ δυοῖν μερακίων τὴν αὐτὴν ἡλικίαν ἀγόντων ἐμοί, κατέλαβον ἤδη δεδειπνηκτότας τοὺς ἀγροίκους καὶ μελλούσας ἀρτοποιεῖσθαι τὰς γυναῖκας (ἠπόρουν γὰρ ἄρτου), παραχρῆμά τις αὐτῶν ἐμβαλὼν εἰς χύτραν | πυροὺς ἥψησεν, εῖθ’ ἡδύνας ἁλσὶ μετρίοις ἐσθίει. ἡμᾶς ἠξίωσεν, ἐμέλλομεν δ’, ὡς τὸ εἰκός, ἑτοίμως αὐτὸ ποιήσειν ὡδοιπορηκότες τε καὶ πεινῶντες.

[Sectio 3]

ἐφάγομέν τ’ οὖν αὐτῶν δαψιλῶς ᾐσθανόμεθά τε κατὰ τὴν γαστέρα βάρους, ὡς δοκεῖν ἐγκεῖσθαι πηλὸν\ αὐτῇ καὶ κατὰ τὴν ὑστεραίαν ἠπεπγηκότες ἀνόρεκτοι δι’ ὅλης ἡμέρας ἧμεν, ὡς μηδὲν δύνασθαι προσενγέκασθαι, καὶ πνεύματος φυσώδους μεστοὶ κεφαλαλγεῖς τε καὶ βλέποντες ἀχλυῶδες· οὐδὲ γὰρ ὑπεχώρει τι κάτω, ὃ μόνον ἐστὶν ἄκος ἐπὶ ταῖς ἀπεψίαις. ἠρώτων οὖν τοὺς ἀγροίκους. εἰ καὶ αὐτοί ποτε πυρῶν ἑφθῶν ἔφαγον ὅπως τε διετέθησαν. οἱ δὲ καὶ πολλάκις ἐδηδοκέναι κατὰ τὴν αὐτὴν ἀνάγκην ἔφασαν, ῇ καὶ τόθ’ ἡμεῖς συνηνέχθημεν, εἶναί τε βαρὺ καὶ δύσπεπτον ἔδεσμα τοὺς οὕτω σκευασθέντας.

[Sectio 4]

ἦν δέ γε τοῦτο καὶ μὴ πειραθέντι λογίσασθαι πρόδηλον. ὅπου γὰρ οὐδὲ τὸ ἄλευρον αὐτῶν ἐσθιόμενον, ὡς εἶπον ἔμπροσθεν εὔπεπτόν ἐστιν, εἰ μὴ κατεργασθείη δι’ ἁλῶν καὶ ζύμης καὶ φυράσεως καὶ τρίψεως καὶ κριβάνου, πῶς οὐκ ἄν τις ἐννοήσειες τοὺς ἀκατεργάϲτουϲ | ἰϲχυροτάτουϲ εἶναι, δύναμίν γε μὴν ἔχουϲι μεγάλην, εἰ πεφθεῖεν, οἱ οὕτω βρωθέντεϲ πυροὶ καὶ τρέφοντεϲ ἰϲχυρῶϲ τὸ ϲῶμα καὶ ῥώμην ἐπίϲημον παρεχόμενοι τοῖϲ προϲενεγκαμένοιϲ αὐτούϲ.

Cliquer un n° de page pour en afficher l’image